θεότητι καὶ ἑνούμενος αὐτῷ. 26.5 μὴ λύοντος δέ πω τοῦ δευτέρου τὰ ἠπορημένα περὶ τοῦ πῶς «0τὸ θέλημα20» τοῦ θεοῦ ἐστιν «0ἐν οὐρανῷ20,» τῶν «ἐν τοῖς ἐπου ρανίοις» πνευματικῶν «τῆς πονηρίας» ἀντιπαλαιόντων τοῖς «0ἐπὶ γῆς20,» ἐκεῖθεν ἐνέσται λύειν οὕτως τὸ ζητούμενον· ὅτι, ὥσπερ οὐ διὰ τὸν τόπον ἀλλὰ διὰ τὴν προαίρεσιν ὁ ἔτι ὢν «0ἐπὶ γῆς20,» «πολί τευμα» ἔχων «0ἐν οὐρανοῖς20» καὶ θησαυρίζων «0ἐν οὐρανῷ20,» τὴν καρδίαν ἔχων «0ἐν οὐρανῷ20,» «τὴν εἰκόνα τοῦ ἐπουρανίου» φορῶν, οὐκέτι ἐστὶν «ἐκ τῆς γῆς» οὐδὲ «τοῦ» «κάτω» «κόσμου» ἀλλ' ἐκ τοῦ 20οὐρανοῦ20 καὶ «τοῦ» κρείττονος «τούτου» οὐρανίου «κόσμου»· οὕτως καὶ «τὰ» ἔτι «ἐν τοῖς <ἐπ>ουρανίοις» διατρίβοντα «πνευματικὰ τῆς πονηρίας,» «τὸ πολίτευμα» ἔχοντα «0ἐπὶ γῆς20» καὶ δι' ὧν ἀντιπα λαίει ἐπιβουλεύοντα ἀνθρώποις, θησαυρίζοντα «0ἐπὶ γῆς20,» «εἰκόνα τοῦ χοϊκοῦ» φοροῦντα, ὅστις «ἐστὶν ἀρχὴ πλάσματος κυρίου, πε ποιημένος ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων,» οὐκ ἔστιν ἐπουράνια οὐδὲ ἐν τοῖς οὐρανοῖς διὰ τὴν μοχθηρὰν διάθεσιν οἰκεῖ. ἐπὰν οὖν λέγηται· «0γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς20,» ἐκείνους οὐδὲ «0ἐν οὐρανῷ20» εἶναι λογιστέον, τῷ φρονήματι μετὰ τοῦ πεσόντος ἐξ «0οὐρανοῦ20» δίκην ἀστραπῆς πεπτωκότας. 26.6 καὶ τάχα λέγων δεῖν εὔχεσθαι ὁ σωτὴρ ἡμῶν, ἵνα 20γένηται «τὸ θέλημα20» τοῦ πατρὸς «0ὡς ἐν οὐρανῷ20» οὕτως «0καὶ ἐπὶ γῆς20,» οὐ πάντως περὶ τῶν ἐν τόπῳ τῆς «γῆς» κελεύει γίνεσθαι τὰς εὐχὰς, ὅπως ὁμοιωθῶσι τοῖς ἐν τόπῳ οὖσιν οὐρανίῳ· ἀλλ' ἔστιν αὐτῷ ἡ πρόσταξις τῆς εὐχῆς, βουλομένῳ ὁμοιωθῆναι πάντα τὰ «0ἐπὶ γῆς20,» τουτέστι τὰ χείρονα καὶ τοῖς γηΐνοις ᾠκειωμένα, τοῖς κρείττοσι καὶ ἔχουσι «τὸ πολίτευμα 20ἐν οὐρανοῖς20,» πᾶσι γενομένοις 20οὐρανῷ20. ὁ μὲν γὰρ ἁμαρτάνων, ὅπου ποτ' ἂν ᾖ, ἐστὶ «γῆ,» εἰς τὴν συγγενῆ, ἐὰν μὴ μετανοῇ, ἐσόμενός πῃ· ὁ δὲ ποιῶν «0τὸ θέλημα20» τοῦ θεοῦ καὶ μὴ παρακούων τῶν σωτηρίων πνευματικῶν νόμων 20οὐρανός20 ἐστιν. εἴτε οὖν «γῆ» ἔτι ἐσμὲν διὰ τὴν ἁμαρτίαν, εὐχώμεθα