μέν, ὅτι μόνος ἤσθιεν· οὐκ ἐβου λόμην δέ σε, Θεόδωρε ἐμμελέστατε, τὰ τῶν γαστριμάργων νηπίων διερωτᾶν. ἀνὴρ γὰρ ὑπάρχων, τὰς ἀνδρῶν ἀρετὰς ἐπι ζητεῖν ὀφείλεις, πῶς εἶχεν περὶ ἀφοβίας, περὶ χρημάτων, περὶ σωφροσύνης, πραΰτητός τε καὶ δικαιοσύνης, ἐλεημοσύνης, φρο νήσεώς τε καὶ ἀνδρείας καὶ λήθης ἢ μνήμης. "βρῶμα γὰρ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ, οὔτε ἐὰν φάγωμεν οὔτε ἐὰν μὴ φάγωμεν," ἀλλὰ γνῶσις μετὰ πράξεως ἐνεργουμένη. αὐτὸς δὲ ἤσθιεν μόνος, ὡς ἐκ μέρους γινώσκω, διὰ ταύτας τὰς αἰτίας· πρῶτον μέν, οἶνον οὐκ ἔπινεν διὰ τὴν τῆς κεφαλῆς θέρμην, εἰ μή που ἐν τοῖς καύμασι τὸ διὰ ῥόδων ἐχρῆτο· δεύτερον <δέ>, ὅτι τάξιν ὁ στόμαχος αὐτοῦ οὐκ εἶχεν ἀπό τινος ἀσθενείας, ὡς πολλάκις τὰ εὐτρεπισθέντα ἀηδῆ φανῆναι καὶ ἐπιζητεῖν τὰ μὴ παρόντα. εἶτα ἦν ὅτε καὶ λήθην ἐλάμβανε τῶν βρωμάτων, παρατείνων ἕως ἑσπέρας, τοῦτο μὲν ταῖς ἐκκλησιαστικαῖς διασπώμενος φροντίσι, τοῦτο δὲ ταῖς πνευματικαῖς περισπώμενος θεωρίαις· ἠγωνίζετο γὰρ μηδὲν ἀπορεῖν τῶν θείων Γραφῶν, -φιλεῖ δέ πως τὰ τοιαῦτα ἢ τὴν ἀσιτίαν ἢ τὴν κουφοσιτίαν. ἔθος δὲ τοῖς δαιτυ μόσιν, ἐὰν μὴ αὐτοῖς τις συμβρώσῃ ἢ συμβροχθίσῃ ἢ συγκαχάσῃ 70 γέλωτι ἀσήμῳ, ἐπ' ἄκρων δακτύλων χλιαρὰν φέρων τὴν κύλικα, εἰς κακηγορίαν ἄγειν τὴν τῆς τραπέζης φιλοφροσύνην. τὸ δ' ὅλον (ὡς οἶμαι) καὶ ἀληθέστερον· φειδωλὸς ἦν εἰσάγαν πρὸς τοὺς τῆς τρυφῆς, ἱεροσυλίαν νομίζων τὴν εἰς τοὺς τοιούτους δαπάνην· ὁμοῦ καὶ τῶν οἰκονόμων τὰς τῆς κλοπῆς ἀφορμὰς περικόπτων, ἵνα μὴ δεκαπλασιάσωσι τὰς τιμὰς τῶν ὀψωνίων ἐν τοῖς βρεβίοις, τὰς τῶν πενήτων σφετερισάμενοι χρείας. πρὸς τούτοις τὸ πλῆθος τῆς πόλεως ἐννοῶν ἐσκόπει, ὅτι ἢ πᾶν ἀξίωμα ὀφείλει ταύτης τῆς τιμῆς ἀξιῶσαι ὡς Χριστοῦ οἰκονόμος, ἢ μηδενὶ παρασχεῖν τὸ πρᾶγμα. ἀποβλέψας δὲ εἴς τε τοὺς τῆς τραπέζης θορύβους καὶ εἰς τὸ πλῆθος τῶν ἀναλωμάτων τῶν πτωχικῶν, ἐφρικίασεν πρὸς τὸ πρᾶγμα, μακρὰν χαίρειν εἰπὼν ταῖς τοιαύταις κακολογίαις, τὸ τῶν Πράξεων ἑαυτῷ κατεπᾴδων, "Ανδρες ἀδελφοί, οὐκ ἐξὸν ἡμῖν τραπέζαις διακονεῖν, ἀλλὰ καταστήσωμεν