τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν. Ἐβλασφήμησεν οὖν, Πνεῦμα ἅγιον ἑαυτὸν εἰπών. Ὁ ἐκείνοις κοινωνῶν, βλεπέτω μετὰ τίνων ἑαυτὸν ἐντάσσει. Ἐσάλευσεν ὁ οἰκέτης τὴν οἰκουμένην, ἐπειδὴ διὰ τριῶν σείεται ἡ γῆ· καὶ τὸ τέταρτον οὐ δύναται φέρειν, ἐὰν οἰκέτης βασιλεύσῃ. Καὶ μέσος ἐλθὼν, λοιπὸν τὰ ὑπὲρ ἄνθρωπον ἐπηγγέλλετο. Ἐνόσει τοῦ βασιλέως Περσῶν ὁ υἱός· καὶ ἰατρῶν δαψίλεια παρῆν. Ἀλλ' ὁ Μάνης ἐπηγγείλατο διὰ προσευχῆς ὡσανεὶ εὐσεβὴς κατορθώσειν. Ἀπέστησαν οἱ ἰατροὶ, συναπέστη τοῦ παιδὸς ἡ ζωή· ἠλέγχθη ἡ ἀσέβεια τοῦ ἀνδρός. Καὶ δέσμιος ἦν ὁ δὴ φιλόσοφος, εἰς φυλακὴν, οὐ διὰ τὸ περὶ ἀληθείας ἐλέγ ξαι τὸν βασιλέα, βληθείς· οὐ διὰ τὸ καταλῦσαι τὰ εἴδωλα, ἀλλὰ διὰ τὸ ἐπαγγείλασθαι σώζειν, καὶ ψεύσασθαι· μᾶλλον δὲ εἰ δεῖ τἀληθὲς εἰπεῖν, διὰ τὸ φονεῦσαι. Τὸν γὰρ δυνάμενον διὰ τῆς ἰατρικῆς ἐπιμελείας σωθῆναι, οὗτος τοὺς ἰατροὺς ἀποστήσας ἐφόνευσε, τῇ ἀμελείᾳ θανατώσας. 6.26 Ἐμοῦ δὲ λέγοντος τὰ περὶ αὐτοῦ πάμπολλα κακὰ, μέμνησο πρῶτον τὴν βλασφημίαν· δεύτερον, τὴν δουλείαν· οὐχ ὅτι αἰσχύνη ἡ δουλεία, ἀλλ' ὅτι τὸ δοῦλον ὄντα ἐλευθερίαν πλάττεσθαι, κακόν· τρίτον, τὸ ψεῦδος τῆς ἐπαγγελίας· καὶ τέταρτον, τοῦ παιδὸς τὸν φόνον· καὶ πέμπτον, τὴν αἰσχύνην τῆς φυλακῆς. Καὶ οὐκ ἦν γε αἰσχύνη τῆς φυλακῆς μόνον, ἀλλὰ καὶ ἡ ἐκ τῆς φυλακῆς φυγή. Ὁ γὰρ λέγων ἑαυτὸν Παράκλητον καὶ τῆς ἀληθείας ἀγωνιστὴν, ἔφευγεν. Οὐκ ἦν διάδοχος Ἰησοῦ τοῦ ἑτοίμως ἐρχομένου εἰς τὸν σταυρόν· ἀλλ' οὗτος ἐναντίος ἦν, φυγάς. Εἶτα ὁ βασιλεὺς Περσῶν ἐκέλευσεν ἀπαχθῆναι τοὺς δεσμοφύλακας. Αἴτιος ὁ Μάνης δι' ὑπερηφανίαν θανάτου τῷ παιδὶ, καὶ αἴτιος θανάτου τῶν δεσμοφυλάκων διὰ τὴν φυγήν. Ὁ οὖν παραίτιος θανάτου, οὗτος ἆρα προσκυνεῖσθαι ὀφείλει; Οὐκ ἔδει μιμήσασθαι Ἰησοῦν καὶ εἰπεῖν, Εἰ ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν; Οὐκ ἔδει κατὰ τὸν Ἰωνᾶν εἰπεῖν, Ἄρατέ με καὶ βάλλετε εἰς τὴν θάλασσαν· δι' ἐμὲ γὰρ ὁ κλύδων οὗτος; 6.27 Φεύγει ἐκ τῆς φυλακῆς, καὶ ἔρχεται εἰς τὴν Μεσοποταμίαν· ἀλλ' ἀπαντᾷ αὐτῷ ὅπλον δικαιοσύνης