ποῖον ἆρα μεταβάλλονται οἱ τῆς ἁρπαγῆς; 6.32 Ἀργίας ἔκγονοι Μανιχαῖοι, οἱ μὴ ἐργαζόμενοι καὶ τὰ τῶν ἐργαζομένων κατεσθίοντες· οἱ τοὺς προσφέροντας αὐτοῖς τὰ βρώματα μειδιῶσι προσώποις δεχόμενοι, καὶ ἀντὶ εὐλογιῶν κατάρας ἀποδίδοντες. Ὅταν γάρ τις αὐτοῖς [τι] προσενέγκῃ ἀνόητος, Μικρὸν ἔξω, φησὶ, στῆθι, καὶ εὐλογήσω σε. Εἶτα δεξάμενος εἰς χεῖρας τὸν ἄρτον, (ὡς οἱ ἐξ αὐτῶν μετανοήσαντες ἐξωμολογήσαντο), Ἐγώ σε οὐκ ἐποίησά, φησιν ὁ Μανιχαῖος τῷ ἄρτῳ· καὶ κατάρας πέμπει εἰς τὸν ὕψιστον, καὶ καταρᾶται τὸν πεποιηκότα, καὶ οὕτως ἐσθίει τὸ πεποιημένον. Εἰ μισεῖς τὰς τροφὰς, τί μειδιῶν τῷ προσώπῳ ἀπέβλεψας τῷ προσενέγκαντι; Εἰ τῷ ἐνέγκαντι ἔχεις χάριν, διὰ τί πέμπεις τῷ κατασκευάσαντι καὶ δημιουργήσαντι Θεῷ τὴν βλασφημίαν; Καὶ πάλιν, Ἐγώ σε οὐκ ἔσπειρά, φησι· σπαρείη ὁ σπείρας σε. Ἐγώ σε οὐκ ἐθέρισα δρεπάνοις· ἐκθερισθείη ὁ θερίσας σε. Ἐγώ σε πυρὶ οὐκ ὤπτησα· ὀπτηθείη ὁ ὀπτήσας σε. Καλὰ τὰ ἀμοιβαῖα τῆς χάριτος. 6.33 Μεγάλα μὲν κακὰ καὶ ταῦτα, ἀλλ' ἔτι μικρὰ πρὸς τὰ ἄλλα. Οὐ τολμῶ ἐπὶ ἀνδρῶν καὶ γυναικῶν τὸ λουτρὸν αὐτῶν διηγήσασθαι. Οὐ τολμῶ εἰπεῖν, τίνι ἐμβάπτοντες τὴν ἰσχάδα, διδόασι τοῖς ἀθλίοις. ∆ιὰ συσσήμων δὲ μόνον δηλούσθω. Ἄνδρες γὰρ τὰ ἐν τοῖς ἐνυπνιασμοῖς ἐνθυμείσθωσαν, καὶ γυναῖκες τὰ ἐν ἀφέδροις. Μιαίνομεν ἀληθῶς καὶ τὸ στόμα, ταῦτα λέγοντες. Μὴ Ἕλληνες τούτων μυσαρώτεροι; μὴ Σαμαρεῖται τούτων ἀθεώτεροι; μὴ Ἰουδαῖοι τούτων ἀσεβέστεροι; μὴ οἱ πορνεύοντες τούτων ἀκαθαρτότεροι; Ὁ μὲν γὰρ πορνεύσας, πρὸς μίαν ὥραν δι' ἐπιθυμίαν τελεῖ τὴν πρᾶξιν· καταγινώσκων δὲ τῆς πράξεως, ὡς μιανθεὶς οἶδε λουτρῶν ἐπιδεόμενος, καὶ γινώσκει τῆς πράξεως τὸ μυσαρόν. Ὁ δὲ Μανιχαῖος θυσιαστηρίου μέσον, οὗ νομίζει, τίθησι ταῦτα, καὶ μιαίνει καὶ τὸ στόμα καὶ τὴν γλῶσσαν. Παρὰ τοιούτου στόματος, ἄνθρωπε, δέχῃ διδασκαλίαν; Τοῦτον ὅλως ἀπαντήσας ἀσπάζῃ φιλήματι; Ἆρα χωρὶς τῆς λοιπῆς ἀσεβείας οὐ φεύγεις τὸ μεμολυσμένον, καὶ τοὺς ἀκολάστων χείρονας, τοὺς πάσης προεστώσης μυσαρωτέρους; 