29
καλέσαντος θεραπείαν καὶ ταύτην ἀνελίττων ἐν τῇ ψυχῇ διετέλει νύκτωρ τε καὶ μεθ' ἡμέραν σκοπούμενος καὶ διερευνώμενος ὅπως ταύτην αὐξήσειε. Τούτου εἵνεκα ὁ πόνος αὐτῷ διηνεκῶς ηὔξετο καὶ ἐπίτασιν καθ' ἑκάστην ἡμέραν ἐδέχετο, καὶ γλυκὺς ἦν καὶ ἡδονῆς ἀνάπλεως καὶ πόρρω τὸν κόρον ἐλαύνων. Οὐ γάρ τις αὐτὸν ἐθεάσατο πώποτε βραχὺ γοῦν μορίον ἡμέρας ἀναπαύλης μεταλαχόντα, ἀλλὰ τὴν μὲν ψαλμῳδίαν εὐχή, τὴν δὲ εὐχὴν ψαλμῳδία, ἀμφότερα δὲ τῶν θείων λογίων ἀνάγνωσις διεδέχετο· εἶτα ἡ τῶν ἀφικνουμένων ἐπιμέλεια ξένων, ἔπειτα ἄλλο τι τῶν ἀναγ καίων ἔργων ἐγίνετο. 5.3 Ἐν τούτοις τὸν βίον ὁδεύων καὶ ἀρχέτυπον ἀρετῆς τοῖς ζηλοῦν βουλομένοις προκείμενος, οἷά τις ὄρνις εὐκέλαδος πολλοὺς τῶν ὁμοφύλων εἰς τὰ σωτήρια ταῦτα συνήγειρε θήρατρα. Ἀλλὰ κατ' ἀρχὰς μὲν οὐδένα σύνοικον ἔχειν ἠνέσχετο· βραχεῖς δὲ οἰκίσκους ἀγχιθύρους οἰκοδομῶν, αὐτὸν καθ' αὑτὸν ἕκαστον τῶν συνιόντων διάγειν ἐκέλευε συχνῶς ἐπισκοπῶν καὶ τοὺς οἰκίσκους διερευνώμενος μή τι πέρα τῆς χρείας ἀποκείμενον ἔχοιεν. Φασὶ δὲ αὐτὸν καὶ ζυγὰ ἐπιφερόμενον τὸν τῶν ἄρτων σταθμὸν πολυπραγμονεῖν ἀκριβῶς καὶ εἴ ποτε εὕροι τοῦ ὡρισμένου πλείονα, δυσχε ραίνειν καὶ γαστριμάργους τοὺς τοῦτο ποιοῦντας ἀποκαλεῖν. Ἐκέλευε γὰρ μήτε ἐσθίοντας μήτε πίνοντας ἀναμένειν τὸν κόρον, ἀλλὰ τοσούτων ἀπολαύειν ὁπόσα τῷ σώματι παρέχειν ἀπόχρη τὴν ζωήν. Εἰ δέ ποτε καὶ τῶν πιτύρων ἀποκεκρι μένον τὸ ἄλευρον ἐθεάσατο ὡς συβαριτικῆς τροφῆς ἀπο λαύουσι τοῖς τοῦτο δεδρακόσιν ἐλοιδορεῖτο· καὶ νύκτωρ δὲ ἐξαπιναίως παρὰ τὴν ἑκάστου θύραν ἀφικνούμενος, εἰ μέν τινα εὗρεν ἐγρηγορότα καὶ τὸν θεὸν ὑμνοῦντα, σιγῇ πάλιν ἀπεχώρει· εἰ δέ τινα ὕπνῳ κατεχόμενον ᾔσθετο, τῇ χειρὶ μὲν τὴν θύραν ἐπάτασσε, τῇ γλώττῃ δὲ τὸν κατακείμενον ἔβαλλεν ὡς πλείονα ἢ ἔδει τῷ σώματι τὴν θεραπείαν προσφέροντα. 