κατανεμηθείσης ἅπαντας τοὺς ἐπὶ τῆς γῆς, ἐπίκουρος ἦν ὁ Μωσῆς καὶ τῶν καλλίστων ἅπασι μαθημάτων εἰσηγητὴς ἀνεδείκνυτο, εἷς μὲν ὅτι κατὰ φύσιν ἐστὶν ὁ τῶν ὅλων δημιουργὸς διαρρήδην ἀνακεκραγώς, ἀφιστὰς δὲ τῶν ἄλλων, ἃ καὶ δι' αὐτοῦ παρήχθη πρὸς τὸ εἶναί τε καὶ ὑπάρχειν ὅλως. Χρειωδέστατα τοίνυν καὶ μάλα σαφῶς τὸ πολὺ λίαν ἰσχνομυθεῖν παρελάσας, ἐπὶ τὸν τῶν ἀναγκαιοτέρων κεχώρηκε λόγον. 2.21 Τί γὰρ ἔδει ποία μέν ἐστιν ἡ τῶν ὑδάτων φύσις εἰπεῖν, ἢ καὶ ὅπως γέγονε τὴν ἀρχήν, ἀναμετρῆσαί τε καὶ ἀβύσσους καὶ οὐρανοῦ φύσιν, καὶ τῆς τῶν ἀγγέλων ὑπάρξεως πολυπραγμονῆσαι τὸν τρόπον; Ταυτὶ μὲν γὰρ ὅτι δυσεξήγητα παντὶ γένοιτ' ἂν ὡμολογῆσθαι νομίζω. Ἀλλ' εἴπερ ἦν ὅλως καὶ διειπεῖν δύνασθαι σοφοῦντος Θεοῦ, τίς ἂν ἦν ὁ ἀκροασόμενος ἤγουν συνιέναι τὰ οὕτως ἰσχνά μᾶλλον δὲ καὶ ὑπὲρ νοῦν οἷός τε ὤν; Καίτοι καὶ αὐτῆς τῆς Ἑλλήνων ἀμαθίας κατόπιν ὄντας εὑρήσομεν τοὺς κατ' ἐκεῖνο καιροῦ, καθ' ὃν καὶ ἡ τοῦ πανσόφου Μωσέως ἐπράττετο συγγραφή· ἐκεῖνοι μὲν γὰρ ἀφ' ὧν ἦν δύνασθαι τὴν τοῦ Θεοῦ δόξαν διειδέναι σαφῶς, διὰ τούτων αὐτῶν ἁλοῖεν ἂν εἰς τὸ τῆς ἐσχάτης ἁπασῶν ἀβελτηρίας πεσόντες βάραθρον. Ὡς γὰρ δή φησιν ἡ θεόπνευστος Γραφή, ἐχρῆν δήπου τοὺς πάλαι τὸν τῶν ὅλων δημιουργὸν καὶ τεχνίτην ἀπὸ καλλονῆς κτισμάτων ἐννοεῖν· οἱ δὲ πρὸς τοῦτο κατῴχοντο δυσβουλίας ὥστε καὶ ἐξ ὧν ἦν εἰκὸς ἐπὶ τὴν τῆς ἀληθείας ἀποφέρεσθαι γνῶσιν, διὰ τούτων αὐτῶν ἁλῶναι παθόντας τὸ προσκεῖσθαι τῷ ψεύδει. Γένοιτο δ' ἂν καὶ τούτου μάρτυς πιστὸς ὁ πάνσοφος Παῦλος ὡδὶ γεγραφώς. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰ τὸ εἶναι αὐτοὺς ἀναπολογήτους διότι γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλὰ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. 