πλειόνων ταῦτα παραθησόμεθα. φησὶν ἐν τῷ κατὰ Ἰωάννην πρὸς ἐληλυθότας εἰς Καφαρναοὺμ ζητεῖν αὐτόν· «ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ <με> οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν 20ἄρτων20 καὶ ἐχορτάσθητε.» ὁ γὰρ φαγὼν «ἐκ τῶν» ὑπὸ Ἰησοῦ εὐλογηθέντων «0ἄρτων20» καὶ πληρωθεὶς αὐτῶν μᾶλλον ζητεῖ καταλαβεῖν ἀκριβέστερον τὸν υἱὸν τοῦ θεοῦ καὶ σπεύδει πρὸς αὐτόν. διόπερ καλῶς προστάτ τει λέγων· «ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν 20δώσει20.» πρὸς ταῦτα δὲ πυθομένων τῶν ἀκουσάντων καὶ λεγόν των· «τί ποιῶμεν, ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ; ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ ἔργον τοῦ θεοῦ, ἵνα πισ τεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.» «ἀπέστειλε» δὲ ὁ θεὸς «τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς,» ὡς ἐν ψαλμοῖς γέγραπται, δηλονότι τοὺς νενοσηκότας· ᾧ λόγῳ οἱ πιστεύοντες ἐργάζονται «τὰ ἔργα τοῦ θεοῦ,» ὄντα «βρῶσιν μένουσαν εἰς ζωὴν αἰώνιον.» καὶ «ὁ πατὴρ» δέ μου, φησὶ, «0δίδωσιν20 ὑμῖν 20τὸν ἄρτον20 ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· ὁ γὰρ 20ἄρτος20 τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν 20διδοὺς20 τῷ κόσμῳ.» «0ἄρτος20» δὲ ἀληθινός ἐστιν ὁ «τὸν» «ἀληθινὸν» τρέφων «ἄνθρωπον,» τὸν «κατ' εἰκόνα τοῦ θεοῦ» πεποιημένον, ᾧ ὁ τραφεὶς καὶ «καθ' ὁμοίωσιν» «τοῦ κτίσαντος» γίνεται. τί δὲ λόγου τῇ ψυχῇ τροφιμώτερον, ἢ τί τῆς σοφίας τοῦ θεοῦ τῷ νῷ τοῦ χωροῦντος αὐτὴν τιμιώτερον; τί δὲ ἀληθείας τῇ λογικῇ φύσει καταλληλότερον; 27.3 ἐὰν δέ τις πρὸς ταῦτα ἀνθυποφέρῃ λέγων μὴ ἂν αὐτὸν διδά σκειν ὡς περὶ ἑτέρου ὄντος 20ἄρτου τοῦ ἐπιουσίου20 αἰτεῖν, ἀκουέτω ὅτι καὶ ἐν τῷ κατὰ Ἰωάννην ὅπου μὲν ὡς περὶ ἑτέρου τινὸς παρ' αὐτὸν διαλέγεται, ὅπου δὲ ὡς αὐτὸς ὁ 20ἄρτος20 ὤν· ὡς μὲν περὶ ἑτέρου διὰ τούτων· «Μωϋσῆς 20δέδωκεν20 ὑμῖν 20τὸν ἄρτον20 ἐκ τοῦ οὐρανοῦ,» «οὐ» «τὸν ἀληθινὸν,» «ἀλλ' ὁ πατήρ μου 20δίδωσιν20 ὑμῖν 20τὸν ἄρτον20 ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν»· ὡς δὲ περὶ αὐτοῦ φησι πρὸς εἰπόντας αὐτῷ· «πάντοτε 20δὸς ἡμῖν τὸν ἄρτον20 τοῦτον,» «ἐγώ εἰμι ὁ 20ἄρτος20 τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε.» καὶ μετ' ὀλίγα· «ἐγώ εἰμι ὁ 20ἄρτος20 <ὁ ζῶν> ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου 20τοῦ ἄρτου20, ζήσει εἰς τὸν αἰῶνα· καὶ ὁ 20ἄρτος20 δὲ, ὃν ἐγὼ 20δώσω20, ἡ σάρξ μου ἐστὶν, ἣν ἐγὼ 20δώσω20 ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.» 27.4 ἐπεὶ δὲ πᾶσα τροφὴ «0ἄρτος20» λέγεται κατὰ τὴν γραφὴν, ὡς δῆλον ἐκ τοῦ περὶ Μωϋσέως ἀναγεγράφθαι· «0ἄρτον20 οὐκ» ἔφαγε «τεσσαράκοντα ἡμέρας καὶ ὕδωρ οὐκ» ἔπιε, ποικίλος δέ ἐστι καὶ διά φορος ὁ τρόφιμος λόγος, οὐ πάντων δυναμένων τῇ στεῤῥότητι καὶ εὐτονίᾳ τρέφεσθαι τῶν θείων μαθημάτων· διὰ τοῦτο βουλόμενος παραστῆσαι ἀθλητικὴν τελειοτέροις ἁρμόζουσαν τροφήν φησιν· «ὁ 20ἄρτος20 δὲ, ὃν ἐγὼ 20δώσω20, ἡ σάρξ μου ἐστὶν, ἣν ἐγὼ 20δώσω20 ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς,» καὶ μετ' ὀλίγα· «ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ἡ γὰρ σάρξ μου ἀλη θής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. καθὼς ἀπέστειλέ με ὁ ζῶν πατὴρ, κἀγὼ ζῶ διὰ τὸν πατέρα· καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι' ἐμέ.» αὕτη δέ ἐστιν ἡ «ἀληθὴς» «βρῶσις,» «σὰρξ» Χριστοῦ, ἥτις «λόγος» οὖσα γέγονε «σὰρξ» κατὰ τὸ εἰρημένον· «καὶ ὁ λόγος σὰρξ ἐγένετο.» ὅτε δὲ <φάγοιμεν καὶ> πίοιμεν αὐτὸν, «καὶ ἐσκήνωσεν ἐν ἡμῖν»· ἐπὰν δὲ ἀναδιδῶται, πληροῦ ται τὸ «ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ.» «οὗτός ἐστιν ὁ 20ἄρτος20 ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον 20τὸν ἄρτον20 ζήσει εἰς τὸν αἰῶνα.» 27.5 ὁ δὲ Παῦλος «νηπίοις» διαλεγόμενος καὶ «κατὰ ἄνθρωπον» πε ριπατοῦσι Κορινθίοις φησί· «γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε. ἀλλ'