5.4 Τοῦτον αὐτοῦ τὸν πόνον τῶν ὁμογνωμόνων τινὲς θεασάμενοι ἓν πᾶσιν οἰκοδομῆσαι καταγώγιον εἰσηγήσαντο. Ἀκριβέστερον γὰρ ἔφασαν τοὺς νῦν διεσπαρμένους βιώσεσθαι καὶ αὐτὸν τῆς πλείονος φροντίδος ἀπαλλαγήσεσθαι. Ἐδέξατο τὴν παραίνεσιν ὁ σοφώτατος καὶ συναγείρας ἅπαντας καὶ τοὺς μικροὺς ἐκείνους καταλύσας οἰκίσκους, ἕνα δὲ τοῖς συνει λεγμένοις δειμάμενος κοινῇ τε πολιτεύεσθαι καὶ παραθήγειν ἀλλήλους ἐκέλευσε καὶ τοῦτον μὲν τὴν ἐκείνου μιμεῖσθαι πρᾳότητα, ἐκεῖνον δὲ τῷ τούτου ζήλῳ κεραννύναι τὸ πρᾷον καὶ ἄλλον ἀγρυπνίας μεταδιδόντα τοῦ τῆς νηστείας μεταλαμ βάνειν μαθήματος. "Οὕτω γὰρ παρ' ἀλλήλων, ἔφη, τὸ ἐνδέον λαμβάνοντες, τὴν τελεωτάτην κατορθώσομεν ἀρετήν. Καθά περ γὰρ ἐν ταῖς πολιτικαῖς ἀγοραῖς ὁ μὲν ἄρτων ἐστὶ πρατήρ, ὁ δὲ λαχάνων, ὁ δὲ ἱματίων ἔμπορος, ἄλλος δὲ ὑποδημάτων δημιουργός, παρ' ἀλλήλων δὲ τὴν χρείαν ἐρανιζόμενοι θυμηρέστερον βιοτεύουσιν, ὁ μὲν γὰρ ἱμάτιον διδοὺς ἀντιλαμβάνει ὑπόδημα, ὁ δὲ λάχανον ὠνούμενος ἀποδίδοται ἄρτον· οὕτως ἡμᾶς ἀλλήλοις ἀντιδιδόναι προσήκει τῆς ἀρετῆς τὰ πολυτίμητα μόρια." 5.5 Οὕτω τῶν ὁμογλώττων γυμναζομένων τε καὶ ἀγω νιζομένων καὶ τῇ ἑλλάδι φωνῇ τὸν θεὸν ἀνυμνούντων, ἔλαβεν ἔρως ταυτησὶ τῆς πολιτείας καὶ τοὺς τῇ ἐγχωρίῳ κεχρημένους φωνῇ· καὶ συνδραμόντες τινὲς ἱκέτευον καὶ τῆς ἀγέλης γενέσθαι καὶ τῆς ἱερᾶς αὐτοῦ διδασκαλίας μεταλαχεῖν. Ἐδέξατο δὲ τὴν αἴτησιν, τῆς δεσποτικῆς μεμνημένος νομοθεσίας ἣν τοῖς ἱεροῖς προσενήνοχεν ἀποστό λοις· "Πορευθέντες, λέγων, μαθητεύσατε πάντα τὰ ἔθνη". Καὶ παρ' ἐκεῖνο τὸ καταγώγιον ἕτερον οἰκοδομήσας ἐκεῖ τούτους διάγειν ἐκέλευσε, νεών τινα θεῖον κατασκευάσας εἰς ὃν καὶ τούτους κἀκείνους συνιέναι προσέταξεν ἀρχομένης τε καὶ ληγούσης ἡμέρας ἵνα καὶ τὴν ἑσπερινὴν καὶ τὴν ἑωθινὴν ὑμνῳδίαν κοινῇ προσφέρωσι τῷ θεῷ, διχῇ μὲν διῃρημένοι