λέγει, παρορ μῶν ἡμᾶς εἰς τὸ μίμημα· "Τῆς φιλοξενίας," λέγων, "μὴ ἐπι λανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους." δεῖ δὲ τὸν ξενοδόχον τὸ μὲν φρόνιμον ἔχειν τοῦ ὄφεως, τὸ δὲ ἀκέραιον τῆς περιστερᾶς, πειθόμενον τοῖς δύο λογίοις, καὶ τῷ, "Παντὶ τῷ αἰτοῦντί σε δίδου," καὶ τῷ, "Μὴ πάντα ἄνθρωπον εἰσάγαγε εἰς τὸν οἶκόν σου," ἵνα μὴ λύκον ἀντὶ προβάτου δεξά μενος, ἢ ἄρκον ἀντὶ βοός, τῇ ζημίᾳ τὸ κέρδος ἀπεμπολήσῃ. δοκιμάζειν δὲ πρῶτον τὸν τόπον ὀφείλει ἐν ᾧ τις ἐτάγη, εἰ ἔρημος ἢ πολύοχλος, εἶτα τὴν ἑαυτοῦ ἐπιτηδειότητα, εἰ οἷός τέ ἐστιν ἀλλόκοτα βαστάζειν ἤθη· τότε διακρίνειν τὸν εὖ ὀφεί λοντα παθεῖν, εἰ πλούσιός ἐστιν ἢ πένης, ἢ ὑγιὴς ἢ ἄῤῥωστος, ἢ βρωμάτων ἐπιδέεται ἢ ἐνδυμάτων· ἐν τούτοις γὰρ ὁ πρακτικὸς ἔλεος διανύεται. ὁ γὰρ μακάριος Ἀβραὰμ οὐχ ὑπάτους, οὐδὲ στρατηγούς, οὐδὲ τοὺς ἐπ' ἐξοχῆς ἄνδρας τοῦ περιγείου κόσμου 72 ἐξένισεν, παρ' οἷς ἵπποι κημῷ ἢ χαλινῷ ἀποστίλβοντες ἢ σαρά βαρα χαλκοτύμπανα πόῤῥωθεν τῆς ὑπερηφανίας τὸν κτύπον ἀπερευγόμενα· ἀλλ' ἔρημον οἰκῶν τόπον τοὺς ἐκεῖ φθάνοντας ἐδεξιοῦτο. οἱ δὲ τὴν ἔρημον διαβαίνοντες, ἢ δι' ἀρετὴν ἀπῄεσαν πρὸς τὸν πατριάρχην, ἢ διὰ πτωχείαν τὴν ἐπιτεταμένην <καὶ> πενίαν. [πενία γάρ ἐστι μεσότης ὑπερβολῆς καὶ ἐλλείψεως· ὑπερβολῆς μὲν πλούτου, ἐλλείψεως δὲ πτωχείας.] ὁμοίως δὲ καὶ ὁ Λὼτ χείρονα τῆς ἐρήμου πόλιν οἰκῶν εἰκότως ἐδεξιοῦτο τοὺς ἐπιχωριάζοντας ξένους διὰ τὸν τρόπον τῶν κατοικούντων. εἰ δέ τις πόλιν οἰκῶν εὐνομωτάτην, οἵα ἡ Κωνσταντίνου, ἐν ᾗ πάντες εἰσὶ ξενοδόχοι, περισσῶς τάχα τις τῶν πρεσβυτέρων "τὴν τοῦ λόγου καταλείψας διακονίαν," βρεβίοις σχολάζων ὀψωνίων, οὗτος λέληθεν ἑαυτὸν κάπηλον ἀντὶ διδασκάλου νομίζων, τῇ ὑδαρότητι τῶν λογισμῶν τὴν ἄκρατον ἐξαφανίζων γνῶσιν, τὸν προφητικὸν καρπούμενος ὄνειδον· "Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι." ὅσον γὰρ διαφέρει τοῖς ἀτο νοῦσιν ὕδατος ὁ οἶνος, τοσοῦτον ὑπερβάλλει ξενοδοχίας διδασ καλία. ἡ μὲν γὰρ ὠφελεῖ τοὺς κατ' αὐτόν, ἡ δὲ καὶ τοὺς μετ' αὐτόν· καὶ ἡ μὲν τοὺς παρόντας μόνον κερδαίνει, ἡ δὲ καὶ τοὺς ἀπόντας· τοὺς παρόντας μὲν τῆς γλώσσης, τοὺς ἀπόντας δὲ διὰ τῶν γραφομένων. οἷος ἦν ἐν σαρκὶ ὁ Σωτήρ, θρέψας μὲν τοῖς ἄρτοις πεντακισχιλίους, οὐκ ἐν πόλει, ἀλλ' ἐν ἐρήμῳ, διδάξας δὲ καὶ τοὺς παρόντας διὰ τῆς γλώσσης, σώσας δὲ τὴν οἰκουμένην διὰ τῶν γεγραμμένων Εὐαγγελίων (τοιοῦτον γὰρ οἱ λόγοι μάλιστα τῶν πνευματοφόρων). καὶ μὴ θαυμάσῃς, Θεόδωρε, εἴ τις πεινῶντα βρωμάτων ἐμπλήσῃ, ἀλλ' εἴ τίς τινος ἀγνοίας τὴν ψυχὴν ἀπαλλάξῃ. ὁ μὲν γὰρ τὴν γαστέρα χορτά ζων ἢ δωρεᾷ ἢ ἀργυρίου, ἢ <δι'> ἄρτου ἢ διὰ λαχάνων, εὐ κόλως εὑρίσκεται τὴν χρείαν παρέχων· ὁ δὲ τοῦ λόγου τροφεὺς σπανίως μὲν εὑρίσκεται, εὑρεθεὶς δέ, ἢ οὐ πιστεύεται ἢ μόλις πιστεύεται, τῶν πονηρῶν πνευμάτων ἀεὶ ἀντιπραττόντων τῇ τῶν ψυχῶν σωτηρίᾳ. τοῦτον τὸν τοῦ λόγου τῆς διδασκαλίας λιμὸν ἐν εἴδει τιμωρίας ἀπειλῶν ἐπάγειν ὁ ∆εσπότης Θεὸς ἔλεγεν τῷ προφήτῃ· "Ἐπάξω ἐπ' αὐτοὺς λιμόν, οὐ λιμὸν 73 ἄρτου καὶ ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου." καὶ περὶ μὲν τοῦ αἰσθητοῦ λιμοῦ, ἔστιν ἐγκαταλείψαντα τὴν ἐνδεομένην πόλιν ἢ χώραν ἐν ἄλλῃ σωθῆναι, ὥσπερ οἱ ἅγιοι πατριάρχαι ἀπὸ Παλαιστίνης εἰς Αἴγυπτον κατιόντες· περὶ δὲ τοῦ κατὰ νοῦν λιμοῦ, ὃς οὐκ ἄλλοθεν συμβαίνει ταῖς ἐκκλησίαις ἢ δι' ἀπορίαν τῶν διδασκάλων, πάλιν ἔλεγεν ἕτερος προφήτης· "Περιδραμοῦνται ἀπὸ ἀνατολῶν ἕως δυσμῶν ζητοῦντες τὸν λόγον τοῦ Κυρίου καὶ οὐ μὴ εὑρήσωσιν." τί γὰρ ἀγαθὸν οὐ φύεται ἀπὸ διδασκαλίας; τί δὲ ἄκαιρον οὐκ ἐφευρίσκεται ἀπὸ ἀκαίρου τροφῆς ἢ συμποσίου; νόσοι, μάχαι, ὕβρεις αἱ ὑπὸ γαστέρα, καὶ τὰ τούτων ἑξῆς. πότε ἡ Εὕα ἐκβέβληται τοῦ παραδείσου; οὐχ ὅτε τοῦ ὄφεως ἤκουσεν φαγοῦσα τοῦ ξύλου, μὴ ἀρκεσθεῖσα τῇ τεταγμένῃ τροφῇ; πότε Κάϊν τὸ τῆς ἀδελφο κτονίας εἰργάσατο μίασμα; οὐχ ὅτε τῶν ἀπαρχῶν ἀπεγεύσατο πρῶτος, τῇ ἑαυτοῦ λαιμαργίᾳ τὰ πρωτεῖα φυλάξας; πότε τὰ τέκνα τοῦ Ἰὼβ αὐτοσχέδιον τάφον τὴν τράπεζαν εὕραντο; οὐχ ὅτε ἤσθιον καὶ ἔπινον; πότε ὁ Ἠσαὺ