ἐπώνυμον, τὸν πρώην ἐπὶ Πρόβου βασιλέως ἀρξάμενον. Πρὸ γὰρ ὅλων ἑβδομήκοντα ἐτῶν ἡ πλάνη, καί εἰσι μέχρι τοῦ νῦν ἄνθρωποι αὐτοῖς ὀφθαλμοῖς θεωρήσαντες ἐκεῖνον. Ἀλλ' οὐχ ὅτι πρὸ ὀλίγου χρόνου ἦν, διὰ τοῦτο μίσει· ἀλλὰ διὰ τὰ δυσσεβῆ δόγματα μίσει τὸν τῆς κακίας ἐργάτην, τὸ δοχεῖον παντὸς ῥύπου, τὸν πάσης αἱρέσεως βόρβορον ὑποδεξάμενον. Φιλοτιμούμενος γὰρ ἐν κακοῖς ἐξαίρετος γενέσθαι, τὰ πάντων λαβὼν, καὶ μίαν αἵρεσιν πεπληρωμένην βλασφημιῶν καὶ πάσης παρανομίας συστησάμενος, λυμαίνεται τὴν ἐκκλησίαν, (μᾶλλον δὲ τοὺς ἐκτὸς τῆς ἐκκλησίας) ὡς λέων περιπατῶν καὶ κατα πίνων. Μὴ πρόσεχε αὐτῶν τῇ χρηστολογίᾳ, μηδὲ τῇ νομιζομένῃ ταπεινοφροσύνῃ· ὄφεις γάρ εἰσι γεννήματα ἐχιδνῶν. Καὶ Ἰούδας ἔλεγε, Χαῖρε Ῥαββὶ, καὶ προεδίδου. Μὴ τοῖς φιλήμασι πρόσεχε, ἀλλὰ τὸν ἰὸν φυλάσσου. 6.21 Καὶ ἵνα μὴ μάτην δοκῶμεν αὐτοῦ κατηγορεῖν, ἐν παρεξόδῳ τίς ἐστιν οὗτος ὁ Μάνης εἴπωμεν, καὶ τί διδάσκει ἐκ μέρους· ὅλον γὰρ αὐτοῦ τὸν βόρβορον, οὐδ' ὁ πᾶς αἰὼν κατ' ἀξίαν διηγήσεται. Μνημονευέσθω δὲ ταῦτα παρὰ σοὶ εἰς εὔκαιρον βοήθειαν, ἅπερ εἴρηται μὲν καὶ τοῖς πρὸ τούτου, λεχθήσεται δὲ καὶ τοῖς νῦν· ἵνα οἱ μὲν ἀγνοοῦντες μάθωσιν, οἱ δὲ εἰδότες ὑπομνησθῶσιν. Οὐκ ἔστιν ἀπὸ χριστιανῶν ὁ Μάνης, μὴ γένοιτο· οὐδὲ κατὰ τὸν Σίμωνα ἐξεβλήθη τῆς Ἐκκλησίας, οὔτε αὐτὸς οὔτε οἱ πρὸ αὐτοῦ διδάσκοντες· κλέπτης γάρ ἐστιν ἀλλοτρίων κακῶν, ἐξιδιοποιούμενος τὰ κακά. Πῶς δὲ καὶ τίνα τρόπον, ἀκουστέον. 6.22 Σκυθιανός τις ἦν ἐν Αἰγύπτῳ, Σαρακηνὸς τὸ γένος, οὐδὲν κοινὸν οὔτε πρὸς Ἰουδαϊσμὸν οὔτε πρὸς Χριστιανισμὸν κεκτημένος. Οὗτος τὴν Ἀλεξάνδρειαν οἰκήσας, καὶ τὸν Ἀριστοτελικὸν μιμησάμενος βίον, τέσσαρας βίβλους συνέταξε, μίαν καλουμένην Εὐαγγέλιον, οὐ Χριστοῦ πράξεις περιέχουσαν, ἀλλ' ἁπλῶς μόνον τὴν προσηγορίαν· καὶ μίαν ἄλλην καλουμένην Κεφαλαίων· καὶ μίαν τρίτην, Μυστηρίων· καὶ τετάρτην, ἣν νῦν περιφέρουσι, Θησαυρόν. Μαθητὴς δὲ ἦν τούτου Τερέβινθος ὀνόματι. Ἀλλὰ τὸν προῃρημένον Σκυθιανὸν ἐλθεῖν εἰς τὴν Ἰουδαίαν καὶ λυμήνασθαι τὴν χώραν, νόσῳ θανατώσας ὁ Κύριος, ἔπαυσε τὴν λοιμώδη κατάστασιν. 