καὶ ἐπιθυμίας τὸν νοῦν θανα τοῦσιν. Ἐν ταῖς χερσίν σου οἱ κλῆροί μου. Εἰ καὶ ἐπι βουλεύουσιν οἱ ἐχθροὶ, ἐπιβουλεύοντες τὴν ψυχήν μου λαβεῖν, ἀλλὰ οἱ κλῆροί μου πεφυλαγμένοι εἰσὶν ἐν ταῖς χερσί σου, οὓς ἀποδώσεις μοι κατὰ καιρὸν, διὰ τὸ ἐπὶ σοί με ἐλπίζειν. ∆ιὸ καὶ δέομαι ἐπὶ τοῦ παρ όντος ῥυσθῆναι ἐκ τῶν ἐχθρῶν μου. Ἐκεῖνοι μὲν οὖν ἀθροισθέντες τὸν ἐμὸν καττύουσι θάνατον· ἐγὼ δὲ σὲ Θεὸν οἶδα καὶ πρύτανιν. Ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με. Φεῦγε τὴν πονηρίαν, φησὶν ὁ Ἀπόστολος· εἰ καὶ διώκει ἡ πονηρία, διώκει δηλονότι καὶ ἡ μοιχεία, καὶ ἡ πλεο νεξία, καὶ ὁ θυμὸς, καὶ ἡ ὀργή· τὰ δὲ λοιπὰ ἀπολέ λειπτο. Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου· σῶσόν με ἐν τῷ ἐλέει σου. Τῆς γὰρ σῆς μοι γενομένης ἐπιφανείας, τὰ σκυθρωπὰ παραυτίκα λυ θήσεται. Οὗτός μοι, φησὶ, μόνος τρόπος τῆς σωτη ρίας, εἰ τὸ σὸν ἐπιφάνῃς πρόσωπον. Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε. Ἐντεῦθεν μανθάνομεν ὡς πολλὴν διαφορὰν ἁμαρ τία πρὸς ἀσέβειαν ἔχει. ∆ιὸ καὶ ὁ μέγας παρακαλεῖ ∆αυῒδ αὐτὸν μὲν τῆς διὰ τὴν ἁμαρτίαν γεγενημένης αἰσχύνης ἀπαλλαγῆναι, τοὺς δὲ ἐν δυσσεβείᾳ συζῶν τας μετ' αἰσχύνης τῷ θανάτῳ παραπεμφθῆναι Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια. Εὔχομαι, φησὶν, ἀποκωφωθῆναι τοὺς ἐχθρούς· τοῦτο δὲ ἔσται, εἰ ἐπιφάνῃς τὸ πρόσωπόν σου. Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε! Ὡς ἤδη διὰ τοῦ Πνεύματος φωταγωγηθεὶς, Κύριε! Ὡς ἤδη διὰ τοῦ Πνεύματος φωταγωγηθεὶς, τῷ ∆αυῒδ ἐπὶ ἐκπλήξεως πολλάκις λαμβάνειν τὴν, ὡς, φωνὴν, ἀντὶ τοῦ, σφόδρα. Πολλή σου ἐστιν ἡ χρηστότης, ἣν ταμιεύεις καὶ φυλάττεις ἡμῖν· τὸ γὰρ, ἔκρυψας, ἀντὶ τοῦ, ἐφύλαξας, ὡς καὶ τό· Ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ. Κέχρηται δὲ τῷ, ἔκρυψας, ἀντὶ τοῦ, ἐφύλαξας, ἐπειδὴ τὸ κεκρυμμένον φυλάτ τεται. Ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σέ. Ἀντὶ τοῦ, ἐξειργάσω ἐν καιρῷ τῷ προσήκοντι. Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσ ώπου σου. Τὸ πρόσωπόν σου, φησὶ, σκέπη τοῖς ἐλπί ζουσιν ἐπὶ σὲ γένηται. Ἀπὸ ταραχῆς ἀνθρώπων σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν. Καθάπερ, φησὶν, σκέπη σκεπάσεις αὐτοὺς, ὥστε μήτε ὑπὸ τῶν λόγοις αὐτοῖς ἐπιχειρούντων κα ταβλάπτειν, μήτε ὑπὸ τῶν ἔργοις πολεμούντων ἁλί σκωνται. Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς. ∆ι' ἐμοῦ, φησίν, ὁ Θεὸς ἐδοξάσθη· ὅτι, μυρίων πολεμίων περὶ ἐμὲ συστάν των, καὶ δίκην μεγάλης πόλεως τὴν ἐμὴν ψυχὴν πολιορκεῖν πειρωμένων, ὁ ἐμὸς φύλαξ, φραγμὸν ἐμοὶ περιβαλὼν, τὸ ἔλεος αὐτοῦ θαυμαστὸν ἔδειξεν. Ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει μου· Ἀπέῤῥιμμαι. Ὁπηνίκα, φησὶν, ἐταπείνουν ἐμαυτὸν ἐν τῇ 27.161 γενομένῃ μοι ἐκστάσει, ὅτε καὶ ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἐπέτριβον ἐμαυτὸν ὡς ἀπεῤῥιμμένος διὰ τὴν ἐμὴν ἁμαρτίαν. Ἀλλ' ἐγὼ μὲν ταῦτα, φη σὶν, ἔλεγον, σὺ δὲ ὁ φιλάνθρωπος οὐκ ἀπέῤῥιψας τὸν σὸν οἰκέτην. Ἀγαπήσατε τὸν Κύριον, πάντες οἱ ὅσιοι αὐ τοῦ. Τρέπει τὸν λόγον εἰς τὴν ἑτέρων παραίνεσιν ἀφ' ὧν εὐηργετήθη, τοὺς ἄλλους ἐπὶ τὸ ἐξομολογεῖ σθαι παρακαλῶν. Καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. Μακροθυμεῖ μὲν ὁ Κύριος ἐπὶ τοῖς ὑπερηφάνοις, τοῖς δὲ περισσῶς ποιοῦσιν ὑπερηφανίαν καὶ ἀνταποδίδωσιν. ΨΑΛΜΟΣ τῷ ∆αυῒδ, συνέσεως. ΛΑʹ. Ὑπόθεσις. Τὴν κακοπάθειαν αὐτοῦ τὴν πολλὴν προβαλλόμενος ὁ ∆αυῒδ, ἣν ἐν τῇ μετανοίᾳ ὑπέμεινεν, μακαρίζει τοὺς τῆς ἀφέσεως τετυχηκότας διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας. Συνέσεως δὲ ἐπιγέγραπται ὁ ψαλ μὸς, διὰ τὸ ταύτης μάλιστα δεῖσθαι τοὺς ἀνθρώ πους· ὅτι δὴ σφόδρα ἐκνενευκότες ἐπὶ τὰ πάθη, ἵπποις καὶ ἡμιόνοις ἀπεικάσθησαν. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Ἀφίενται μὲν αἱ ἀνο μίαι διὰ βαπτίσματος, ἐπικαλύπτονται δὲ ἁμαρτίαι διὰ τῆς πικρᾶς μετανοίας. Μακάριος ἀνὴρ οὗ οὐ μὴ λογίσηται ὁ Κύριος ἁμαρτίαν, οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. Οὗτος γὰρ
33