1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

31

χρείαν μεταλαμβάνοντες πάλιν παραιτοῦνται αὐτοῦ τὴν μετάληψιν. 5.10 Τοιαῦτα καὶ περὶ τοῦ μεγάλου Πουπλίου μεμάθηκα, τὰ μὲν ἀκοῇ δεξάμενος, τὰ δὲ τοὺς ἐκείνου φοιτητὰς θεασάμενος καὶ ἐν τοῖς φοιτηταῖς διαγνοὺς τὸν διδάσκαλον, καὶ διὰ τῶν ἀθλητῶν τὸν παιδοτρίβην καταμαθών. Ἄδικον τοίνυν νομίσας καὶ βάσκανον τοσαύτην ὠφέλειαν παραδοῦναι σιγῇ τοῖς ἀγνοοῦσι προτέθηκα τὸ διήγημα καὶ αὐτοῖς τὴν ἐντεῦθεν ὠφέλειαν πραγματευόμενος καὶ ἐμαυτῷ τὸ ἀπὸ τῆς μνήμης περιποιούμενος κέρδος. Ἤκουσα γὰρ τοῦ δεσπότου λέγοντος· "Πᾶς ὅστις ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου, τοῦ ἐν οὐρανοῖς." Καὶ οἶδα σαφῶς ὡς τοῖς ἀνθρώποις τὴν τούτων μνήμην προσενεγκὼν τῆς ἐπὶ τοῦ θεοῦ τῶν ὅλων παρ' αὐτῶν ἀπολαύσομαι μνήμης. 6.t ΣΥΜΕΩΝΗΣ Ο ΠΑΛΑΙΟΣ 6.1 Συμεώνην δὲ τὸν πρεσβύτην εἴ τις ἑκὼν παραλίποι καὶ λήθῃ τῆς ἐκείνου φιλοσοφίας παραδοίη τὴν μνήμην, ἀδικίας ἂν εἰκότως καὶ βασκανίας οὐ φύγοι γραφὴν ὡς μήτε ἐπαινεῖν ἐθέλων τὰ ἀξιέπαινα μήτε τοῖς ὠφελεῖσθαι βουλομένοις εἰς μίμησιν τὰ ἀξιέραστα προτιθείς. Ἐγὼ δὲ οὐ φόβῳ τῆς κατηγορίας, ἀλλὰ πόθῳ τῆς εὐφημίας τῆς τοῦδε πολιτείας ποιήσομαι τὴν διήγησιν. Οὗτος γὰρ πλεῖστον ὅτι μάλιστα διετέλεσε χρόνον τὸν ἐρημικὸν ἀσπαζόμενος βίον καὶ ἔν τινι βραχεῖ διαιτώμενος ἄντρῳ· παραψυχῆς μὲν ἀνθρωπίνης οὐδεμιᾶς ἀπέλαυε -μόνος γὰρ βιοτεύειν προείλετο-, τῷ δὲ θεῷ τῶν ὅλων ἐνδελεχῶς προσδιελέγετο. Τὰς ἐδωδίμους δὲ τῶν βοτανῶν ἐποιεῖτο τροφήν. 6.2 Οὗτος ὁ πόνος αὐτῷ καὶ τὴν ἄνωθεν πλουσίαν ἐδωρή σατο χάριν ὡς καὶ τοῖς ἀλκιμωτάτοις καὶ θρασυτάτοις ἐπιτάττειν θηρίοις. Καὶ τοῦτο δῆλον οὐ τοῖς εὐσεβέσι μόνοις ἀλλὰ καὶ τοῖς ἀπίστοις Ἰουδαίοις ἐγένετο. Χρείας μὲν γάρ τινος ἕνεκα ἀπεδήμουν εἴς τι τῶν φρουρίων, τῶν ἔξω τῆς καθ' ἡμᾶς οἰκουμένης διακειμένων· ὑετοῦ δὲ λάβρου γενομέ νου καὶ λαίλαπος προσβαλούσης διαμαρτάνουσι μὲν τῆς ὁδοῦ, τὰ πρόσω βλέπειν οὐ δυνάμενοι. Ἀλῶνται δὲ κατὰ τὴν ἔρημον, οὔτε κώμην, οὔτε ἄντρον, οὔτε ὁδίτην εὑρίσ κοντες· ἐν ἠπείρῳ δὲ μέσῃ τοῖς ναυτιλλομένοις παραπλησίως κλυδωνιζόμενοι, καταλαμβάνουσιν οἷόν τινα λιμένα τοῦ θείου Συμεώνου τὸ σπήλαιον καὶ θεωροῦσιν ἄνθρωπον αὐχμῶντα καὶ ῥυπῶντα καὶ βραχύ τι ῥάκος σισύρας ἐπὶ τῶν ὤμων φέροντα. Ὁ δὲ εἶδέ τε ὁμοῦ καὶ ἠσπάσατο-καὶ γὰρ εὐπροσήγορος ἦν-καὶ τῆς ἀφίξεως ἤρετο τὴν αἰτίαν. Ὡς δὲ τὸ συμβὰν διηγήσαντο καὶ τὴν ἐπὶ τὸ φρούριον ἄγουσαν ὁδὸν μαθεῖν καθικέτευσαν· "Μείνατε, ἔφη, καὶ παραυτίκα ὑμῖν ἀγωγοὺς δώσω τὴν ποθουμένην ὁδὸν ἀποδεί ξοντας". Οἱ μὲν οὖν ἐπείθοντό τε καὶ διανεπαύοντο. Καθημέ νων δὲ αὐτῶν ἀφίκοντο δύο λέοντες οὐ βλοσυρὸν βλέποντες, ἀλλ' οἷόν τινα δεσπότην σαίνοντες καὶ τὴν δουλείαν ὑποση μαίνοντες. Τούτοις ἐκέλευσε διανεύων ξεναγῆσαι τοὺς ἄνδρας καὶ εἰς ἐκείνην ἀπαγαγεῖν τὴν ὁδὸν ἣν καταλιπόντες τὸν πλάνον ὑπέμειναν. 6.3 Ἀλλὰ μηδεὶς μυθῶδες εἶναι τὸ διήγημα νομιζέτω τοὺς κοινοὺς τῆς ἀληθείας ἐχθροὺς μαρτυροῦντας ἔχων τῇ ἀληθείᾳ. Αὐτοὶ γὰρ οἱ τῆς εὐεργεσίας τετυχηκότες τοῦτο ᾄδοντες διετέλεσαν. Καὶ τοῦτό μοι οὗτος ὁ μέγας Ἰάκωβος διηγήσατο, παρεῖναι φήσας αὐτοῖς τῷ θεσπεσίῳ Μάρωνι διηγουμένοις τὸ θαῦμα. Ὁ τοίνυν Ἰουδαίοις τῇ τῶν χριστιανῶν μαρτυροῦσι θαυματουργίᾳ διαπιστῶν, πῶς οὐκ ἂν εἰκότως ἀπιστότερος Ἰουδαίων κληθείη, εἴπερ οἱ μὲν καὶ δυσμενεῖς ὄντες ἡττῶνται ὅμως καὶ ταῖς τῆς ἀληθείας ἀκτῖσι παραχωροῦσιν, οἱ δὲ εὖνοι νομιζόμενοι καὶ τῆς πίστεως κοινωνοὶ οὐδὲ