ἄνδρας εὐλαβεῖς ἐπὶ τῆς χρείας· ἡμεῖς δὲ σχολάσωμεν τῷ λόγῳ καὶ τῇ προσευχῇ." ὥσπερ γὰρ ἀγωνιστὴς ἵππος σταδιοδρομεῖν οὐκέτι δυνάμενος μύλωνι ἐγκατατάσσεται, ἀτέλεστον κύκλον γυρεύων· οὕτως ἀποκνήσας διδάσκαλος πρὸς τοὺς τῆς ἀρετῆς λόγους, τὴν ἐκ τῆς τραπέζης προβάλλεται θήραν· καὶ εἴθε κἂν τοῖς πεινῶσι καὶ δεομένοις, ὅθεν ἔνεστι καὶ κερδᾶναι τὸν μακαρισμὸν τοῦ ∆εσπότου, τό, "Ἐπείνων, καὶ ἐχορτάσατέ με"· ἀλλ' ἢ μόνοις πλουσίοις τοῦ εὖ ἀκοῦσαι χάριν, ἢ δόξης μαραινομένης, ἢ τοῦ ὁμοίως ἀντικληθῆναι, ἢ εἰ τούτων οὐδέν, ἵνα μὴ κακὸς ἀκούσῃ, οὐ μεμνημένος τοῦ ταλανισμοῦ τοῦ Κυρίου λέγοντος· "Οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμῖν εἴπωσιν πάντες οἱ ἄνθρωποι" -οὐκ εἶπεν, "οἱ πτωχοί," ἀλλ', "οἱ ἄνθρωποι"· - "κατὰ ταὐτὸν γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν." μὴ ζητῶμεν οὖν ὡς οἱ κενόδοξοι, ὦ Θεόδωρε, ψευδο προφήτου δόξαν. "ἦλθεν γὰρ Ἰωάννης, μήτε ἐσθίων μήτε 71 πίνων, ἐν ὁδῷ δικαιοσύνης· καὶ λέγουσι, "∆αιμόνιον ἔχει." 71 ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου, ἐσθίων καὶ πίνων· καὶ λέγουσιν, "Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν."" {Ο ∆ΙΑΚ.} Οὐ πάντως, ὦ ἄριστε πάτερ, ψέξας ἢ καταδραμὼν τῆς τοιαύτης ἀσκήσεως, τὴν πεῦσιν προσήγαγον τῇ σῇ ἀκρι βολογίᾳ· ᾔδειν γὰρ καὶ ἐξ αὐτῆς τῆς φήμης καὶ ἐκ τῶν εἰς ἡμᾶς φθασάντων αὐτοῦ συγγραμμάτων, ἢ ὁμιλιῶν ἢ ἐπιστολῶν, τὴν τοῦ ἀνδρὸς διάνοιαν· ἀλλ' ἵνα τὸν σκοπὸν μαθὼν ζηλώσω τὸ πρᾶγμα. τίς γὰρ οὕτως εἰς ἅπαν ἠλίθιος, ἵνα ἀγνοήσῃ ὅτι μείζων ἡ ζημία τοῦ ἐκ τραπέζης κέρδους, εἰ μή που χρεία γένηται ἐν ἀνάγκῃ ξενίσαι ἁγίους; {Ο ΕΠΙΣΚ.} Ταῦτα εἶπον κἀγώ, φιλαληθέστατε Θεόδωρε, οὐκ ἐξευτελίζων τὴν πατρικὴν ἀρετήν, μάλιστα τῆς φιλοξενίας. μία γάρ ἐστι τῶν λοιπῶν ἀρετῶν τῶν εἰς εὐσέβειαν συντει νουσῶν, δι' ὧν καὶ οἱ κύριοι πατριάρχαι, ὁ μὲν τὸν Σωτῆρα Θεὸν τῇ τραπέζῃ ἐθήρευσεν, ὁ δὲ τοὺς ἀγγέλους ἐξένισεν, ὁ μὲν υἱὸν ἐν γήρει, ὁ δὲ σωτηρίαν τὴν ἐκ Σοδόμων μισθὸν σὺν ταῖς θυγατράσιν εὑράμενοι· περὶ ὧν καὶ ὁ ἀπόστολος