τοῦ δρόμου· καὶ ἐν τῷ ἄμβωνι τῆς ἐκκλησίας ἀνελθόντες, τὰς τοῦ πατριάρχου Φωτίου αἰτίας ἀναγνόντες, τοῦτον τοῦ θρό νου κατήγαγον, καὶ περιώρισαν ἐν τῇ μονῇ τῶν Ἀρμενιανῶν τῇ ἐπιλεγομένῃ τοῦ Βόρδονος. 3. Προεβάλετο δὲ ὁ βασιλεὺς Στυλιανὸν Ζαούτζαν μάγι στρον καὶ λογοθέτην τοῦ δρόμου. ἀνήγαγε δὲ Στέφανον τὸν σύγ κελλον καὶ ἀδελφὸν αὐτοῦ ἐν τῷ πατριαρχείῳ· καὶ πρὸ τῶν Χρι στοῦ γέννων χειροτονεῖται πατριάρχης ὑπὸ Θεοφάνους τοῦ πρωτο θρόνου καὶ λοιπῶν ἀρχιερέων· καὶ ποιήσας ἐν τῷ πατριαρχείῳ ἔτη ἓξ καὶ μῆνας πέντε ἐτελεύτησε, καὶ θάπτεται ἐν τῇ μονῇ τῶν Συκέων. 4. Ἐφ' οὗ Λέοντος προεδόθη τὸ κάστρον Ὑψηλή, καὶ ἐκρατήθη ὑπὸ τῶν Ἀγαρηνῶν, αἰχμαλωτισθέντων πάντων τῶν 850 ὄντων ἐκεῖσε. γέγονε δὲ ἐμπρησμὸς μέγας πλησίον τῶν Σοφιανῶν, ἐμπρησθείσης καὶ τῆς ἐκκλησίας τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ἣν ὁ αὐτὸς Λέων λαμπρῶς ἀνεκαίνισεν. 5. Ἀπέστειλε δὲ ὁ βασιλεὺς εἰς Εὐχάϊτα, καὶ ἤγαγε Θεό δωρον τὸν Σανταβαρηνὸν ἐν τῇ πόλει. Ἀνδρέας δὲ ὁ δομέστικος καὶ Στέφανος ὁ μάγιστρος ὁ τῆς Καλομαρίας, οἱ πολλὰ λοιδορη θέντες ἐπὶ Βασιλείου παρὰ Σανταβαρηνοῦ, ὑπέθηκαν τῷ βασιλεῖ, συσκευὴν ποιησάμενοι, ὡς ὅτι Φώτιος ὁ πατριάρχης καὶ Θεόδω ρος ὁ Σανταβαρηνὸς βουλὴν εἶχον ποιήσασθαι βασιλέα ἐκ τῶν ἰδίων Φωτίου πατριάρχου. προσέταξε δὲ ὁ βασιλεὺς ἀγαγεῖν Φώ τιον πατριάρχην καὶ Θεόδωρον τὸν Σανταβαρηνὸν ἐν τοῖς παλα τίοις τῶν Πηγῶν, καὶ ἰδίως αὐτοὺς φρουρεῖσθαι διωρίσατο. ἀπε στάλησαν δὲ παρὰ τοῦ βασιλέως Στέφανος μάγιστρος καὶ Ἀνδρέας δομέστικος ὁ Κρατερὸς καὶ ὁ πατρίκιος Γοῦμερ καὶ Ἰωάννης ὁ Ἁγιοπολίτης ἐπὶ τὸ ἐξετάσαι τὰ κατ' αὐτῶν. καὶ ἀγαγόντες τὸν πατριάρχην καὶ καθίσαντες ἐπὶ θρόνου ἐν τιμῇ, καὶ αὐτοὶ καθ εσθέντες, ἔφη πρὸς τὸν πατριάρχην Ἀνδρέας ὁ δομέστικος "γνωρί ζεις, ὦ δέσποτα, τὸν ἀββᾶν Θεόδωρον;" ὁ δὲ ἀπεκρίθη "ἀββᾶν Θεόδωρον οὐ γνωρίζω." καὶ ὁ Ἀνδρέας "τὸν ἀββᾶν Θεόδωρον τὸν Σανταβαρηνὸν οὐ γνωρίζεις;" καὶ ὁ πατριάρχης "γινώσκω τὸν μοναχὸν Θεόδωρον ἀρχιεπίσκοπον ὄντα Εὐχαΐτων." 