ῥᾴδιον οὔτε τοῖς ἐγνωκόσιν εἰπεῖν εἰς πάντα δυνατόν. Καὶ μεθ' ἕτερα πάλιν· Ταύτῃ δὴ τῇ κοινῇ πάντων ἀνθρώπων ἐννοίᾳ πρόσεστι καὶ ἄλλη· πάντες γὰρ ἄνθρωποι οὐρανῷ καὶ τοῖς ἐν αὐτῷ φαινομένοις θεοῖς οὕτω δή τι φυσικῶς προσηρτήμεθα ὡς καὶ εἴ τις ἄλλον ὑπέλαβε παρ' αὐτοὺς τὸν Θεόν, οἰκητήριον αὐτῷ πάντως τὸν οὐρανὸν ἀπένειμεν, οὐκ ἀποστήσας αὐτὸν τῆς γῆς, ἀλλ' οἷον ὡς εἰς τιμιώτερον τοῦ παντὸς ἐκεῖνο τὸν βασιλέα καθίσας τῶν ὅλων, ἐφορᾶν ἐκεῖθεν ὑπολαμβάνων τὰ τῇδε. {ΚΥΡΙΛΛΟΣ} Ἄθρει δὴ οὖν ὅπως οἱ τὴν παχεῖαν καὶ ἀγυρτώδη καί, ἵν' οὕτως εἴπω, βαναυσικὴν οὐκ ἀνασχόμενοι πλάνην, καὶ τῆς τῶν ἀγελαίων ἀποφοιτήσαντες δόξης, οὐκ ἠμοιρήκασι παντελῶς τῆς ἀληθοῦς ἐννοίας περὶ Θεοῦ, κατετεκμήραντο δὲ τίς τε καὶ ὅση τῆς ἐνούσης αὐτῷ δυνάμεως ἡ ὑπεροχή, ὡς καὶ θεσμοῖς εὐταξίας τὴν οὕτω μεγάλην καὶ ἀξιάγαστον κτίσιν ὑπενεγκεῖν. 2.24 Οἵ γε μὴν ἕτεροι, περὶ ὧν ὁ λόγος, οὔτε Θεὸν ἐγνώκασι διὰ τῶν κτισμάτων, ἀλλὰ γὰρ ἦσαν οὕτως ἐμβρόντητοι, καὶ φρενὸς ἔξω γεγόνασιν ἀνθρωποπρεποῦς, ὡς μὴ μόνον οὐρανῷ καὶ γῇ καὶ σελήνῃ καὶ τοῖς ἑτέροις τῶν ἄστρων ἑλέσθαι προσκυνεῖν, ἀλλὰ γὰρ καὶ ἐν σηκοῖς εἴδη πολύμορφα καθιδρῦσαι, ἐγχαράξαι τε μορφὰς αὐτοῖς οὐκ ἀνθρωπείας μόνον, ἀλλὰ καὶ ζῴων ἀλόγων καὶ πτηνῶν καὶ ἑρπετῶν, καὶ θεοὺς αὐτὰ καὶ σωτῆρας ἀποκαλεῖν. Εἶτα πῶς οὐκ ἂν ἀγάσαιτό τις τῆς μωσαϊκῆς εὐτεχνίας, περίεργον μὲν ἢ βαθὺ καὶ οὐκ εὐπαράδεκτον τοῖς τὸ τηνικάδε λαλούσης οὐδέν, ἐκεῖνα δὲ μᾶλλον τὰ δι' ὧν ἦν δύνασθαι μεταφοιτᾶν αὐτοὺς ἐπὶ τὸ ἔχον ὀρθῶς καὶ ἀπευθύνειν εἰδὸς εἰς ἀμώμητον δόξαν, τὴν ἐπί γε, φημί, τῷ πάντων κρατοῦντι Θεῷ; Εἶτα τοὺς μὲν τῶν μειρακίων διδασκάλους ἐπαινέσαι τις ἂν καὶ μάλα εἰκότως συγκαθισταμένους αὐτῶν ταῖς γνώμαις, καὶ χειραγωγοῦντας κατὰ βραχὺ πρὸς τὸ δύνασθαί τι τῶν ἀπορρήτων ἰδεῖν, οὐδὲν