2.22 Καὶ τοῦτο μὲν ἂν πρέποι τοῖς τὴν ἀγελαίαν καὶ συρφετώδη καὶ ἀλόγιστον πάντως ψευδολατρείαν ἐξευρηκόσιν, ὁποῖοί τινες ἦσαν, ὡς ἔφην, οἱ πρὸς οὓς ὁ τοῦ πανσόφου Μωσέως πεποίηται λόγος· ὅτι δὲ τῆς εἰς λῆξιν ἡκούσης ἐμβροντησίας ἀνάπλεῳ γεγονότες καταφωραθεῖεν ἄν, ἀμογητὶ κατοψόμεθα τὴν τῶν μετ' αὐτοὺς πολυπραγμονήσαντες δόξαν. Ἔφη γάρ που περὶ αὐτῶν ἰσχνὸς ὢν ἄγαν ὁ Πλούταρχος ἐν τῷ πρώτῳ βιβλίῳ Φυσικῶν δογμάτων συναγωγῆς· Ἔλαβον δὲ ἐκ τούτου ἔννοιαν Θεοῦ· ἀεί τε γὰρ ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων τὴν ὑπόγειον ἐνεχθέντα ὅμοια μὲν ἀνατέλλει τοῖς χρώμασιν, ἴσα δὲ τοῖς μεγέθεσι καὶ κατὰ τόπους τοὺς αὐτούς· καὶ πάλιν ἐν τῷ αὐτῷ βιβλίῳ· Ὁρίζονται δὲ τὴν τοῦ Θεοῦ ἔννοιαν οὕτως· πνεῦμα νοερὸν καὶ πυρῶδες, οὐκ ἔχον μὲν μορφήν, μεταβάλλον δὲ εἰς ὃ βούλεται καὶ συνεξομοιούμενον πᾶσιν. Ἔσχον δὲ ἔννοιαν τούτου πρῶτον μὲν ἀπὸ τοῦ κάλλους τῶν ἐμφαινομένων προσβαλόντες ὡς οὐδὲν τῶν καλῶν εἰκῇ καὶ ὡς ἔτυχε γίνεται, ἀλλὰ μετά τινος τέχνης δημιουργούσης. Προσεποίσω δὲ τούτοις ἃ γέγραγε πότε καὶ ὁ Τρισμέγιστος Ἑρμῆς Πρὸς τὸν ἑαυτοῦ Νοῦν (ὀνομάζεται γὰρ ὡδὶ τὸ βιβλίον)· Εἶτα, φῄς, ἀόρατος ὁ Θεός; Εὐφήμησον. Καὶ τίς αὐτοῦ φανερώτερος; ∆ιὰ τοῦτο πεποίηκεν ἵνα διὰ πάντων τις αὐτὸν βλέπῃ. Τοῦτό ἐστι τὸ ἀγαθὸν τοῦ Θεοῦ, τοῦτο ἡ ἀρετή, τὸ αὐτὸν φαίνεσθαι διὰ πάντων. 2.23 Ὁμολογοῦντα δὲ τούτοις καὶ αὐτὸν ὀψόμεθα τὸν τῆς εὐαγοῦς ἡμῶν θρησκείας κατήγορον Ἰουλιανόν. ∆ιισχυρίζεται μὲν γὰρ ὡς ἀδίδακτόν τι χρῆμα καὶ αὐτομαθὲς ἀνθρώποις τὸ εἰδέναι Θεόν, φησὶ δὲ οὕτως· {ΙΟΥΛΙΑΝΟΣ} Ὅτι δὲ οὐ διδακτὸν ἀλλὰ φύσει τοῦτο τοῖς ἀνθρώποις ὑπάρχει, τεκμήριον ἡμῖν ἔστω πρῶτον ἡ κοινὴ πάντων ἀνθρώπων ἰδίᾳ καὶ δημοσίᾳ καὶ κατ' ἄνδρα καὶ ἔθνη περὶ τὸ θεῖον προθυμία. Ἅπαντες μὲν γὰρ ἀδιδάκτως θεῖόν τι πεπιστεύκαμεν, ὑπὲρ οὗ τὸ μὲν ἀκριβὲς οὔτε πᾶσι