6 ἤγα γον δὲ καὶ τὸν Σανταβαρηνὸν πρὸς αὐτούς, καὶ λέγει πρὸς αὐτὸν Ἀνδρέας ὁ δομέστικος "ὁ βασιλεύς σοι δηλοῖ, ποῦ εἰσὶ τὰ χρή 851 ματα καὶ πράγματα τῆς ἐμῆς βασιλείας;" ὁ δὲ ἔφη "ὅπου δέδω κεν αὐτὰ ὁ βασιλεύς· νῦν δὲ ἐπεὶ ἀναζητεῖ αὐτά, ἐξουσίαν ἔχει ἀναλαβέσθαι αὐτά." καὶ ὁ Ἀνδρέας ἔφη πρὸς αὐτὸν "εἰπὲ τίνα ἠβούλου ποιῆσαι βασιλέα, ὑποθέμενος τῷ ἐμῷ πατρὶ διὰ συσκευῆς σου τυφλῶσαί με; τοῦ πατριάρχου ἴδιον ἢ σόν;" ὁ δὲ ἀποκρι θεὶς εἶπεν "οὐ γινώσκω τὸ σύνολον περὶ ὧν λέγετε κατηγοροῦντές με." λέγει οὖν Στέφανος ὁ μάγιστρος πρὸς αὐτὸν "καὶ πῶς ἐμή νυσας τῷ βασιλεῖ ἵνα ἐλέγξω τὸν πατριάρχην περὶ τούτου;" ὁ δὲ Σανταβαρηνὸς παρευθὺ πεσὼν εἰς τοὺς πόδας τοῦ πατριάρχου εἶ πεν "ὁρκίζω σε κατὰ τοῦ θεοῦ, δέσποτα, ἵνα πρῶτον ποιήσῃς τὴν ἐμὴν καθαίρεσιν, καὶ τότε γυμνὸν ὄντα τῆς ἱερωσύνης κολαζέτω σαν ὡς κακοῦργον· οὐ γὰρ τοιαῦτα ἐδήλωσα τῷ βασιλεῖ." ὁ δὲ πατριάρχης ἐνώπιον πάντων ἔφη "μὰ τὴν σωτηρίαν τῆς ἐμῆς ψυ χῆς, κῦρι Θεόδωρε, ἀρχιεπίσκοπος εἶς καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι." θυμωθεὶς οὖν Ἀνδρέας ἐπὶ τούτοις ἔφη "οὐκ ἐμή νυσας, ἀββᾶ, τῷ βασιλεῖ δι' ἐμοῦ ὅτι ἵνα ἐλέγξω τὸν πατριάρχην εἰς τοῦτο;" ὁ δὲ ἀπηρνεῖτο μὴ εἰδέναι τι. ὑποστρέψαντες οὖν ἀνήγγειλαν τῷ βασιλεῖ ἅπαντα τὰ λαληθέντα παρ' αὐτῶν. ὁ δὲ βασιλεὺς θυμῷ τε καὶ ὀργῇ ἀκατασχέτῳ ληφθεὶς ὡς μὴ εὑρὼν αἰτίαν κατὰ τοῦ πατριάρχου, ἀποστείλας ἔτυψεν τὸν Σανταβαρηνὸν σφοδρῶς, καὶ τοῦτον ἐξώρισεν ἐν Ἀθήναις. ὄπισθεν δὲ αὐτοῦ ἀποστείλας ἐτύφλωσεν αὐτὸν καὶ ἐξώρισεν εἰς Ἀνατολήν. 7 μετὰ 852 δὲ ἔτη πολλὰ παρακληθεὶς ὁ βασιλεὺς τοῦτον ἀνήγαγεν ἐν τῇ πόλει, καὶ προσέταξε λαμβάνειν αὐτὸν ἀννώνας ἐκ τῆς Νέας ἐκκλησίας. ἐτελεύτησε δὲ ὁ Σανταβαρηνὸς ἐπὶ Κωνσταντίνου καὶ Ζωῆς τῆς αὐτοῦ μητρός. 8. Ἐπὶ τῆς βασιλείας οὖν Λέοντος Ἁγίων ὁ Λογγιβαρδίας ἔξαρχος καὶ δούξ, γαμβρὸς δὲ γεγονὼς τοῦ ῥηγὸς Φραγγίας, ἀντ ῇρε τῷ βασιλεῖ, πᾶσαν τὴν χώραν εἰς ἑαυτὸν δουλώσαντος. τοῦτο γνοὺς ὁ βασιλεὺς ἀπέστειλε Κωνσταντῖνον τὸν τῆς τραπέζης σὺν πᾶσι τοῖς θέμασι τῆς δύσεως πρὸς τὸ