καταπολεμῆσαι Ἁγίωνα. καὶ συμβολῆς γενομένης ἡττήθησαν οἱ μετὰ Κωνσταντίνου καὶ κατεσφάγησαν, μόλις αὐτοῦ διασωθέντος. 9. Γέγονε δὲ ἔκλειψις ἡλίου, ὥστε νύκτα γενέσθαι ὥρᾳ ἕκτῃ καὶ τοὺς ἀστέρας φαίνεσθαι. ἀλλὰ βρονταὶ καὶ συνοχαὶ ἀνέμων καὶ ἀστραπαὶ γεγόνασιν, ὥστε καῆναι ἐν τοῖς ἀναβαθμοῖς τοῦ φόρου ἀνθρώπους ἑπτά. 10 καὶ ἐπολιορκήθη ὑπὸ τῶν Ἀγαρηνῶν ἡ Σάμος τὸ κάστρον, αἰχμαλωτισθέντος καὶ τοῦ στρα τηγοῦ αὐτῶν τοῦ Πασπαλᾶ. προεχειρίσατο δὲ Λέων ὁ βασιλεὺς Ζαούτζαν εἰς βασιλεοπάτορα, συμφιλιωθεὶς ἤδη Ζωῇ τῇ αὐτοῦ θυγατρί, φαρμάκῳ τινὶ τελευτήσαντος τοῦ ἀνδρὸς αὐτῆς Θεοδώ ρου τοῦ Γαουανιάτου. Στεφάνου δὲ πατριάρχου τῶν τῇδε μετα στάντος χειροτονεῖται ἀντ' αὐτοῦ Ἀντώνιος ὁ λεγόμενος Καυ λέας. 853 11. Ἦλθε δὲ καὶ ἀγγελία παρὰ τοῦ στρατηγοῦ Μακεδο νίας ὡς ὁ ἄρχων Βουλγαρίας Συμεὼν βούλεται ἐκστρατεῦσαι κατὰ Ῥωμαίων. ἡ δὲ αἰτία ἣν ὠργίζετο Συμεὼν ἦν αὕτη. Ζαούτζας ὁ βασιλεοπάτωρ εἶχε δοῦλον εὐνοῦχον ὀνόματι Μουσικόν. οὗτος ἐφιλιώθη Σταυρακίῳ καὶ Κοσμᾷ Ἑλλαδικοῖς φιλοχρύσοις καὶ πραγματευταῖς, οἵτινες πρὸς αἰσχροκερδίαν ἀφορῶντες μεσιτείᾳ καὶ δυνάμει τοῦ Μουσικοῦ διέστησαν τὴν ἐν τῇ πόλει πραγματείαν τῶν Βουλγάρων ἐν Θεσσαλονίκῃ, κακῶς τοὺς Βουλγάρους διοι κοῦντες ἐν τῷ κομμερκεύειν. οἱ δὲ Βούλγαροι τῷ Συμεὼν ταῦτα ἀπήγγειλαν. ὁ δὲ δῆλα πεποίηκε ταῦτα τῷ βασιλεῖ Λέοντι. ὁ δὲ βασιλεὺς ὑπὸ τοῦ βασιλεοπάτορος κωλυόμενος, προσπαθοῦντος τῷ Μουσικῷ, πάντα ὡς λῆρον ἤκουεν. 12 μανεὶς οὖν ὁ Βούλ γαρος ἐκστρατεύει κατὰ Ῥωμαίων. καὶ μαθὼν ταῦτα ὁ βασιλεὺς ἀποστέλλει τὸν Κρηνήτην στρατηλάτην κατὰ Βουλγάρων μετὰ ὅπλων καὶ ἀρχόντων πολλῶν τῆς πόλεως κατὰ Συμεών. καὶ συμ βολῆς γενομένης ἐν Μακεδονίᾳ τρέπονται οἱ Ῥωμαῖοι, σφαγέντος τοῦ τε Κρηνήτου καὶ τοῦ Ἀρμένη τοῦ Κουρτικίου καὶ τῶν λοιπῶν πάντων. ἐκ δὲ τῶν Χαζάρων, οἳ ἦσαν εἰς τὴν ἑταιρείαν Λέοντος, κρατηθέντες καὶ τὰς ῥῖνας αὐτῶν κοπέντες εἰς αἰσχύνην Ῥωμαίων ἐν τῇ πόλει παρὰ Συμεὼν ἀπεστάλησαν. οὓς ἰδὼν ὁ βασιλεὺς καὶ θυμωθεὶς ἀπέστειλε Νικήταν τὸν ἐπιλεγόμενον Σκληρὸν μετὰ δρο μώνων ἐν τῷ ποταμῷ ∆ανουβίῳ δοῦναι δῶρα τοῖς Τούρκοις καὶ πόλεμον κινῆσαι κατὰ Συμεών. ὁ δὲ ἀπελθὼν καὶ συντυχὼν ταῖς 854 κεφαλαῖς αὐτῶν Ἀρπάδη καὶ Κουρσάνη, καὶ συνθεμένων πολεμῆ σαι, λαβὼν ὄψιδας ἦλθε πρὸς τὸν βασιλέα. ὁ δὲ βασιλεὺς πάλιν διὰ τῆς θαλάσσης ἀπέστειλεν Εὐστάθιον πατρίκιον καὶ δρουγγά ριον τοῦ πλωΐμου. Νικηφόρον δὲ πατρίκιον τὸν Φωκᾶν καὶ δο μέστικον μετὰ τῶν θεμάτων ἀπέστειλεν διὰ γῆς, καὶ εἰσῆλθε μέχρι Βουλγάρων. ὁ δὲ βασιλεὺς τὴν εἰρήνην ἀσπαζόμενος μετὰ τοῦτο ἀπέστειλε Κωνσταντινιάκην κυαίστωρα πρὸς Συμεών, τὰ περὶ εἰρήνης συμβουλεύοντα. Συμεὼν δὲ τὴν κατ' αὐτοῦ κίνησιν διά τε γῆς καὶ θαλάσσης μαθὼν ἐν φρουρᾷ κατακλείει τὸν κυαίστωρα ὡς ἐπὶ δόλῳ ἐλθόντα. περάσαντες οὖν οἱ Τοῦρκοι, τοῦ Συμεὼν ἐπὶ τὸ στράτευμα Φωκᾶ ἀσχολουμένου, ᾐχμαλώτευσαν πᾶσαν τὴν Βουλγαρίαν. ταῦτα μαθὼν Συμεὼν κινεῖται κατὰ Τούρκων. οἱ δὲ ἀντιπεράσαντες συμβάλλουσι πόλεμον μετὰ Βουλγάρων, καὶ τρέπεται Συμεών, μόλις διασωθεὶς ἐν τῇ ∆ίστρᾳ. οἱ δὲ Τοῦρκοι ᾐτήσαντο τὸν βασιλέα ἀποστεῖλαι καὶ ἀγοράσαι τὴν αἰχμαλωσίαν τῶν Βουλγάρων· ὃ δὴ καὶ πεποίηκεν ὁ βασιλεύς, τοὺς πολίτας ἀποστείλας ἐπαγοράσαι αὐτούς. 13. Ὁ δὲ Συμεὼν δι' Εὐσταθίου δρουγγαρίου ἐδεήθη περὶ εἰρήνης. πρὸς ἣν ὑπεῖξεν ὁ βασιλεύς, καὶ ἀπέστειλε Λέοντα τὸν Χοιροσφάκτην πρὸς τὸ γενέσθαι εἰρήνην. ἐδέξατο δὲ Νικηφόρος ὑποστρέψαι μετὰ λαοῦ, καὶ ὁ δρουγγάριος τῆς βίγλης Εὐστάθιος ὁμοίως. Λέοντα οὐδὲ λόγου ἠξίωσε Συμεών, ἀλλ' ἠσφαλίσατο 855 εἱρκτῇ. ἐκστρατεύσας δὲ κατὰ τῶν Τούρκων, ἐκείνων ὀχύρωμα βοηθείας μὴ ἐχόντων παρὰ Ῥωμαίων, ἀλλ' ἀπρονοήτως ἐαθέντων, πάντας κατέσφαξεν, αὐξήσας τὴν μεγαλαυχίαν αὐτοῦ. καὶ ὑπο στρέψας εὗρε Λέοντα ἐν τῇ Μουδάγρᾳ, καὶ εἶπεν πρὸς αὐτὸν "οὐ ποιῶ εἰρήνην, ἐὰν μὴ πᾶσαν τὴν αἰχμαλωσίαν λάβω." διωρίσατο οὖν ὁ βασιλεὺς ταύτην ἀποδοῦναι, καὶ ἦλθε μετὰ Λέοντος Βούλ γαρος οἰκεῖος τοῦ Συμεών, καὶ παρέλαβεν αὐτούς. 14. Νικηφόρου δὲ τοῦ Φωκᾶ