δόντος αὐτοῦ λόγον τῷ Βασιλείῳ, ἐθάρρησεν αὐτῷ πάντα. ὁ δὲ Σαμωνᾶς εἰσελθὼν εἰς τὸν βασιλέα εἶπεν αὐτῷ ὅτι, δέσποτά μου, θέλω σοι εἰπεῖν τι ἰδίως, ὅπερ ἐὰν μὲν εἴπω, ἀπο θνήσκω, εἰ δὲ μὴ εἴπω, ἀποθνήσκεις σύ. καὶ διεξῆλθε πρὸς τὸν βασιλέα πᾶσαν τὴν ἐπιβουλὴν τοῦ Βασιλείου. ἀπιστήσαντος δὲ τοῦ βασιλέως τοῖς λαληθεῖσι παρ' αὐτοῦ, καὶ εἰρηκότος "μή τίς σοι ὑπέβαλε ταῦτά μοι εἰπεῖν, καὶ ἐκ δωροδοκίας τοῦτο ἐποίησας;" ὁ δὲ εἶπεν "ἀπόστειλον πιστοὺς ἀνθρώπους, οὓς κελεύεις, ἐν τῷ ἐμῷ κελλίῳ, δέσποτά μου, καὶ ἵνα εἰσὶν ἐγκεκρυμμένοι, καὶ εἴ τι ἂν ἀκούουσι παρὰ Βασιλείου καὶ παρ' ἐμοῦ, γράφωσι ταῦτα." παρευθὺ δὲ ὁ βασιλεὺς ἀποστέλλει Χριστοφόρον πρωτοβεστιάριον ἅμα Καλοκύρῳ κοιτωνίτῃ, καὶ ἀνελθόντες ἐκρύβησαν ἐν τῷ κελ λίῳ αὐτοῦ. Βασίλειος οὖν δελεασθείς, καὶ λαβὼν λόγον ἔνορκον παρὰ Σαμωνᾶ εἰς τὸ προσευχάδιον αὐτοῦ, ἐξεῖπεν αὐτῷ πάντα τὰ τῆς βουλῆς καὶ τοὺς συμβουλευομένους. ἀριστώντων δὲ αὐτῶν κατελθόντες Χριστοφόρος καὶ Καλοκῦρος διὰ γραφῆς ἀνέγνωσαν πάντα τῷ βασιλεῖ. καὶ παρευθὺ μὲν Βασίλειον προσκαλεσάμενος 859 δέδωκε μιλιαρήσια χιλιάδας εἰκοσιτέσσαρας ὡς δῆθεν ψυχικὰ τῆς αὐτοῦ θείας Ζωῆς, ὡς ὁρισθέντα παρ' αὐτῆς οὕτως, καὶ ἀπέ στειλεν ἐν Μακεδονίᾳ. καὶ τὸν μὲν Βασίλειον οὕτως τῆς πόλεως ἐξήγαγε, τοὺς δὲ λοιποὺς τοὺς τῆς αὐτῆς βουλῆς μετεσχηκότας καὶ κοινωνήσαντας, Πάρδον μὲν δρουγγάριον τῆς βίγλης ἀποστέλλει πρὸς τὸν Στυπιώτην δῆθεν ἀγαγεῖν αὐτόν, προμηνυθέντος ἐκείνου διὰ βασιλικοῦ πιττακίου τοῦτον δεσμῆσαι. προφασισάμενος δὲ ὁ βασιλεὺς ἀπελθεῖν καὶ δειπνῆσαι εἰς τὸν ἅγιον Λάζαρον, εἰς τὸ καταβάσιον τοῦ τζυκανιστηρίου, ἔστησεν Ἰωάννην Γαριδᾶν μετὰ καὶ τῶν λοιπῶν τῆς ἑταιρείας ἐν τῷ κουβουκλίῳ· καὶ ἐν τῷ κατέρ χεσθαι τὸν βασιλέα κρατήσαντες οἱ μετὰ Ἰωάννου Νικόλαον ἑται ρειάρχην ἐξήγαγον τῆς πόλεως. ἀγαγὼν δὲ ἐκ Μακεδονίας Βασί λειον καὶ ἀνακρίνας καὶ τύψας, καὶ τὰς τρίχας αὐτοῦ καταφλέξας, καὶ ἐν τῇ μέσῃ θριαμβεύσας, ἐξώρισεν ἐν Ἀθήναις· καὶ κακῶς ἐκεῖ τελευτᾷ. ὡσαύτως καὶ Νικόλαον ἑταιρειάρχην καὶ Στυλιανὸν καὶ Ἰωάννην καὶ συγγένειαν πᾶσαν Ζαούτζα τοὺς μὲν ἀπέκειρε τοὺς δὲ ἐξώρισε, δημεύσας τὰς οὐσίας αὐτῶν πάσας. καὶ οὕτως πᾶσα ἡ συγγένεια Ζαούτζα ἐξωλοθρεύθη διὰ Σαμωνᾶ. 