εὐλογίας ἐξέπεσεν; οὐχ ὅτε τῇ κοιλίᾳ ἐδούλευσεν ἀπατηθεὶς τῷ τροφίῳ; πότε Σαοὺλ τῆς βασιλείας ἐξέπεσεν; οὐχ ὅτε τὰ κάλλιστα τῶν προβάτων παρὰ τὸν νόμον ἔφαγεν; πότε δὲ ὁ λαὸς τοῦ Ἰσραὴλ τὸν Θεὸν παρώξυνεν; οὐχ ὅτε τῆς Αἰγυπτιακῆς ἐπεθύμει τραπέζης, κρέα καὶ λέβητας ἐπιζητῶν παρὰ τοῦ διδασκάλου; Ὁφνὶ καὶ Φινεές, οἱ υἱοὶ τοῦ Ἠλεί, διὰ τί ἐθανατώθησαν ἐν ὥρᾳ μιᾷ ἐν τῷ πολέμῳ; οὐχ ὅτι ἥρπαζον ταῖς κρεάγραις ἀπὸ τῶν λεβήτων τὰ κρέατα τὰ ὄντα τῆς θυσίας; Ἰακὼβ δὲ ὁ ψεκτός, διὰ τί "ἀπελάκτισεν"; οὐκ ἐπειδὴ "ἐνεπλήσθη καὶ ἐλιπάνθη καὶ ἐπαχύνθη καὶ ἐπλατύνθη"; πότε δὲ Σοδομῖται παρὰ φύσιν ἐξῴστρησαν; οὐχ ὅτε συνεχέσι συμποσίοις τὴν γνώμην παρέ φθειραν, ὑπὸ τοῦ Ἰεζεκιὴλ ἐφ' ὕβρει μνημονευόμενοι λέγοντος· " ̓Εν εὐθηνίᾳ οἴνου καὶ ἐν πλησμονῇ ἄρτου ἐσπατάλων αὐτοί" (τοῦτ' ἔστιν ἡ πόλις) "καὶ αἱ θυγατέρες αὐτῆς" (τοῦτ' ἔστιν αἱ κῶμαι, τὸν νόμον ἀεὶ τῆς πόλεως ἔχουσαι); ὁ τῆς σωφρο σύνης δὲ λογισμός, πότε παρείθη τοῦ παλαιοῦ λαοῦ; οὐχ ὅτε 74 ὁμοίως κατεγήρασαν ἐπὶ στιβάδων, τοῦ προφήτου σχετλιά ζοντος· "Οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων καὶ μόσχους ἐκ βουκολίων γαλαθηνούς, πίνοντες τὸν διϋλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι, κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν, καὶ οὐδὲν ἔπασχον ἐπὶ τῇ συντριβῇ Ἰωσήφ"; τίσι τὸν ταλανισμὸν ὁ Ἠσαίας ἐπήγαγεν; οὐχὶ τοῖς ἐν συμποσίοις ὀρθρίζουσιν· οὑτωσὶ λέγων· "Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος συγκαύσει αὐτούς. μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου τὸν οἶνον πίνουσιν, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσιν"; πότε οἱ ἱερεῖς τοῦ Βὴλ ὑπὸ τοῦ ∆ανιὴλ κατῃσχύνθησαν; οὐχ ὅτε ἡ σποδὸς αὐτοὺς ἤλεγξεν διὰ βρωμάτων ἢ πομάτων θηρεύσασα; καὶ τί δεῖ με λέγειν περὶ τῶν τὴν πλατεῖαν βαδίζειν ἑλαμένων καὶ τὴν στενὴν λοιδορούντων; ἀρκεῖ μοι ὁ σωτήριος λόγος πρὸς ἔλεγχον τῶν κνισοδιωκτῶν, ὅπου τὸν ἀνώνυμον πλούσιον, λαμπρῶς καθ' ἡμέραν εὐφραινόμενον ἐν τῷ παρόντι βίῳ, δείκνυσι ψιχίων καὶ ῥανίδος τοῦ πένητος Λαζάρου ἐπιποθοῦντα καὶ ἀστοχοῦντα. ἴδωμεν δὲ καὶ τὸν χορὸν τῶν πάλαι ἁγίων καὶ μάθωμεν ὅλως ποίῳ χαρακτῆρι τῆς διδασκαλίας ἐχρήσαντο, τῷ διὰ βίου σεμνοῦ καὶ λόγου εὐθοῦς, ἢ τῷ διὰ συμποσίων καὶ εὐωχίας. πρῶτος ὁ Ἑνὼχ πίστει μετετέθη, ἢ συμποσίῳ; εἶτα ὁ Νῶε τὸ τῆς οἰκουμένης γένος πίστει διέσωσεν ἐν τῷ ξύλῳ, ὅτε ὁ περί γειος ἐκαθαρίζετο κόσμος, ἀπὸ τῆς τῶν συμποσίων καὶ ἀκαθάρ των ἔργων συνεχείας, ἢ νηστείᾳ καὶ προσευχαῖς; οὐχ ἵνα μικρὸν ἀπὸ τοῦ τοσούτου κλύδωνος πόματι ἀνεθῇ, ἀσχημοσύνην αὐτοῦ, καὶ οὐ κλέος, κηρύσσουσιν αἱ Γραφαί; ὁ μακάριος Ἀβραὰμ τῶν πέντε βασιλέων τῶν ἐν Σοδόμοις πίστει καὶ δικαιοσύνῃ περιεγένετο, ἢ βρώμασι καὶ πόμασι, τὸν Λὼτ ἀνα καλεσάμενος; Καὶ ὁ Θεόδωρος εἶπεν· {Ο ∆ΙΑΚ.} Εἰ τὸν Ἀβραὰμ ἄγεις εἰς μέσον, οὐκοῦν ἄκουσον καὶ παρ' ἐμοῦ· λέξει σοι γὰρ ὁ τυχών, ὅτι τοῦ μὲν πολέμου 75 πίστει περιεγένετο, τὸν δὲ Θεὸν διὰ τραπέζης ἐθήρευσεν, ὡς προλαβὼν αὐτὸς ὑφηγήσω. {Ο ΕΠΙΣΚ.} Βαβαί! ἐπεὶ ὁ Ἀβραὰμ τραπέζῃ τὸν Θεὸν ἐθήρευσεν, οὐκοῦν πάντες καταλείψαντες τὴν πίστιν καὶ τὰς λοιπὰς ἀρετάς, τὰ συμπόσια φιλοκαλήσωμεν; οὐδὲν διαφέ ροντες καπήλων ἢ πανδοχέων τῶν τὰς λεωφόρους δι' αὐτὸ τοῦτο ἐπιτειχισάντων ἕνεκα κέρδους. καὶ αἱ παρθένοι τοίνυν, αἱ ἀγωνιζόμεναι ἅγιαι εἶναι σώματι καὶ πνεύματι εἰς δόξαν Θεοῦ, ἐπειδὴ Μαρία τὸν Χριστὸν ἐγέννησεν, καὶ αὗται γεννη σάτωσαν· εἰ γὰρ οὕτως ποιήσουσιν, οὐδὲν τῶν ἑταιρίδων διαλλάσσουσιν. εἰ γὰρ οἱ διδάσκαλοι διὰ τὸν Ἀβραὰμ τὰ τῶν τραπεζῶν εὐτρεπίζουσιν, καὶ αἱ παρθένοι διὰ τὴν Μαρίαν γεννάτωσαν. ἄπαγε, τιμιώτατε, τὰ καλῶς κατὰ τὸν οἰκεῖον καιρὸν γεγενημένα ἢ γινόμενα μὴ ὑβρίζωμεν· ἑκάστου γὰρ τὸ συνειδός, ἐὰν βούληται, τὸ συμφέρον ὑπαγορεύει. εἶτα ὁ παλαιστὴς Ἰακὼβ ἀσκήσει τὰ τοῦ Λαβὰν ἀφείλατο, ἢ συμ ποσιαρχίᾳ; -ὁ λέγων· "Ἐγενόμην τοῖς καύμασι συγκαιόμενος καὶ τῷ παγέτῳ τῆς νυκτός, καὶ ἀφίστατο ἀπ' ἐμοῦ ὁ ὕπνος"· καὶ οὐδὲν πλέον αἰτῶν ἐν τῇ προσευχῇ ἢ ἄρτον καὶ ἱμάτιον, λέγων· "Ἐὰν δῷς μοι