τοῦ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ λόγου καὶ θαύματος ἡ ὑπερτάτη νοεῖταί τε καί ἐστι φύσις, ἑαυτῇ τὸ ζῷον ἀφομοιοῦν, ὡς ἔνι, βεβούληται· ταύτητοι καὶ μάλα εἰκότως, ἵνα μή τι μικρὸν εἶναι δοκῇ καὶ κατερριμμένον, ἢ καὶ τῶν ἄλλων ζῴων ὀλίγα διενεγκεῖν τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ μέλλον ἔσεσθαι ζῷον, τουτέστιν ὁ ἄνθρωπος, οὐκ ἀκατάσκεπτον αὐτοῦ ποιεῖται τὴν γένεσιν. 2.29 Καίτοι φαίη τις ἄν, καὶ οὐκ ἂν ἁμάρτοι τἀληθοῦς, ὡς οὐκ ἄν τι τὸν θεῖον διαλάθοι νοῦν· οἶδε δέ, οἶδε τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Τί οὖν ἐσκέπτετο, καίτοι προεγνωκὼς τὴν ἀνθρώπου φύσιν; Οἰκονομικῶς, ὡς ἔφην, ὁ πανάριστος Μωσῆς οἰονεί πως καὶ προβουλίοις φησὶ τετιμῆσθαι τὸν ἄνθρωπον, οὐχ ἁπλῆν, ὡς ἂν εἴποι τις, καὶ κατ' οὐδὲν τῶν ἄλλων ἐξηλλαγμένην τὴν αὐτοῦ γένεσιν εἰσφέρων, ἀλλ' οἱονεί πως καὶ ἐν φροντίδι θεμένου τὸ χρῆμα τοῦ Θεοῦ. Καὶ ὑπερβολικὸς μὲν ὁ λόγος, ἔχοι δ' ἄν, οἶμαι, τὸ εὖ πεποιῆσθαι δοκεῖν, εἰ πάντων ἄριστον τῶν ἐπὶ γῆς ζῴων φαμὲν εἶναι τὸν ἄνθρωπον, πεποιῆσθαί τε καὶ κατ' εἰκόνα τοῦ κτίσαντος. Ὅτι δὲ τοῖς πανσθενεστάτοις τοῦ Θεοῦ νεύμασι παρεκομίσθη πρὸς ὕπαρξιν ἡ σύμπασα κτίσις, χαλεπὸν οὐδέν, ὥς γε οἶμαι, διαμαθεῖν καὶ ἐξ ὧν γεγράφασιν οἱ τῆς αὐτοῦ δεισιδαιμονίας διδάσκαλοι· ἐδόκει γὰρ ἅπασι καὶ φρονεῖν καὶ λέγειν συλλήβδην ἅπαντα δεδημιουργῆσθαι παρ' αὐτοῦ, νοητά τε καὶ αἰσθητά, ἀόρατα καὶ ὁρώμενα. Συνωμολογήκασι γὰρ ὅτι περὶ τὸν ἁπάντων Βασιλέα καὶ Κύριον πάντα ἐστί· καὶ δὴ καὶ εἰπεῖν ὁ Πλάτων διατείνεται· Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων. Ἤδη μὲν οὖν τὰς Ἑλλήνων παρηγάγομεν χρήσεις, τὰς ἐπί γε τούτοις φημί, καὶ παρήσω μὲν τὸ ταὐτοεπεῖν, διαμεμνήσομαι δὲ τῶν Ἑρμοῦ τοῦ Τρισμεγίστου λόγων. 2.30 Ἔφη γὰρ οὗτος ἐν τῷ Πρὸς Ἀσκληπιόν· Καὶ εἶπε, φησίν, Ὄσιρις· Εἶτα, ὦ μέγιστε ἀγαθὸς δαίμων, πῶς ὅλη ἡ γῆ ἐφάνη; Καὶ εἶπεν ὁ μέγας ἀγαθὸς δαίμων· Κατὰ τάξιν καὶ ἀναξήρανσιν, ὡς εἶπον, καὶ τῶν πολλῶν ὑδάτων κελευσθέντων ἀπὸ τοῦ Κυρίου εἰς ἑαυτὰ ἀναχωρῆσαι ἐφάνη ὅλη ἡ γῆ ἔμπηλος καὶ τρέμουσα· ἡλίου λοιπὸν ἀναλάμψαντος καὶ ἀδιαλείπτως διακαίοντος καὶ ξηραίνοντος, ἡ γῆ ἐστηρίζετο ἐν τοῖς ὕδασιν, ἐμπεριεχομένη ὑπὸ τοῦ ὕδατος. Καὶ μὴν καὶ ἑτέρωθι· Ὁ πάντων ∆ημιουργὸς καὶ Κύριος ἐφώνησεν οὕτως· Ἔστω γῆ, καὶ φανήτω στερέωμα, καὶ εὐθέως ἀρχὴ τῆς δημιουργίας γῆ ἐγένετο. Καὶ ταυτὶ μὲν περὶ τῆς γῆς· ἡλίου δὲ πέρι πάλιν ὧδέ φησι· Καὶ εἶπεν Ὄσιρις. Ὦ Τρισμέγιστε ἀγαθὸς δαίμων, πόθεν ἀνεφάνη ὁ μέγας οὗτος ἥλιος; Καὶ εἶπεν· Ὄσιρι, ἡλίου γένεσιν βούλει ἡμᾶς καταλέξαι πόθεν ἐφάνη; Ἐφάνη προνοίᾳ τοῦ πάντων ∆εσπότου. Ἔστι δὲ ἡ γένεσις τοῦ ἡλίου ἀπὸ τοῦ πάντων ∆εσπότου διὰ τοῦ ἁγίου καὶ δημιουργικοῦ Λόγου αὐτοῦ γενομένη. Ὁμοίως καὶ αὐτὸς ἐν τῷ Πρὸς τὸν Τὰτ διεξοδικῷ λόγῳ πρώτῳ φησίν. Ὁ δὲ πάντων Κύριος εὐθέως ἐφώνησε τῷ ἑαυτοῦ ἁγίῳ καὶ νοητῷ καὶ δημιουργικῷ Λόγῳ· Ἔστω ἥλιος· καὶ ἅμα τῷ φάναι τὸ πῦρ τὸ φύσεως ἀνωφεροῦς ἐχόμενον λέγω δὴ τὸ ἄκρατον καὶ φωτεινώτατον καὶ δραστικώτερον καὶ γονιμώτερον ἐπεσπάσατο ἡ Φύσις τῷ ἑαυτῆς πνεύματι καὶ ἤγειρεν εἰς ὕψος ἀπὸ ὕδατος. 2.31 Τὸ μὲν οὖν προστάξει Θεοῦ διὰ τοῦ δημιουργοῦ πεποιῆσθαι Λόγου τὰ πάντα πρέποι ἂν ἀνθρώπῳ νοεῖν καὶ ἀληθὲς εἰπεῖν· τὸ δὲ ὅπως ἢ τίνα τρόπον, αὐτὸς ἂν εἰδείη καὶ μόνος. Ὅτι δὲ τῶν γεγονότων ἑκάστῳ τὸ εἶναι τοιῶσδε διανέμει κατ' ἐξουσίαν, καὶ ὁ τῆς ἁπάντων ὑπάρξεως τρόπος αὐτὸν ἔχει τὸν ὁριστὴν, σαφὲς ἂν γένοιτο καὶ δι' ὧν ἔφη Μωσῆς· Γενηθήτω στερέωμα, καὶ ἐγένετο οὕτως καὶ· Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά. Ταῦτα γὰρ δὴ τὴν ἑκάστου τῶν εἰς γένεσιν παρενηνεγμένων ὁρίζει φύσιν. ∆ιαμνημονεύει δὲ καὶ τούτου πάλιν ὁ παρ' αὐτοῖς Τρισμέγιστος Ἑρμῆς· εἰσκεκόμικε γὰρ λέγοντα τὸν Θεὸν τοῖς κτίσμασιν· Ἀνάγκην δὲ