καὶ ἐφ' ἡμᾶς οὕτω «0τὸ θέλημα20» τοῦ θεοῦ διατεῖναι διορθωτικῶς, ὥσπερ ἔφθακεν ἐπὶ τοὺς πρὸ ἡμῶν γενομένους 20οὐρανὸν20 ἢ ὄντας 20οὐρανόν20· εἴτε μὴ γῆ ἀλλ' 20οὐρανὸς20 ἤδη λελογίσμεθα τῷ θεῷ, ἀξιώσωμεν, ἵνα καὶ «0ἐπὶ τῆς γῆς20» ὁμοίως «0τῷ οὐρανῷ20,» λέγω δὲ ἐπὶ τῶν χειρόνων, πληρωθῇ «0τὸ θέλημα20» τοῦ θεοῦ εἰς τὴν, ἵν' οὕτως εἴπω, οὐρανο ποίησιν αὐτῆς, ὥστε μηκέτι ποτὲ εἶναι 20γῆν20 ἀλλὰ πάντα γενέσθαι 20οὐρανόν20. ἐὰν γὰρ ὡς «0ἐν οὐρανῷ20» κατὰ τὰ ἡρμηνευμένα «0τὸ θέλημα20» τοῦ θεοῦ οὕτω 20γένηται20 «καὶ ἐπὶ γῆς,» ἡ γῆ οὐ μενεῖ γῆ· ὡς (εἰ λέγοιμι ἐπὶ ἄλλου παραδείγματος σαφέστερον) ἐὰν, ὥσπερ 20γεγένηται «τὸ θέλημα20» τοῦ θεοῦ ἐπὶ τοὺς σώφρονας, οὕτω 20γένη ται20 καὶ ἐπὶ τοὺς ἀκολάστους, οἱ ἀκόλαστοι σώφρονες ἔσονται, ἢ ὡς 20γεγένηται «τὸ θέλημα20» τοῦ θεοῦ ἐπὶ τοὺς δικαίους, <ἐὰν οὕτω 20γένηται20> καὶ ἐπὶ τοὺς ἀδίκους, οἱ ἄδικοι δίκαιοι ἔσονται· διὰ τοῦτο ἐὰν, ὡς «0ἐν οὐρανῷ» γεγένηται «τὸ θέλημα20» τοῦ θεοῦ, 20γένηται «καὶ ἐπὶ γῆς20,» ἐσόμεθα πάντες 20οὐρανὸς20, τῆς μὴ ὠφελούσης σαρκὸς καὶ συγγενοῦς αὐτῇ αἵματος μὴ δυναμένων κληρονομεῖν «βασιλείαν θεοῦ,» κληρονομεῖν δ' ἂν λεχθησομένων, ἐὰν μεταβάλωσιν ἀπὸ σαρκὸς καὶ 20γῆς20 καὶ χοῦ καὶ αἵματος ἐπὶ τὴν οὐράνιον οὐσίαν. 27.1 «0Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον20,» ἢ ὡς ὁ Λουκᾶς· «0τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν καθ' ἡμέραν20.» ἐπεί τινες ὑπολαμβάνουσι περὶ τοῦ σωματικοῦ 20ἄρτου20 λέγεσθαι εὔχεσθαι ἡμᾶς, ἄξιον αὐτῶν τὴν ψευδο δοξίαν διὰ τούτων περιελόντας παραστῆσαι τὸ ἀληθὲς περὶ 20τοῦ ἐπιουσίου ἄρτου20. λεκτέον οὖν πρὸς αὐτοὺς ὅτι πῶς ὁ λέγων δεῖν αἰτεῖν ἐπουράνια καὶ μεγάλα, οὔτε ἐπουρανίου ὄντος 20τοῦ20 εἰς τὴν σάρκα ἡμῶν ἀναδιδομένου 20ἄρτου20 οὔτε μεγάλου αἰτήματος τοῦ περὶ τούτου ἀξιοῦν, ὡσπερεὶ κατ' αὐτοὺς ἐπιλαθόμενος ὧν ἐδίδαξε προσ τάττει περὶ ἐπιγείου καὶ μικροῦ ἔντευξιν ἀναφέρειν τῷ πατρί; 27.2 ἡμεῖς δὲ ἑπόμενοι αὐτῷ διδασκάλῳ, διδάσκοντι τὰ περὶ τοῦ 20ἄρ του20, διὰ