ὑμῖν τοῖς ὑπ' ἐμὲ περιθήσω ταύτην τὴν διὰ τοῦ Λόγου μου ὑμῖν ἐντολὴν δεδομένην· τοῦτον γὰρ νόμον ἔχετε. Ὡς γὰρ ἔφην ἀρτίως, τῶν γεγονότων ἑκάστῳ φυσικὸν ὡρίσατο νόμον ὁ ∆ημιουργός, καὶ τοῖς αὐτοῦ νεύμασι τὸ εἶναι τοιῶσδε τυχὸν ἢ μὴ διαλαχόντα φαίνεται. Καὶ ὁ μὲν εἰς εὐθύ τε διήκων καὶ ἀκαπήλευτος λόγος ἔχοι ἂν ὡδί· κατατέθηπε δὲ οὐ μετρίως αὐτὸς τὴν Πλάτωνος δόξαν, καί φησιν· {ΙΟΥΛΙΑΝΟΣ} Ὅ γε μὴν Πλάτων ἄκουε περὶ τοῦ κόσμου τί φησιν. Ὁ δὴ πᾶς οὐρανός, ἢ κόσμος ἢ καὶ ἄλλο τί ποτε ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦτο ἡμῖν ὠνομάσθω πότερον ἦν ἀεί, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν, ἀπ' ἀρχῆς τινος ἀρξάμενος; Γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστι, καὶ σῶμα ἔχων· πάντα δὲ τὰ τοιαῦτα αἰσθητά, δόξῃ περίληπτα μετὰ αἰσθήσεως. Καὶ μεθ' ἕτερα· Οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τε τῇ ἀληθείᾳ διὰ τὴν τοῦ Θεοῦ γενέσθαι πρόνοιαν. {ΚΥΡΙΛΛΟΣ} 2.32 Ἰδοὺ δὴ σαφῶς καὶ ὁ κατ' αὐτὸν θεῖός τε καὶ πάνσοφος Πλάτων σύμπαντα τὸν κόσμον ἢ ὅ τί ποτ' ἂν λέγοιτο γενητόν τε εἶναι καὶ ἀπ' ἀρχῆς τινος ἦρχθαι διαβεβαιοῦται, καὶ μὴν ἁπτόν τε καὶ ὁρατὸν καὶ ἐνσώματον καὶ δοξαστὸν μετ' αἰσθήσεως, καὶ κατά γε τὴν τοῦ ∆ημιουργοῦ πεποιῆσθαι πρόνοιαν. Ὁ δὲ τῆς Πλάτωνος εὑρησιλογίας εἰς ἅπαν ἀπηρτημένος καὶ τοῖς εἰς λῆξιν ἐπαίνοις αὐτὴν στεφανῶν, ὅτι καὶ πεπλάνηται σὺν αὐτῷ καὶ πεφρόνηκε μὲν τῶν ἀμωμήτων οὐδέν, περιφέρεται δὲ ὥσπερ ἀνέμῳ παντί, σαφηνιοῦμεν οὐκ εἰς μακράν, πάλιν τὰ αὐτοῦ παραθέντες Ἰουλιανοῦ· ἔφη γὰρ οὕτως· {ΙΟΥΛΙΑΝΟΣ} Ἓν δὲ ἑνὶ παραβάλωμεν μόνον, τίνα καὶ ποδαπὴν ποιεῖται δημιουργίαν ὁ Θεὸς ὁ παρὰ Μωσῇ, καὶ ποδαπὴν ὁ παρὰ Πλάτωνι. Καὶ εἶπεν ὁ Θεὸς· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς λέγων· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς. 2.33 Ἄκουε δὴ οὖν καὶ τῆς πλατωνικῆς δημηγορίας, ἣν τῷ τῶν ὅλων περιτίθησι ∆ημιουργῷ· Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων ἄλυτα ἔσται ἐμοῦ γε ἐθέλοντος· τὸ μὲν οὖν δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθέν, καὶ ἔχον εὖ, λύειν ἐθέλειν κακοῦ. ∆ιὸ ἐπείπερ γεγένησθε, οὐκ ἀθάνατοι μέν ἐστε, οὐδὲ ἄλυτοι τὸ πάμπαν· οὔ τι μήν γε λυθήσεσθε, οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων οἷς, ὅτε ἐγίνεσθε, ξυνεδεῖσθε. Νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος μάθετε· θνητὰ ἔτι γένη λοιπὰ τρία ἀγένητα, τούτων δὲ μὴ γενομένων, οὐρανὸς ἀτελὴς ἔσται· τὰ γὰρ πάντα ἐν αὑτῷ γένη ζῴων οὐχ ἕξει. Ὑπ' ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτο ἄν. Ἵν' οὖν θνητά τε ᾖ, τό τε πᾶν τόδε ὄντως ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν. Καὶ καθόσον μὲν αὐτοῖς ἀθανάτοις ὁμωνύμως εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἕπεσθαι, σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω. Τὸ δὲ λοιπὸν ὑμεῖς, ἀθανάτῳ θνητὸν προσυφαίνοντες, ἀπεργάζεσθε ζῷα καὶ γεννᾶτε, τροφήν τε διδόντες αὐξάνετε, καὶ φθίνοντα πάλιν δέχεσθε. 2.34 {ΚΥΡΙΛΛΟΣ} ∆ιαγελᾷ μὲν οὖν ὁ γενναῖος οὑτοσί, καὶ θρασὺς εἰς λόγους τοὺς καθ' ἡμῶν, τὴν ἀνθρώπου γένεσιν τὴν διά γε, φημί, τοῦ παναρίστου Μωσέως