καὶ ἀκούσας ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. [Οἳ καὶ] ἐξ ἀέρος ἐπὶ γῆν κατήγαγον τὸν νομιζόμενον Θεὸν, μέλλοντα εἰς τὰ καταχθόνια κατάγεσθαι. Οὗτος πρῶτος ὁ τῆς κακίας δράκων· μιᾶς δὲ ἐκκοπείσης κεφαλῆς, πολυκέφαλος εὑρέθη πάλιν ἡ τῆς κακίας ὕλη. 6.16 Κήρινθος γὰρ τὴν Ἐκκλησίαν ἐλυμῄνατο, καὶ Μένανδρος, καὶ Καρποκράτης· Ἐβιωναῖοί τε, καὶ Μαρκίων, τὸ τῆς ἀθεότητος στόμα. Ὁ γὰρ θεοὺς διαφόρους ἀναγορεύσας, ἄλλον τὸν ἀγαθὸν καὶ ἄλλον τὸν δίκαιον, ἀντιφθέγγεται τῷ Υἱῷ τῷ λέγοντι, Πάτερ δίκαιε. Καὶ [ὁ λέγων] πάλιν ἄλλον τὸν πα τέρα, καὶ ἄλλον τὸν ποιητὴν τοῦ κόσμου, ἐναντιοῦται τῷ Υἱῷ, τῷ λέγοντι· Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον [πυρὸς] βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι· καὶ, Ὄστις τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ ἀγαθούς τε καὶ πονηροὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὕτως πάλιν ἄλλης κακίας εὑρετὴς, ὁ Μαρκίων δεύτερος. Ὑπὸ γὰρ τῶν κειμένων ἀπὸ τῆς παλαιᾶς ἐν τῇ καινῇ διαθήκῃ μαρτυριῶν ἐλεγχόμενος, πρῶτος ἐτόλμησεν ἐκκόψαι τὰς μαρτυρίας, καὶ ἀμάρτυρον ἀφεῖναι τὸν καταγγελλόμενον λόγον τῆς πίστεως, καταλείψας τὸν Θεόν· καὶ ὡς κηρύκων μὴ ὄντων, σαθρὰν ἠθέλησε ποιήσασθαι τῆς Ἐκκλησίας τὴν πίστιν. 6.17 ∆ιεδέξατο τοῦτον πάλιν ἄλλος, Βασιλείδης, δυσώνυμος, δεινότατος τὸν τρόπον, ἀσελγείας καταγγέλλων. Ἐπηγωνίσατο τῇ κακίᾳ καὶ Οὐαλεντῖνος, τριάκοντα θεῶν καταγγελεύς. Ἕλληνες ὀλίγους λέγουσιν, καὶ ὁ ὀνομαζόμενος, μᾶλλον δὲ οὐκ ὢν χριστιανὸς, εἰς τριάκοντα ὅλους ἐξέτεινε τὴν πλάνην. Καί φησιν, ὅτι ὁ Βυθὸς (πρέπει γὰρ αὐτῷ ὄντι βυθῷ τῆς κακίας, ἐκ βυθοῦ τῆς διδασκαλίας ἄρχεσθαι) ἐγέννησε Σιγὴν, καὶ ἀπὸ τῆς Σιγῆς ἐτεκνοποίει Λόγον. Τοῦ παρ' Ἕλλησι ∆ιὸς οὗτος χείρων, τοῦ τῇ ἀδελφῇ μιγνυμένου· τέκνον γὰρ ἐλέγετο τοῦ Βυθοῦ εἶναι ἡ Σιγή. Βλέπεις ἀτοπίαν χριστιανισμοῦ σχήματι περιβεβλημένην; Μεῖνον βραχὺ, καὶ μισήσεις τὴν ἀσέβειαν. Φησὶ γὰρ ὀκτὼ αἰῶνας ἐκ τούτου γεγενῆσθαι, καὶ ἐξ ἐκείνων δέκα· καὶ ἐξ ἐκείνων ἄλλους