ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι, πᾶν ὃ ἐὰν δῷς μοι, δεκάτην ἀποδεκατώσω αὐτά σοι" -οὐκ εἶπεν, "τραπέζαις καταναλώσω." ὁ τοῦ Θεοῦ ὑποφήτης καὶ πιστὸς θεράπων Μωϋσῆς ἐκεῖνος, ποίαν τράπεζαν εὐτρεπίσας ἐξεκλησίασεν λαὸν ἐν τῷ ὄρει; τίνας δὲ καὶ κρατῆρας πομάτων εἶχεν; ὁ πέτραν ῥάβδῳ ἀμέλξας διὰ τὴν τοῦ λαοῦ ἀπιστίαν, ὁ ἑξακοσίων χιλιάδων ἀφηγητής, πυξία νόμου ἐβάσταζεν εἰς διόρθωσιν τοῦ λαοῦ, ἢ φιάλας ἀεροφανεῖς ὑστέρας τε χοίρων καὶ ὄρνεις ἐκ Φάσιδος καὶ ἰχθὺν ἐκ πελάγους καὶ οἶνον διϋλισ μένον ἐκ Τύρου καὶ ἄρτους πλυτοὺς προβαλλόμενος τοῖς παι δευομένοις, ἢ λόγον; {Ο ∆ΙΑΚ.} Ἀλλ' ἀνθυποίσει σοί τις πρὸς ταῦτα, πάτερ· "Κἀμοὶ δὸς μάννα κἀκεῖνο τὸ ὕδωρ, καὶ οὐδὲν ἐπιζητῶ πλέον." 76 {Ο ΕΠΙΣΚ.} Καὶ τίς οὕτως ἀργαλέος, ἵνα προκρίνῃ τῆς πνευματικῆς διδασκαλίας μάννα αἰσθητὸν καὶ ὕδωρ ῥευστόν; εἶτα Σαμουήλ, ὁ διδάσκαλος τοῦ λαοῦ, ἐπὶ εἴκοσι καὶ πέντε ἔτη ἐν Ἁρμαθάϊμ ἡσυχάσας, τίνα ποτὲ τραπέζῃ τῶν εἰδώλων ἀπέστησεν καὶ οὐ λόγῳ; πότε δὲ ὁ βασιλεύς, ὁμοῦ καὶ προ φήτης καὶ ψαλμῳδός, τρυφῆς ἐστήσατο τράπεζαν; -ὁ λέγων, ὅτι "Σποδόν, ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθ μοῦ ἐκρίνων." ὁ τῆς οἰκουμενικῆς νηστείας δημιουργὸς τρία ἔτη καὶ μῆνας ἓξ ἀσιτίαν ἀκουσίως τοῖς γαστριμάργοις παρα σκευάσας, ποίᾳ τραπέζῃ τῆς ἁμαρτίας ἀπήλλαξεν ὁ Θεσβείτης Ἠλίας; τίνας δὲ καὶ ὀψοποιοὺς εἶχεν; οὐχὶ διὰ κοράκων τὴν ἐπιούσιον ἐδέχετο μᾶζαν; ὁ σοφὸς ∆ανιὴλ καὶ τῶν μελλόντων αὐτόπτης, ποίᾳ τραπέζῃ τοὺς Ἀσσυρίους ἐπαίδευσεν; οὐχὶ νηστείᾳ καὶ προσευχῇ τὸν δράκοντα ὤλεσεν καὶ τὸν Βὴλ κατέ στρεψεν καὶ τοὺς λέοντας ἐφίμωσεν καὶ τὸν βασιλέα ἔπεισεν τοὺς πατρῴους θεοὺς ἀπαρνήσασθαι ὁμολογίᾳ τοῦ ὄντως ὄντος Θεοῦ; τίσι τραπέζαις, ποίᾳ δὲ χρηστοφαγίᾳ ἐχρήσατο ὁ χορὸς τῶν λοιπῶν προφητῶν ἢ ἀποστόλων; οὐκ ἦσαν διδάσκαλοι; οὐ τὴν ὑπουράνιον ἐπιστεύθησαν; οὐ τούτων ἐσμὲν διάδοχοι; οὐ μιμητὰς ἡμᾶς τούτων εἶναι βούλεται ὁ λόγος, προσέχοντας τοῖς τρόποις, καθὼς