γενήσεται ὠφέλεια. Ἀπολαβὼν γὰρ τὴν προτέραν ἐμαυ τοῦ δόξαν, δι' αὐτῆς σοι λαλῶ, οὐ μετά τινος φαύλης συνειδήσεως· τοῦτο γὰρ δηλοῖ τό· Οὐ μὴ κατανυγῶ. ∆ιέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Σάκκον εἶπε τὸ πένθος, ἐπειδὴ ἔθος τοῖς ἐν πένθει καὶ σάκκῳ κεχρῆσθαι. Ὁ γὰρ σάκκος κακίαν καὶ ἀγνωσίαν σημαίνει· ἐπειδὴ καὶ τρίχες τῶν ἐρίφων εἰσὶ τῶν ἱσταμένων ἐξ εὐωνύμων, καὶ τοῦ ἀποπομπαίου χιμάρου. Εἰς τὸ τέλος ΨΑΛΜΟΣ τῷ ∆αυῒδ ἐκστάσεως. Λʹ. Ὑπόθεσις. Ἄδει τὸν προκείμενον ψαλμὸν ὡς ἔτι ἐν τῇ μετανοία τῇ διὰ τὴν ἁμαρτίαν ὢν, καὶ ἀξιῶν αὐτῆς ἐλευθε ρωθῆναι. Οὐ μὴν ἀλλὰ καὶ ὡς ἤδη εἰσηκουσμένος εὐχαριστίαν ἀναφέρει· καὶ μὴν καὶ τὰ συμβάντα αὐτῷ ἐν τῷ τῆς μετανοίας καιρῷ διηγεῖται. Τὸ δὲ, ἐκστάσεως, οὐδὲν ἕτερον ἢ αὐτὴν τὴν ἁμαρτίαν ἡμῖν κατασημαίνει, δι' ἣν ὥσπερ ἀγαθῶν φρενῶν ἐξίστατο ἡ ψυχή· καὶ ὡς μὴ ἐλπίζειν ἔτι τὴν ἀνάληψιν, φάσκειν τε σαφῶς· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Ἀπέῤῥιμμαι ἄρα ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. Ἐπὶ σοὶ, Κύριε, ἤλπισα ... Κλῖνον 27.157 πρός με τὸ οὖς σου. Ἐπεὶ μὴ φθάνει ἡ ἡμετέρα κραυγὴ εἰς τὸ ὕψος, κλῖνον τὸ οὖς σου πρὸς ἐμὲ, διὰ τοῦ συγκαταβαίνειν μοι. Ἐξάξεις με ἐκ παγίδος ταύτης ἧς ἔκρυψάν μοι. Ἐφεδρεύσαντες γὰρ αὐτοῦ τὴν ψυχὴν, συνελά βοντο αὐτόν. Ἐν τίνι; ἐν τῇ ἁμαρτίᾳ. Ἐλυτρώσω με, Κύριε, ὁ Θεὸς τῆς ἀληθείας. Ὡς ἤδη εἰσακουσθεὶς τοιαῦτά φησιν. Ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς. Ματαιότητάς φησι τοῦ παρόντος βίου τοὺς περισπασμούς· οὓς καὶ ἐργαζόμενοι ματαιότητα πονοῦμεν. Παρέπεται τὸ, διακενῆς, τῷ φυλάσσοντι ματαιότητας. Ἀγαλλιάσομαι, καὶ εὐφρανθήσομαι. Λύπην καὶ τὰ λοιπὰ πάθη καταπατήσας. Καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν. Ἀντὶ τοῦ, οὐ παραδέδωκας. Ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. Ἀπαλλάξας με θλίψεως, κατέστησας ἐν ἀνέσει καὶ εὐρυχωρίᾳ. Ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. Ὥσπερ ὀφθαλμὸν τὸν νοῦν τῆς ψυχῆς φησιν, οὕτω καὶ γαστέρα φησὶ τῆς ψυ χῆς τὴν μνήμην· ἐν ᾗ ὥσπερ ἐν γαστρὶ τὰς λογικὰς ἀποτιθέμεθα τροφάς. Ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. Ἀπέστησα τὸν ὀφθαλμόν μου ἀπὸ τοῦ λαοῦ τῶν Ἰουδαίων ἐν θυμῷ καὶ ὀργῇ μεγάλῃ. Ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου. Τὸ ἐπιτετα μένον τῆς διανοίας δηλοῖ. Καὶ τὰ ἔτη μου ἐν στε ναγμοῖς. ∆ιετέλεσα, φησὶ, στενάζων ἀπὸ τῶν κακῶν. Ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου. Πτωχεύ σας, φησὶ, τῆς παρὰ σοῦ βοηθείας διὰ τὴν ἁμαρτίαν, ἠσθένησα. Καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν. Ὀστᾶ τὰς τῆς ψυχῆς δυνάμεις φησίν. [Ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου. Ἡ ἔνδεια, φησὶ, τῶν ἀναγκαίων κατέτηξέ μου τὸ σῶμα, ὅτι ὁ Σιφεὶ καὶ ὁ Βερσελεὶ ἤνεγκαν τῷ ∆αυῒδ πυροὺς καὶ κριθὰς, καὶ ἄλευρα, καὶ κύαμον, καὶ φάκον, καὶ μέλι, καὶ ἕτερά τινα· καὶ τάπητας, καὶ στρώματα· καὶ προσήνεγκαν τῷ λαῷ ταῦτα, καὶ τὰς τροφάς· ὅτι ἔλεγον τὸν λαὸν πεινᾷν, καὶ ἐκλελύσθαι διψήσαντα ἐν τῇ ἐρήμῳ.] Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνει δος. [Νεκρὸς μὲν ἀπὸ καρδίας ἐστὶν ὁ ἐστερημένος ἀρετῶν.] Καὶ οἱ ἐχθροί μου, φησὶν, ὠνείδιζόν με, καὶ οἱ γνωστοί μου ἐφοβοῦντό με, καὶ οἱ θεωροῦντες ἀπέφευγον διὰ τὴν ὑπερβολὴν ἧς ὑπερεδεικνύμην μετανοίας· σάκκῳ δὲ καὶ σποδῷ κατατρυχόμενος, καὶ ἡμέρας καὶ νυκτὸς κλαίων. ∆ιὸ καὶ φευγόντων αὐ τῶν, ἐν λήθῃ γεγένημαι, ὥσπερ ἀμέλει καὶ νεκρὸς ἐδόκουν σκεύει ἐοικέναι ἀπολωλότι. Τὸ δὲ, παρὰ πάντας, οὐχ ὑπὲρ πάντας εἰπεῖν βούλεται, ἀλλ' ἀντὶ τοῦ, παρὰ πάντας· τουτέστιν παρὰ τῶν ἐχθρῶν ὠνειδίσθην. Οὕτω γὰρ λέγει καὶ Ἀκύλας· Παρὰ πάντων τῶν ἐχθρῶν μου ἐγενήθην ὄνειδος. Ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυ κλόθεν. Ψόγον τὴν ἐπιβουλήν φησιν. Λέγει δὲ, ὡς οἱ ἐχθροὶ ἐκύκλουν ἐπιβουλεύοντες. Τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο. Ἐγὼ δὲ ἐπὶ σοὶ, Κύ 27.160 ριε, ἤλπισα. ∆ιὰ τῆς ψυχῆς τὴν καρδίαν λαμβάνου σιν· διὰ γὰρ θυμοῦ
32