δώδεκα, ἄρσενας καὶ θηλείας. Καὶ πόθεν ἡ σύστασις τούτων; Βλέπε τὴν ληρῳδίαν ἐκ τῶν κατασκευασμάτων. Πόθεν ἔχεις τὴν ἀπόδειξιν τῶν τριάκοντα αἰώνων; Ἐπειδή, φησιν, γέγραπται, ὅτι ἐβαπτίσθη Ἰησοῦς ὡς τριάκοντα ἐτῶν ὤν. Καὶ ποία αὕτη ἀπόδειξις ἐκ τῶν τριάκοντα ἐτῶν, εἰ καὶ τριάκοντα ἐτῶν ἐβαπτίσθη; Ἆρα οὖν ἐπειδὴ καὶ πέντε ἄρτους ἔκλασεν εἰς πεντακισχιλίους, πέντε εἰσὶ θεοί; ἢ ἐπειδὴ δώδεκα ἔσχε μαθητὰς, δώδεκα ὤφειλαν εἶναι μόνοι καὶ οἱ θεοί; 6.18 Καὶ τοῦτο ἔτι μικρὸν πρὸς τὰ λοιπὰ τῆς ἀσεβείας. Φησὶ γὰρ, ὅτι ἡ τελευταία τῶν θεῶν ἀρσενόθηλυς οὖσα, ὡς τολμᾷ λέγειν, αὕτη ἐστὶν ἡ Σοφία. Ὦ τῆς ἀθεότητος! Χριστὸς γὰρ Θεοῦ σοφία, μονογενὴς Υἱός· κἀκεῖνος εἰς θῆλυ καὶ τριακοστὸν στοιχεῖον καὶ ἔσχατον κατασκεύασμα, κατήνεγκε τῷ λόγῳ τοῦ Θεοῦ τὴν σοφίαν. Καί φησιν, ὅτι ἐπεχείρησεν ἡ Σοφία τὸν πρῶτον Θεὸν ἰδεῖν· καὶ μὴ φέρουσα τὰς μαρμαρυγὰς, ἐξέπεσε τῶν οὐρανῶν, καὶ ἀπεβλήθη τοῦ τριακοστοῦ ἀριθμοῦ. Εἶτα στένουσα, ἐκ τῶν στεναγμῶν ἐγέννα τὸν διάβολον· καὶ ὅτι δακρύσασα τὴν ἀπόπτωσιν, τὴν θάλασσαν ὑπεστήσατο. Βλέπεις τὴν ἀσέβειαν; Πῶς γὰρ ἐκ σοφίας διάβολος γεννᾶται, καὶ ἀπὸ συνέσεως ἡ κακία, ἢ ἀπὸ φωτὸς σκότος; Καί φησιν, ὅτι ὁ διάβολος ἐγέννησεν ἄλλους, οἵτινες κατεσκεύασαν τὸν κόσμον· καὶ ὅτι ὁ Χριστὸς κατῆλθεν, ἐπὶ τὸ ἀποστῆσαι τοὺς ἀνθρώπους τοῦ κοσμοποιοῦ. 6.19 Ἄκουε δὲ, τίνα λέγουσιν εἶναι τὸν Χριστὸν [Ἰησοῦν], ἵνα ἔτι μειζόνως αὐτοὺς μισήσῃς. ∆ιδάσκουσι γὰρ, ὅτι τῆς Σοφίας ἐκπεσούσης, ἵνα μὴ ὁ ἀριθμὸς λείπῃ τῶν τριάκοντα, οἱ εἰκοσιεννέα αἰῶνες συνενέγκαντές τι ἕκαστος ἐλάχιστον, κατεσκεύασαν τὸν Χριστόν· καὶ τοῦτον δὲ ἀρσενόθηλυν πάλιν λέγουσιν. Ἆρα ἔστι τι τούτων ἀσεβέστερον; ἔστι τι τούτων ἀθλιώτερον; Ἐγὼ διηγοῦμαί σοι τὴν πλάνην, ἵνα μειζόνως αὐτοὺς μισήσῃς. Φεῦγε οὖν τὴν ἀσέβειαν, μηδὲ χαίρειν λέγε τῷ τοιούτῳ, ἵνα μὴ κοινωνήσῃς τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους· καὶ μήτε πολυπραγμονήσῃς, μήτε εἰς λόγους αὐτοῖς ἐλθεῖν θελήσῃς. 6.20 Καὶ μίσει μὲν πάντας αἱρετικοὺς, ἐξαιρέτως δὲ τὸν τῆς μανίας