πλῆθος ἐξάγεται καὶ ὁρᾶται παρὰ πάντων ὡς δῆθεν τυφλός· τοῦτο τὸ δρᾶμα πάμπαν τὸν θόρυβον κατεσίγασεν. Ὁ μὲν οὖν στρατοπεδάρχης ἀδείας λαβόμενος ἐσκόπει ὅπως καὶ τὸ περὶ τὸν Οὐρσέλιον στράτευμα καθελὼν τῶν παρακατασχεθέντων φρουρίων γένοιτο ἐγκρατής· οἱ δ' ἐκ βασιλέως πεμφθέντες, τῶν οἰκείων ὄντες τῷ βασιλεῖ, ἠνάγκαζον τοῦτον τὸν Οὐρσέλιον λαβόντα εἰς τὴν βασιλίδα ἐπανελθεῖν· ὁ δὲ "αἰσχρόν", ἔλεγεν, "εἶναι εἰ, πολλῶν τῶν ὑπὸ τὸν τύραννον ὄντων, ἑνὸς ἐγκρατεῖς γεγονότες αὐτοῦ τοῦ τυράννου, τοὺς ἄλλους καταλιπόντες οἰχησόμεθα· ἀνάγκη γὰρ ἕνα τῶν λειπομένων εἰς τύραννον καταστῆναι καὶ αὖθις τὰς πόλεις κυκᾶν· ἀλλ' ἐμοὶ δοκεῖ εἶναι ταῦτα καὶ τοῦτον ..., ἀποπειρᾶσαι δὲ καὶ τῶν φρουρίων ὅσον οἷόν τε". Ταῦτ' εἰπὼν ἔργου εἴχετο καὶ πρῶτον μὲν τὰς ὁδοὺς ἐφρούρει, ὡς μηδέν τι τῶν ἀναγκαίων λαθεῖν εἰς τὰ φρούρια εἰσαχθῆναι, καὶ ἐπὶ συλλογὴν σίτου καὶ τῶν ἄλλων ἀναγκαίων ἐξιόντας μεγάλως ἐσίνετο, ἔπειτα μέντοι ἐνέδρας ἐνίστα καί τινας εἰς προνομὴν ἔστελλεν· οἱ δὲ ἐν τοῖς φρουρίοις ἐξιόντες καὶ τοὺς προνομεύοντας διώκοντες ταῖς ἐνέδραις περιπίπτοντες ἡλίσκοντο. Τοῦτο πολλάκις ποικιλοτρόπως γινόμενον εἰς ἀπορίαν τοὺς Φράγγους ἐνέβαλλεν· ὅτε μὲν γὰρ μετὰ τετάρτην ἢ πέμπτην ἡμέραν ἐποίει τὰς προνομάς, ὅτε δὲ μετὰ μίαν αὖθις ἡμέραν ἢ καὶ δευτέραν. Ἀμηχανοῦντες οὖν οἱ ἔνδον οἱ μὲν σφᾶς τε αὐτοὺς καὶ τὰ φρούρια τῷ στρατοπεδάρχῃ παρέδοσαν, οἱ δὲ κενὰ ταῦτα καταλιπόντες ᾤχοντο, καὶ οὕτω πάντων γέγονεν ἐγκρατής. Ἡμέρας δὲ διατρίψας ἐν Ἀμασείᾳ καὶ τὰς πόλεις ἁπάσας καταστήσας καὶ εἰρήνην βαθεῖαν καταλιπὼν καὶ τοῖς πᾶσι δειχθεὶς ἐρασμιώτατος, ἐξῆλθεν ἐκεῖθεν μετὰ κροτοῦ καὶ εὐφημιῶν ὅτι πλείστων ἐπαγόμενος μεθ' ἑαυτοῦ καὶ τὸν Οὐρσέλιον. 