21 πάντας δὲ τοὺς μαγίστρους καὶ τοὺς ἐν τέλει προσκαλεσάμενος ὁ βασιλεὺς ἀνέγνω κατενώπιον αὐτῶν τὰ μηνυθέντα παρὰ Σαμωνᾶ· καὶ εἰρή κασιν ἄξιον εἶναι τιμῆς μεγάλης. ὁ δὲ παρευθὺ τοῦτον τῇ τοῦ πρωτοσπαθαρίου ἀξίᾳ τετίμηκεν, καὶ προσῳκειώσατο ἑαυτοῦ. 860 22. Ἐτελεύτησε δὲ Ἀντώνιος ὁ πατριάρχης, καὶ ἀντ' αὐτοῦ χειροτονεῖται Νικόλαος μυστικὸς ὢν τοῦ βασιλέως. παρελή φθη δὲ καὶ τὸ κάστρον ἡ ∆ημητριὰς ἐν τῷ θέματι τῆς Ἑλλάδος ὑπὸ ∆αμιανοῦ τοῦ Ἀγαρηνοῦ. 23. Λέων δὲ ὁ βασιλεὺς στέφει Ἄνναν θυγατέρα Ζωῆς τῆς ἀπὸ τοῦ Ζαούτζα, διὰ τὸ μὴ δύνασθαι ποιεῖν τὰ ἐκ τύπου κλητόρια μὴ οὔσης Αὐγούστης. 24. Ἠγάγετο δὲ ὁ βασιλεὺς κόρην ἐκ τοῦ θέματος Ὀψικίου, ὡραιοτάτην πάνυ, ὀνόματι Εὐδοκίαν, στέψας καὶ ἀναγο ρεύσας καὶ γήμας αὐτήν· ἐξ ἧς παιδίον ποιήσας ἄρρενα, ἐφ' ᾧ τετελεύτηκε καὶ αὐτὴ καὶ τὸ γεννηθέν. 25. Ἐξωνήσατο δὲ οἰκήματα ὁ βασιλεὺς Λέων πλησίον τῶν ἁγίων ἀποστόλων, καὶ ἔκτισεν ἐκεῖ ἐκκλησίαν περιφανῆ ἐπ' ὀνόματι τῆς προτέρας αὐτοῦ γυναικὸς τῆς ἁγίας Θεοφανῶ. 26 ὡσαύτως ἔκτισεν ἐκκλησίαν εἰς τοὺς λεγομένους Τόπους, τὸν ἅγιον Λάζαρον, κατασκευάσας αὐτὴν μονὴν ἀνδρείαν εὐνούχων. ἔνθα καὶ τὸ τοῦ ἁγίου Λαζάρου σῶμα ἐκ Κύπρου καὶ Μαρίας τῆς Μαγδαληνῆς ἀπὸ Ἐφέσου ἀνακομίσας ἀπέθετο, ποιήσας καὶ τὰ ἐγκαίνια τῆς αὐτῆς ἐκκλησίας. ἀσχολουμένου δὲ τοῦ στόλου εἰς τὰ κτίσματα τῶν τοιούτων ἐκκλησιῶν παρελήφθη ἐν Σικελίᾳ τὸ Ταυρομένιον ὑπὸ τῶν Ἄφρων, τῇ ἀμελείᾳ, μᾶλλον δὲ προδοσίᾳ Εὐσταθίου δρουγγαρίου τῶν πλωΐμων, καὶ Καραμάλου ἐκεῖσε ὄντος καὶ Μιχαὴλ τοῦ Χαράκτου, γενομένης πολλῆς σφαγῆς τῶν 861 Ῥωμαίων. ἀνελθόντων δὲ αὐτῶν ἐν τῇ πόλει παρά τε τοῦ βασι λέως καὶ τοῦ πατριάρχου ἐλεγχθέντων παρὰ Μιχαὴλ τοῦ Χαράκτου ὡς προδοτῶν, κατεκρίθησαν θανάτῳ. παρακληθέντος δὲ τοῦ βασιλέως παρὰ