ὁ Παῦλος διδάσκει λέγων· "Ὧν ἀναθεω ροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν"; ποῖα μελίπηκτα εἶχεν ἐν τῇ ἐρήμῳ ὁ κήρυξ τῆς μετανοίας, ὁ βαπτιστὴς Ἰωάννης, ὁ τοῖς προσερχομένοις οὐ μόνον εὐτρε πίσας ἄριστα, ἀλλὰ καὶ αὐτὴν τὴν συντυχίαν πικρὰν μετ' ἐπιπλήξεως παρέχων; οὐ μόνον γὰρ δριμεῖ τῷ βλέμματι τὸ μεμολυσμένον συνειδὸς αὐτῶν σείων, ἀλλὰ καὶ αὐτῷ τῷ σχή ματι, πολλῷ δὲ μᾶλλον καθάπερ ξίφει τῷ λόγῳ τὰ τῶν ψυχῶν ἀποστήματα τέμνων· ""Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας," καὶ μὴ μόνῳ τῷ βαπτίσματι ἐπερείδεσθε ἢ τῷ τέκνα εἶναι τοῦ Ἀβραάμ." τί δαὶ ὁ διδάσκαλος τῶν ἐθνῶν, ὁ τῆς περιτομῆς καταλυτής, ἵνα περιτομὴν πίστεως στήσῃ, "τὸ 77 σκεῦος τῆς ἐκλογῆς," Παῦλος; ὅλως εὑρίσκεται σχολὴν ἄγων τραπέζης, ὁ πάντων μᾶλλον χρεώστης τούτου, καὶ ὀφείλων ὡς ἔθνεσιν ἀπίστοις πρότερον τὴν διὰ τραπέζης ποιεῖσθαι σχέσιν; τί δαὶ καὶ γράφει τῷ Τιμοθέῳ ἐπισκόπῳ Ἐφέσου· "Πρόσεχε" τῇ τῆς τραπέζης φιλοτιμίᾳ ἢ "τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ" (ἐν οἷς μάλιστα ἄοκνος ἦν καὶ εὔτονος ὁ μακάριος Ἰωάννης); -"ἀκαίρως, εὐκαίρως ἐπίστηθι," λέγων, "ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον" (μηδενὸς αὐτῷ ἐπισκήπτ οντος, ὅτι δύο μὲν τὰ πικρὰ καὶ ἓν τὸ προσηνές, ἴσως κἀκεῖνο μετὰ φειδωλίας ἐπάγοντος· τὸ δέ, "ἔλεγξον, ἐπιτίμησον," πικρῶν ὄντων σφοδρῶς, ἐν τῷ "παρακάλεσον," καὶ οὐ "κολάκευσον"· ὅπερ ἐπιστημονικῶς γιγνόμενον, πικρότερόν ἐστι τοῖς φιλη δόνοις καὶ ἀναπεπτωκόσι φορτικωτέρων εὑρισκομένων τῶν ἐλέγχων. ἐκεῖ μὲν γὰρ ἴσως ὑπό τινος θυμοῦ ἀντιβαίνουσα ἡ ψυχὴ ἀναισθήτως ἔχει πρὸς τὰ λεγόμενα τοῦ ἐλέγχου· ἐν ταῦθα δὲ ἡσύχως καὶ κατὰ μικρὸν τοῖς ἐπιεικέσι μετὰ τῆς ἀληθείας λόγοις αἰσθητικῶς, ὡς ὑπὸ πυρὸς μαλακοῦ, καιομένη διαπρίεται). τί δὲ καὶ ὑπομιμνήσκει αὐτόν· τὰ συμπόσια καὶ τὰς εὐωχίας ἢ τὰ τῶν θλίψεων σεμνολογήματα; -λέγων· ""Σὺ γὰρ παρηκολούθηκάς μου τῇ ἀγωγῇ," ὅπως διετέθην τῇ προθέσει τοῦ πάντα εἰς