δὲ αὐτοῖς τῶν ἄγαν ἐξησκημένων καὶ ἀνάντη πως ἐχόντων τὴν προσβολὴν παρατιθέντας ἐν ἀρχαῖς, πεπραχότα δὲ τοῦτο Μωσέα τὸν ἱερώτατον οὐκ ἐπαίνου παντὸς ἀξιώσομεν; Εἰ δέ σοι δοκεῖ τῶν ἀναγκαίων εἰπεῖν οὐδέν, βούλει τῶν σοι φιλτάτων ἁψώμεθα μαθημάτων; Πολυπραγμονήσωμεν ὡς ἔνι τῆς Ἡσιόδου Θεογονίας τὸ ἀκριβές. 2.25 Σκήπτεται μὲν γὰρ τὸ θεοκλυτεῖν, καὶ τὸ μουσόληπτος εἶναι δοκεῖν προσνενεμηκὼς ἑαυτῷ ὡς μέγα τι χρῆμα καὶ ἀξιέραστον. Εἴπατε (φησί) δ' ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο, Καὶ ποταμοί, καὶ πόντος ἀπείριτος οἴδματι θύων, Ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν. Εἶτα χάος καὶ νύκτα γενέσθαι λέγων καὶ τίνα τρόπον οὐκ ἐπειπών· Γαῖα (φησί) δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθ', ἵνα μιν περὶ πάντα καλύπτοι. Καὶ Γῆς τέκνον ἀποφήνας τὸν Οὐρανόν, ὅτι καὶ θαλάσσας τέτοκεν Οὐρανῷ παρευνηθεῖσα, Κοῖόν τε καὶ Κρῖόν θ' Ὑπερίονά τ' Ἰαπετόν τε καὶ Θείαν καὶ Ῥεῖαν καὶ Θέμιν καὶ Μνημοσύνην, Φοίβην τε πρὸς ταύταις, ἣν καὶ χρυσοστέφανον ὀνομάζει, καὶ μέντοι τὴν Τηθύν, ὁπλότατον δὲ πάντων γενέσθαι φησὶ τὸν Κρόνον· εἶτα τούτοις ἐπάγει συρφετούς τινας εἰκαίων καὶ ἀσυστάτων διηγημάτων. Ἀλλ' ἴσως ἐρεῖ τὸν ποιητοῦ νόμον μυθοπλαστῆσαι ταυτὶ τὸν Ἡσίοδον· ἐπερυθριᾷ γὰρ ἴσως τοῖς αὐτοῦ διηγήμασιν. Αἰτιᾶται τοιγαροῦν ἀνθ' ὅτου τὸν ἱεροφάντην Μωσέα, σαφῆ καὶ ἀπλανεστάτην καὶ διηγημάτων ἀληθῶν συντεθεικότα συγγραφήν; Πεποιῆσθαι γὰρ ἔφη παρὰ τοῦ Θεοῦ τόν τε οὐρανὸν καὶ τὴν γῆν, ἥλιόν τε καὶ σελήνην, ἄστρα καὶ φῶς, πτηνὰ καὶ νηκτά, καὶ ζῴων ἀλόγων εἴδη, καὶ κάλλη φυτῶν, καρπούς τε ἐδωδίμους, καὶ πόας τὰς ἐν ἀγροῖς. 2.26 Ἄθρει δὲ ὅπως διὰ τουτωνὶ τῶν λόγων τὴν τοῖς ἀρχαίοις ἐγκατασκήψασαν πλάνην ἀποκείρει πανσόφως· ἦ γὰρ οὐχὶ ∆ία μὲν ὀνομάζουσι τὸν οὐρανόν, ∆ημήτραν δὲ