τὴν γῆν, Ἀπόλλωνα δὲ τὸν ἥλιον καὶ χρυσηλάκατον κελαδεινήν, τουτέστιν Ἄρτεμιν, τὴν σελήνην; Καὶ ἁπαξαπλῶς ἑκάστῳ τῶν παρὰ Θεοῦ γεγονότων ἐπιφημίζοντες τὸ δοκοῦν, προσεκύνησαν ὡς θεούς. Ὅτι δὲ σαφὴς καὶ εὐσύνοπτος καὶ οὐδὲν ἔχων περιειργασμένον καὶ σὺν ἀκριβείᾳ πολλῇ τῆς κοσμογονίας ὁ λόγος τῷ θεσπεσίῳ γέγονε Μωσεῖ, φέρε δή, φέρε καταδεικνύωμεν. Ἐν ἀρχῇ γάρ (φησίν) ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Οὐ γάρ τοι συνάναρχον καὶ συναΐδιον τῷ Θεῷ καὶ ἀγένητον, κατά τινας, ἐφίησι καὶ αὐτὸς νοεῖσθαι τὴν ὕλην, σύνδρομόν τε καὶ συνυφεστηκὸς τῷ ἀϊδίῳ τὸ οὐκ ὄν ποτε, τῷ ἀεὶ ὄντι τὸ ἐν καιρῷ καὶ μόλις παρενεχθὲν εἰς γένεσιν, οὔτε μὴν τῷ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντι τὸ κεκινημένον, τῷ ἀφθάρτῳ τὸ ὑπὸ φθοράν· χρόνῳ δὲ μᾶλλον καὶ ἀρχῇ καλούσῃ πρὸς γένεσιν περιορίζει τὴν κτίσιν, ὡς ἐξ οὐκ ὄντων ἐνηνεγμένην κατὰ βούλησιν Θεοῦ πρός γε τὸ εἶναι τοῦθ' ὅπερ ἐστί. Καὶ οὐ δήπου φησὶν ὅτι προϋποκειμένης καὶ προεξευρημένης τῆς ὕλης κοσμήτορα καὶ τεχνίτην ἁπλῶς γενέσθαι Θεόν, εἰδοποιοῦντα τὸ ἄμορφον καθ' ὃν ἂν εἰδείη τρόπον, καὶ ποιοτήτων διαφοράς, μεγέθη τε καὶ ὄγκους ἐπιρρῖψαι μόνον αὐτῇ, ἀλλὰ γὰρ ἀρρήτῳ τινὶ καὶ ἀφράστῳ δυνάμει τὸ οὐκ ὂν οὐδὲ ὑπάρχον ὅλως εἰς ἀρχὰς τοῦ εἶναι παραγαγεῖν. 2.27 Τίνα δὲ τρόπον δημιουργεῖ νῷ μὲν τῷ καθ' ἡμᾶς ἀνέφικτον ἰδεῖν, εἶναι δέ φημι καὶ πέρα λόγου παντός. Πῶς γὰρ ἄν τις φράσαι τὰ ὑπὲρ νοῦν; Ὑπερανεστήξει δέ, οἶμαι, τοσοῦτον τῶν καθ' ἡμᾶς τὰ τῆς ἀνωτάτω πασῶν οὐσίας εὑρήματα καὶ ἡ πρὸς πᾶν ὁτιοῦν τῶν πρακτέων ὁδός, ὅσονπερ αὐτῆς καὶ κατὰ φύσιν ἡττήμεθα. Ὅταν τοίνυν λέγῃ Μωσῆς· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, σύνες ὅτι συλλήβδην μὲν ὥσπερ καὶ ὡς ἐν βραχεῖ τὰ πάντα συνενεγκὼν τῆς ὅλης κτίσεως ἀφηγεῖται τὴν γένεσιν. Εἶτα πρόεισιν εὐτέχνως ἐπὶ τὸ χρῆναι λέγειν τίνα τε διεκοσμήθη τρόπον καὶ ὅπως ἕκαστα τῶν πεποιημένων τοῦθ' ὅπερ εἰσὶν εὖ μάλα διεκληρώσαντο. Λόγῳ τε μὴν τῷ πανσθενεστάτῳ δεδημιουργηκέναι φησὶν αὐτόν· Θεὸς γάρ ἐστι καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ τῶν ὅλων δημιουργὸς αὐτοῦ Λόγος. Εἶπε γάρ, φησίν, ὁ Θεός· Γενηθήτω στερέωμα καί μοι βλέπε παραχρῆμα τῇ τοῦ Λόγου δυνάμει πεπηγὸς τὸ στερέωμα, ὃ δὴ καὶ ἐκάλεσεν οὐρανόν. Εἶπεν ὁ Θεός· Ὀφθήτω ἡ ξηρά, καὶ συνέθει τὸ ὕδωρ εἰς συναγωγὴν μίαν. Ἔφη τε πρὸς τούτοις ἥλιον γενέσθαι, καὶ γέγονε, σελήνην, ἄστρα, καὶ φῶς καὶ ζῷά τε χερσαῖα καὶ ἔνυδρα, πτηνά τε πρὸς τούτοις. Ὅτι δὲ καὶ αὐτὴ τῶν στοιχείων ἡ φύσις οἴκοθέν τε καὶ ἐξ ἑαυτῆς οὐκ ἂν ἔχοι τὸ δύνασθαι διαδρᾶναι τὴν φθοράν, δεῖται δὲ μᾶλλον τῆς τοῦ συνέχοντος αὐτὴν πρὸς τὸ εὖ εἶναι χειρός, ἐδίδαξεν εἰπὼν ὅτι· Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος· ζωογονεῖ γὰρ τὰ πάντα τὸ Θεοῦ πνεῦμα, ζωὴ καὶ αὐτὸ κατὰ φύσιν ὑπάρχον, ὡς ἐκ ζωῆς τοῦ Πατρός, δεῖται δὲ τὰ πάντα αὐτοῦ, καὶ οὐκ ἂν ἑτέρως ἔχοι τὸ ἀκατάσειστον εἴς γε τὸ εἶναι τοῦθ' ὅπερ ἐστίν. 2.28 Ὅρα δὴ οὖν, ὡς ἔφην, Λόγῳ πηγνύμενον τὸ στερέωμα, καὶ ἀνίσχουσαν τὴν ξηρὰν συναγηγερμένων τῶν ὑδάτων εἰς ἕν· ὅρα πόαις τε καὶ ξύλοις χλοηφοροῦσαν τὴν γῆν, καὶ σπερματικοὺς αὐτοῖς ἐνυπάρχοντας λόγους, ἵνα δι' αὐτῶν τὰ πρόσκαιρα τὴν τοῦ ἀϊδίως εἶναι παρακλέπτοντα δύναμιν διαμένῃ καὶ σῴζηται. Ἄθρει τοὺς ἐν τῷ στερεώματι φωστῆρας οὐκ ἐφ' ἑτέρῳ τινὶ παρὰ Θεοῦ γεγονότας, πλὴν ὅτι μόνον ἵνα φαίνωσι τοῖς ἐπὶ τῆς γῆς, κατασημαίνωσι δὲ καὶ καιροὺς καὶ ἡμέρας καὶ ἐνιαυτούς. Προστετάχθαι δέ φησι καὶ τὴν γῆν ζῴων ἀλόγων ἐκδοῦναι φύσιν, εἶδος ἑκάστῳ, καὶ τὸ πόσον καὶ τὸ ἐφ' ᾧπερ ἂν γένοιτο, διανέμοντος τοῦ ∆ημιουργοῦ. Ἐπεὶ δὲ ἐπεποίητο λοιπὸν ἐν κόσμῳ τὸ πᾶν, ἐλλελοίπει δὲ ὅλως ταῖς ἀνθρώπου χρείαις οὐδέν, τότε δή, τότε, τίνα καὶ αὐτὸς ἔσται τρόπον ὁ ∆ημιουργὸς ἐνενόει· οὐ γάρ τοι τοῖς ἄλλοις ἐν ἴσῳ κτίσμασι καὶ ἡ αὐτοῦ γένεσις ἀπεσχεδιάζετο. Ἐπειδὴ δὲ μέγα καὶ ἐξαίρετον, μᾶλλον δὲ