6.23 Ὁ δὲ τῆς κακίας μαθητὴς Τερέβινθος, κληρονόμος ὢν τοῦ χρυσοῦ καὶ τῶν βιβλίων καὶ τῆς αἱρέσεως, παραγενόμενος ἐν τῇ Παλαιστίνῃ, καὶ ἐν τῇ Ἰουδαίᾳ γνωριζόμενος καὶ καταγινωσκόμενος, ἔκρινεν εἰς τὴν Περσίδα μετελθεῖν. Ἵνα δὲ μὴ ἐκ τῆς προσηγορίας κἀκεῖ γνωρίζηται, Βουδδᾶν μετωνόμασεν ἑαυτόν. Ἀλλ' εἶχεν ἐκεῖ καὶ τοὺς ἀνταγωνιστὰς, τοὺς τοῦ Μίθρα· καὶ πολλῶν λόγων κινουμένων καὶ διαπληκτισμῶν, ἠλέγχετο. Καὶ πέρας συνελαυνόμενος, προσφεύγει τινὶ χήρᾳ. Εἶτα ἐπὶ δώματος ἀνελθὼν, καὶ προσκαλεσάμενος τοὺς ἀερίους δαίμονας, οὓς οἱ Μανιχαῖοι μέχρι σήμερον ἐπὶ τῆς μυσαρᾶς αὐτῶν ἰσχάδος ἐπικαλοῦνται· γενόμενος θεόπληκτος καὶ καταβληθεὶς ἀπὸ τοῦ δώματος, ἐξέψυξε· καὶ οὕτως ἐξεκόπη τὸ θηρίον δεύτερον. 6.24 Ἀλλ' ἔμεινε τὰ ὑπομνηστικὰ τῆς ἀσεβείας βιβλία· καὶ κληρονόμος ἦν ἡ χήρα καὶ τῶν βιβλίων καὶ τῶν χρημάτων. Μήτε δὲ συγγενέα, μήτε [δὲ] ἕτερόν τινα ἔχουσα, ἔκρινεν ἐκ τῶν χρημάτων ἀγοράσαι παῖδα Κούβρικον λεγόμενον· καὶ τοῦτον εἰς υἱοθεσίαν λαβοῦσα, ἐπαίδευσε τοῖς Περσῶν μαθήμασιν ὡς υἱὸν, καὶ ὤξυνε κατὰ τῆς ἀνθρωπότητος κακὸν βέλος. Καὶ Κούβρικος ὁ κακὸς οἰκέτης εἰς μέσον φιλοσόφων ἤκμαζε· καὶ τελευτησάσης τῆς χήρας, ἐκληρονόμησε τὰ χρήματα καὶ τὰ βιβλία. Εἶτα, ἵνα μὴ τὸ τῆς δουλείας τοῦ Κουβρίκου ὄνομα ἐπονείδιστον ᾖ, ἀντὶ Κουβρίκου Μάνην ἑαυτὸν ἐπωνόμασεν, ὅπερ κατὰ τὴν Περσῶν διάλεκτον τὴν ὁμιλίαν δηλοῖ. Ἐπειδὴ γὰρ διαλεκτικὸς ἐδόκει τις εἶναι, Μάνην ἑαυτὸν ἐπωνόμασεν, οἱονεὶ ὁμιλητήν τινα ἄριστον. Ἀλλ' ἐκεῖνος μὲν εὐδοξίαν ἑαυτῷ κατὰ τὴν Περσῶν γλῶσσαν ἐπραγματεύσατο· ἡ δὲ τοῦ Θεοῦ οἰκονομία καὶ ἄκοντα αὐτὸν ἑαυτοῦ κατήγορον ἐποίει γενέσθαι· ἵνα ἐν Περσίδι νομίσας ἑαυτὸν τιμᾷν, παρ' Ἕλλησι μανίας ἑαυτὸν καταγγέλλῃ ἐπώνυμον. 6.25 Ἐτόλμα δὲ λέγειν ἑαυτὸν εἶναι τὸν Παράκλητον). Καὶ γέγραπται· Ὃς δ' ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα