∆ιελθόντι δὲ τοὺς στενωποὺς καὶ παρὰ τὴν θάλασσαν κατιόντι πρὸς τὴν Ἡράκλειαν ὁ Μαύρηξ ἀπήντα, ἀνὴρ οὐ τῶν εὖ γεγονότων, ἐντρεχὴς δὲ ἄλλως καὶ πεῖραν τῶν κατὰ θάλατταν ἔχων ὅτι πλείστην· διὸ δὴ καὶ βασιλεῦσι Ῥωμαίων ἀναγκαῖος ἐδόκει καὶ πολλῶν ἀπήλαυε τῶν ἐξ αὐτῶν δωρημάτων, ὡς καὶ πλοῦτον κτήσασθαι πλεῖστον καὶ δούλων πλῆθος καὶ τῶν ἄλλων ὑπηρετούντων περὶ τὰ στρατιωτικὰ καὶ οἰκίαν ἀνεγεῖραι λαμπράν. Ἀπαντήσας δ' οὗτος ἠξίου ἐπιξενωθῆναί οἱ, ὁ δ' ἐπείθετο. Ἐπεὶ δὲ περὶ τὴν Ἡράκλειαν ἐγένοντο, ἐπῄει πρότερον ὁ στρατοπεδάρχης ἐπὶ τὸν ἀχειροποίητον τῆς Θεομήτορος ναόν, ἐν ᾧ τὰ χαριστήρια ἐτεθύκει τῷ πάντων Σωτῆρι καὶ τούτου μητέρι· εἶτ' ἐπεξενίσθη τῷ Μαύρηκι. 2.27 Ἐν ὅσῳ δὲ αὐτῷ τὰ πρὸς τὴν ἔξοδον ἑτοιμάζετο, ἀπήγγελτο Τούρκους κατιέναι εἰς προνομήν· τὸν δ' εὐθὺς ὁ λόγος πρὸς τὰ ὅπλα ἐκίνησε μᾶλλον ἢ τὸν Ἀλέξανδρον, ὥς φασι, πάλαι ἡ Τιμοθέου αὔλησις. Ὁπλισάμενος οὖν καὶ τοῦ ἵππου ἐπιβάς, ἐξῄει σὺν τοῖς περὶ αὐτόν· ξυνείποντο δέ οἱ καὶ οἱ τοῦ Μαύρηκος ἄνδρες ἐμπειροπόλεμοι καὶ γενναῖοι, ὧν κατάρχων ἦν ὁ Βουτουμίτης Μιχαήλ, ἀνὴρ μικρὸς μέν, ὥς φησιν Ὅμηρος, δέμας, ἀλλὰ μαχήτης. Ἀλλ' οἱ Τοῦρκοι πόρρωθεν τούτους ἰδόντες καὶ τὴν ἀστραπὴν τῶν ὅπλων καὶ τὸ τῆς τάξεως εὔρυθμον καὶ τὸ τῆς ὁρμῆς ἀνυπόστατον μὴ ὑπενεγκόντες ἔφευγον ἀκρατῶς. Οἱ δὲ πόρρω τούτους τῶν ὁρίων ἐκείνων ἀπελάσαντες καὶ καταβαλόντες ἐνίους ἐπανῄεσαν. Ἥσθη τῷ παρέργῳ τῆς κατὰ πάροδον νίκης ὁ στρατοπεδάρχης καὶ ἐβούλετο καρτερεῖν ἐν τοῖς τῆς Ἡρακλείας ὁρίοις, εἴ που ἐντυχεῖν δυνηθείη Τούρκοις εἰς προνομὴν κατελθοῦσιν· ἐβούλετο γὰρ αὐξῆσαι τὰ τρόπαια καὶ οὕτως εἰς τὴν μεγαλόπολιν πένταθλος εἰσελθεῖν στεφανίτης. Ἀλλ' ἐκ βασιλέως πεμφθέντα γράμματα καὶ ναῦς σὺν ἐρέταις μονήρης ἐκώλυσαν αὐτὸν τῆς ὁρμῆς· ἐκέλευον γὰρ τὰ γράμματα εἰσελθεῖν εἰς τὴν ναῦν σὺν τῷ Οὐρσελίῳ καὶ ταχέως τὴν βασιλίδα καταλαβεῖν, ὡς ἐνεδρευόντων περὶ τὰς διόδους τῶν Τούρκων. Ὁ μὲν οὖν ἐποίει τὸ κελευσθὲν καὶ διὰ τῆς νηὸς ἠπείγετο πρὸς τὴν Προποντίδα· θρασκίου δὲ πνεύσαντος ἐξαίφνης σφοδροῦ, μικροῦ ἂν ἐκινδύνευε ναυαγίῳ περιπεσεῖν, εἰ μὴ προφανῶς τοῦτον ἡ Θεομήτωρ ἐρρύσατο· ἅμα τε γὰρ ἐπεκαλέσατο τὴν ταύτης βοήθειαν καὶ εὐθὺς ἡ θάλασσα κατηυνάζετο καὶ οὕτω γέγονε διαδρᾶναι τοῦτον τὸν κλύδωνα. 2.28 Καταλαβόντα δὲ τοῦτον τὴν βασιλίδα φιλοφρόνως ὁ βασιλεὺς ὑπεδέχετο ἠσπάζετό τε ἡδέως καί, ἵνα τοῖς ἐκείνου χρήσωμαι ῥήμασι, "καλῶς, ἔφησεν, ἧκεν ἡ μετὰ Θεὸν δεξιὰ ἡμῶν χείρ". Ἀλλὰ ταύτην μὲν πρώτην ἔσχεν ἐκ βασιλέως ἀμοιβὴν τῶν πόνων, τὴν βασιλέως εὐχαριστίαν πρώτως αὐτὸς ἐντυχών· μετὰ δὲ τοῦτο ἐτίμα καὶ σύμβολα. Εἶχε δὲ καὶ τὸν Οὐρσέλιον εἱρκτὴ φρουρούμενον ἀσφαλῶς, ὃν ὁ καλὸς τὰ πάντα Ἀλέξιος παντοίας ἐπιμελείας ἠξίου, πολλὰ τῶν ἀναγκαίων οἴκοθεν αὐτῷ χορηγῶν καὶ τὴν βασιλέως αὐτῷ κατευνάζων ὀργήν. Τὰ μὲν οὖν κατὰ τὸν κλεινὸν Ἀλέξιον οὕτω. Ὁ δὲ βασιλεὺς Μιχαὴλ τὸν Ἰσαάκιον, ἄρτι τοῦ δουκὸς Ἀντιοχείας τοῦ πρωτοπροέδρου Ἰωσὴφ τοῦ Ταρχανειώτου τὸ κοινὸν ἀποτίσαντος χρέος καὶ τῶν ἐκεῖσε στασιασθέντων πραγμάτων, ὡς μόλις δυνηθῆναι κατευνασθῆναι τὰς ἀναφυείσας στάσεις παρὰ τοῦ ἐκείνου υἱέος τοῦ μαγίστρου Κατακαλών, ἅτε καὶ τῆς τοῦ Φιλαρέτου τυραννίδος ἀρ ξαμένης ἤδη αὐξάνειν, δοῦκα Ἀντιοχείας προεχειρίσατο. Ἐπεὶ δὲ τῶν στάσεων αἴτιον ᾤετο εἶναι τὸν πατριάρχην Αἰμυλιανόν, ἐκέλευε τοῦτον εἰς τὴν Κωνσταντινούπολιν ἐξαποστεῖλαι μετὰ σπουδῆς ὅτι πλείστης. Ὁ λογοθέτης δὲ πρὸς τὸν πατριάρχην πάλαι δυσμενῶς ἔχων καὶ ἀμοιβὰς σχεῖν αὐτὸν ἐκ βασιλέως ὑπισχνεῖτο, μόνον εἰ τὸν πατριάρχην τῆς πόλεως ἐξελάσει. Ὁ γοῦν Κομνηνὸς τὴν Ἀντιόχειαν καταλαβὼν μετὰ τιμῆς ὅτι πλείστης ὑπό τε τῶν ἐν τέλει καὶ αὐτοῦ δὴ τοῦ τὸν πατριαρχικὸν θρόνον ἰθύνοντος ὑπεδέχθη· εἰσελθὼν δ' ἐν τῇ πόλει τὸν πατριάρχην θεραπεύειν προσεποιεῖτο καὶ φιλίως αὐτῷ προσενήνεκτο δεδιὼς τοῦ πλήθους τὴν πρὸς ἐκεῖνον εὔνοιαν· διχῆ γὰρ ἡ πόλις μεμέριστο καὶ τὸ μὲν τῷ