6.34 Παραγγέλλει ταῦτα ἡ Ἐκκλησία καὶ διδάσκει, καὶ ἅπτεται βορβόρων, ἵνα σὺ μὴ βορβορωθῇς. Λέγει τὰ τραύματα, ἵνα μὴ σὺ τραυματισθῇς. Ἀρκεῖ δέ σοι τὸ εἰδέναι μόνον· τὸ δὲ πείρᾳ παραλαβεῖν ἀπέχου. Βροντᾷ ὁ Θεὸς, καὶ πάντες τρέμομεν· κἀκεῖνοι βλασφημοῦσιν. Ἀστράπτει ὁ Θεὸς, καὶ πάντες εἰς γῆν ἐπικλίνομεν· κἀκεῖνοι περὶ οὐρανὸν τὰς δυσφήμους ἔχουσι γλώσσας. Ἰησοῦς λέγει περὶ τοῦ Πατρὸς [αὐτοῦ], Ὅστις τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχει ἐπὶ ἀγαθοὺς καὶ πονηρούς. Κἀκεῖνοι λέγουσιν, ὅτι οἱ ὑετοὶ ἐξ ἐρωτικῆς μανίας γίνονται. Καὶ τολμῶσι λέγειν, ὅτι ἐστί τις παρθένος ἐν οὐρανῷ εὐειδὴς μετὰ νεανίσκου εὐειδοῦς· καὶ κατὰ τὸν τῶν καμήλων ἢ λύκων καιρὸν, τοὺς τῆς αἰσχρᾶς ἐπιθυμίας καιροὺς ἔχειν· καὶ κατὰ τὸν τῶν χειμώνων καιρὸν, μανιωδῶς αὐτὸν ἐπιτρέχειν τῇ παρθένῳ, καὶ τὴν μὲν φεύγειν φασὶ, τὸν δὲ ἐπιτρέχειν· εἶτα ἐπιτρέχοντα ἱδροῦν· ἀπὸ δὲ τῶν ἰδρώτων αὐτοῦ εἶναι τὸν ὑετόν. Ταῦτα γέγραπται ἐν ταῖς τῶν Μανιχαίων βίβλοις. Ταῦτα ἡμεῖς ἀνεγνώκαμεν, ἀπιστοῦντες τοῖς λέγουσιν. Ὑπὲρ γὰρ τῆς ὑμετέρας ἀσφαλείας, τὴν ἐκείνων ἀπώλειαν ἐπολυπραγμονήσαμεν. 6.35 Ἀλλὰ ῥύσαιτο ἡμᾶς ὁ Κύριος ἀπὸ τοιαύτης πλάνης. ∆οθείη δὲ ὑμῖν ἔχθρα πρὸς τὸν δράκοντα· ἵνα ὥσπερ ἐκεῖνοι τηροῦσι τὴν πτέρναν, οὕτω καὶ ὑμεῖς αὐτῶν πατήσητε τὴν κεφαλήν. Μνημονεύετε τῶν λεγομένων· τίς συμφωνία τῶν σῶν πρὸς τὰ ἐκείνων; τί τὸ φῶς πρὸς τὸ σκότος, τί τὸ τῆς Ἐκκλησίας σεμνὸν, πρὸς τὸ [τῶν] Μανιχαίων μυσαρόν; Ὧδε τάξις, ὧδε ἐπιστήμη, ὧδε σεμνότης, ὧδε ἁγνεία· ὧδε καὶ τὸ ἐμ βλέψαι γυναικὶ πρὸς ἐπιθυμίαν, κατάγνωσις. Ὧδε γάμος σεμνότητος, ὧδε ἐγκρατείας ὑπομονὴ, ὧδε παρθενίας ἰσάγγελον ἀξίωμα· ὧδε βρωμάτων μετοχὴ μετὰ εὐχαριστίας· ὧδε εὐγνωμοσύνη πρὸς τὸν τῶν ὅλων δημιουργόν. Ὧδε ὁ Πατὴρ τοῦ Χριστοῦ προσκυνεῖται· ὧδε φόβος καὶ τρόμος διδάσκεται τοῦ βρέχοντος· ὧδε τῷ βροντῶντι καὶ ἀστράπτοντι δοξολογίαν ἀναπέμπομεν. 6.36 Συναγελάζου τοῖς προβάτοις· φεῦγε τοὺς λύκους· τῆς Ἐκκλησίας