2.25 ∆ιιὼν δὲ διὰ Παφλαγονίας ἐπειδὴ ἔγγιστα γέγονε τῆς οἰκίας τοῦ ∆οκειανοῦ Θεοδώρου, ἀνδρὸς τῶν εὖ γεγονότων καὶ πλούτῳ κομώντων καὶ καθ' αἷμα τῷ στρατοπεδάρχῃ προσήκοντοςτῆς γὰρ ἀδελφῆς τοῦ πατρὸς ἐκείνου παῖς ἦν οὗτος, ὡς καταλαμβάνοντα τοῦτον ἐμάνθανεν ὁ ∆οκειανὸς ἀπήντα μακρόθεν καὶ κατησπάζετο· ἀτενίσας δὲ καὶ πρὸς τὸν Οὐρσέλιον καὶ τὸ κάλυμμα θεασάμενος τὸ τοῖς ὀφθαλμοῖς αὐτοῦ ἐπικείμενον λύπης πεπλήρωτο καὶ οὐκέτι καθεκτὸς ἦν, ἀλλὰ τὸν στρατοπεδάρχην ὠνείδιζεν ὡς ἄνδρα γενναῖον οὕτω καὶ μεγάλα δυνάμενον τὰ Ῥωμαίων ὠφελῆσαι πράγματα τῶν ὀμμάτων ἀποστερήσαντα. Ὁ δὲ ἐπιεικής τε ἄλλως ὢν καὶ δεινὸς συσκιάσαι πρᾶγμα καὶ μὴ ταχέως ἐκφαίνειν, πρᾴως οὕτω καὶ γαληνῶς πρὸς ἐκεῖνον ἀντέφησε· "Τὰς μὲν αἰτίας, ἐξάδελφε, δι' ἃς οὗτος τῶν ὀμμάτων ἐστέρηται, οὐ νῦν ἐστι καιρὸς ἀπαγγέλλειν· ἐπειδὰν δὲ ἀπιόντες οἴκαδε κατὰ μόνας γενοίμεθα, εἴσῃ πάσας καί με ταχέως ἀπολύσεις τῆς μέμψεως". Φθάσαντες οὖν τὴν οἰκίαν καὶ τῶν ἵππων ἀποβάντες καὶ τὸν κονιορτὸν ἐκτινάξαντες ἠρίστων, τοῦ ἐστιάτορος τὸ δεῖπνον φιλοτίμως προευτρεπίσαντος· μετὰ δὲ τὸ ἄριστον τῆς χειρὸς λαβόμενος τοῦ ∆οκεια νοῦ ὁ στρατοπεδάρχης εἰς τὸ δωμάτιον εἴσεισιν, ἐν ᾧ ὁ Οὐρσέλιος ἐνεκέκλειστο, καὶ ἐκέλευσεν ἀναπεταννύειν τὸ κάλυμμα. Ὁ δὲ εὐθὺς ἀνεπήδα καὶ τὸ κάλυμμα ἀναπεταννὺς ὡρᾶτο βλέπων καὶ τὸν ∆οκειανὸν κατησπάζετο· ὁ δὲ τῷ αἰφνιδίῳ κατεπέπληκτο καὶ πλήρης χαρμονῆς ἐγεγόνει καὶ τὸν κλεινὸν περιπλακεὶς Ἀλέξιον κατεφίλει χείλη καὶ παρειὰς καὶ τοὺς χαριέντας ὀφθαλμοὺς καὶ μέγα ἐβόα ἄξιον εἶναι τῶν προαγόντων τοῦ νέου τὸ φρόνημα καὶ τὸ δρᾶμα ἐπῄνει καὶ τὴν σκηνὴν ἐθαύμαζε. 2.26 Τρισὶν οὖν ἡμέραις ἐπ' αὐτῷ ξενωθεὶς ὁ στρατοπεδάρχης ἐξῄει καὶ κατῄει ὡς ἐπὶ τὴν τοῦ Πόντου θάλασσαν. Περὶ δὲ τὴν Κασταμόνα γενόμενος ἐπεθύμησε τὴν τοῦ πάππου οἰκίαν ἰδεῖν. Παρακαλεσάμενος οὖν ἀπιέναι πάντας αὐτὸς μετ' ὀλίγων ἀπένευσε τῆς ὁδοῦ· ἐντὸς δὲ ταύτης γενόμενος καὶ ἔρημον ταύτην τῶν οἰκούντων ἰδὼν δακρύων ἐπληροῦτο καὶ στεναγμῶν, ἐν μνήμῃ γενόμενος τῶν αὐτοῦ γεννητόρων· βίᾳ δ' ἐκεῖθεν ἀποσπασθεὶς πρὸς τῶν ἑπομένων ἀπῄει, ὅτε μικροῦ δεῖν ἐνηδρεύθη παρὰ τῶν Τούρκων, εἰ μὴ ταχέως αὐτὸν οἱ περὶ αὐτὸν ἀποσπάσαντες συνέμιξαν τοῖς λοιποῖς.