Ἀρχέλαος ἐπίσκοπος. Καὶ ἐπὶ φιλοσόφων κριτῶν ἐλέγξας, ἀκροατήριον Ἑλληνικὸν συστησάμενος, ἵνα μὴ χριστιανῶν κρινάντων δοκῶσιν οἱ κριταὶ χαρίζεσθαι· Λέγε, φησὶν, ὁ Ἀρχέλαος πρὸς τὸν Μάνην, ὃ κηρύσσεις. Ὁ δὲ [ὡς] τάφον ἀνεῳγμένον ἔχων τὸ στόμα, ἀπὸ βλασφημίας πρῶτον τοῦ ποιητοῦ τῶν ἁπάντων ἤρξα το φάσκων· Ὁ τῆς παλαιᾶς Θεὸς κακῶν ἐστιν εὑρετὴς, λέγων περὶ ἑαυτοῦ, Ἐγὼ ὁ Θεὸς πῦρ καταναλίσκον. Ὁ δὲ σοφὸς Ἀρχέλαος ὑπεξέλυσε τὴν βλασφημίαν, εἰπών· Εἰ ὁ τῆς παλαιᾶς Θεὸς, κατὰ τὸν σὸν λόγον, πῦρ ἑαυτὸν λέγει, τίνος υἱός ἐστιν ὁ λέγων, Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν; Εἰ μέμφῃ τὸν λέγοντα, Κύριος θανατοῖ καὶ ζωογονεῖ· διὰ τί τιμᾷς Πέτρον, τὴν Ταβιθὰν μὲν ἐγείραντα, τὴν δὲ Σαπφείραν θανατώσαντα; Εἰ δὲ καὶ μέμφῃ, ὅτι πῦρ ἡτοίμασε· διὰ τί οὐ μέμφῃ τὸν λέγοντα, Πορεύεσθε [ἀπ' ἐμοῦ] εἰς τὸ πῦρ τὸ αἰώνιον; Εἰ μέμφῃ τὸν λέγοντα, Ἐγὼ Θεὸς ποιῶν εἰρήνην καὶ κτίζων κακά· ἐξήγησαι πῶς λέγει Ἰησοῦς, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἀμφοτέρων γὰρ τὰ ἴσα λεγόντων, δυοῖν θάτερον· ἢ ἀμφότεροι καλοὶ διὰ τὴν ὁμολεξίαν· ἢ εἰ ἀνέγκλητος Ἰησοῦς ταῦτα λέγων, διὰ τί ψέγεις τὸν τὰ ὅμοια ἐν τῇ παλαιᾷ λέγοντα; 6.28 Εἶτα ὁ Μάνης πρὸς τοῦτον λέγει· Καὶ ποῖος Θεὸς τυφλοῖ; Παῦλος γάρ ἐστιν ὁ λέγων· Ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου. Ὁ δὲ Ἀρχέλαος καλῶς ὑποκρούσας, Προανάγνωθί, φησιν, ὀλίγον. Εἰ δὲ καὶ κεκαλυμμένον ἐστὶ τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον. Ὁρᾷς, ὅτι ἐν τοῖς ἀπολλυμένοις κεκάλυπται; Οὐ δεῖ γὰρ διδόναι τὰ ἅγια τοῖς κυσίν. Εἶτα, ἆρα μόνος ὁ τῆς παλαιᾶς Θεὸς ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων; Ἰησοῦς δὲ αὐτὸς οὐκ εἴρηκε, ∆ιὰ τοῦτο αὐτοῖς ἐν παραβολαῖς λαλῶ, ἵνα βλέποντες μὴ βλέπωσι; Μὴ μισῶν αὐτοὺς, ἐβούλετο μὴ βλέπειν; ἢ διὰ τὸ ἀνάξιον, ἐπειδὴ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν; Ὅπου γὰρ αὐτοπροαίρετος πονηρία, ἐκεῖ καὶ ἀποχὴ τῆς χάριτος. Τῷ γὰρ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