Νικολάου τοῦ πατριάρχου, τὸν θάνατον συνεχω ρήθησαν, μοναχοὶ ὁ μὲν Καράμαλος εἰς τὰ Πικριδίου, ὁ δὲ Εὐ στάθιος εἰς τῶν Στουδίου. παρελήφθη δὲ καὶ Λῆμνος ἡ νῆσος ὑπὸ τῶν Ἀγαρηνῶν, αἰχμαλωσίαν πολλὴν πεποιηκότες. 27. Ἐν τῇ προελεύσει δὲ τῆς μεσοπεντηκοστῆς τοῦ βασι λέως Λέοντος ἀνελθόντος εἰς τὸν ἅγιον Μώκιον καὶ εἰσοδεύοντος, ὅτε ἦλθε πλησίον σωλέας, ἐξελθών τις ἐκ τοῦ ἄμβωνος δέδωκεν αὐτῷ μετὰ ῥάβδου ἰσχυρᾶς καὶ παχείας· καὶ εἰ μὴ ἡ φορὰ τῆς ῥάβδου εἰς πολυκάνδηλον ἐμποδισθεῖσα διεχαυνώθη, παρευθὺ ἂν τοῦτον ἀπήλλαξε τοῦ ζῆν. τοῦ δὲ αἵματος σφοδρῶς καταρρέοντος ἐκ τῆς τοῦ βασιλέως κεφαλῆς ταραχή τε καὶ φυγὴ τῶν ἀρχόντων γέγονεν, καὶ πολλοὶ ἐν ταύτῃ ἀπώλοντο. ὁ δὲ ἀδελφὸς αὐτοῦ Ἀλέξανδρος προεφασίσατο νοσηλευθεὶς καὶ οὐ κατῆλθεν ἐν τῇ εἰσόδῳ, ὡς ἐκ τούτου ὕποπτον αὐτὸν γενέσθαι τὴν τοιαύτην ἐπι βουλὴν κατασκευάσαι. οὔτε ὁ Σαμωνᾶς παρῆν ἐκεῖ, ἀλλ' ἦν ἀπελθὼν ἀγαγεῖν Ζωὴν ἐν τῷ παλατίῳ πρὸς τὸ συνεῖναι τῷ βασι λεῖ, κρατηθέντος δὲ τοῦ δόντος τὸν βασιλέα καὶ ἐξετασθέντος, καὶ πολλὰς βασάνους καὶ τιμωρίας ὑπομεμενηκότος ἐπὶ πολλὰς ἡμέρας, ἐπεὶ μηδένα καθωμολόγει, τέλος ἐκκοπεὶς αὐτοῦ χεῖρας 862 καὶ πόδας ἐκάη ἐν τῇ τοῦ ἱππικοῦ σφενδόνῃ, καὶ ἔκτοτε ἐξεκόπη ἡ τοιαύτη προέλευσις. 28. Μετὰ δέ τινα καιρὸν ἀνῆλθε Μάρκος ὁ σοφώτατος οἰκονόμος τῆς αὐτῆς ἐκκλησίας, ὃς ἦν ἀναπληρώσας τοῦ μεγάλου σαββάτου τὸ τετραῴδιον τοῦ κυρίου Κοσμᾶ· καὶ ἐν τῇ τραπέζῃ τῷ βασιλεῖ συνεστιώμενος ἐξελιπάρει τὸν βασιλέα μὴ ἐκκοπῆναι τὴν ἑορτήν. τοῦ δὲ βασιλέως ἀπαναινομένου ἔφη ὁ Μάρκος ὅτι προγεγραμμένον ἦν παρὰ τοῦ προφήτου ∆αβὶδ τὸ παθεῖν σε, δέ σποτα. προεφήτευσε γὰρ εἰπών, ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορ τῆς σου. καὶ δεῖ σε, ὦ δέσποτα, ἀπὸ τοῦ νῦν κρατῆσαι τὴν βα σιλείαν ἔτη δέκα. ὃ δὴ καὶ γέγονε· τῇ γὰρ αὐτῇ ἡμέρᾳ ἐν ᾗ καὶ ἔλαβεν, ἐν αὐτῇ καὶ τελευτᾷ. 29. Ἦν δὲ Ζωὴ ἡ τετάρτη γυνὴ τοῦ βασιλέως ἄστεπτος. τοῦ δὲ βασιλέως πρόκενσον ποιησαμένου εἰς τὸ ἐμπόριον τοῦ Βου τίου πρὸς τὸ ἐγκαινίσαι τὴν μονὴν Χριστοφόρου τοῦ πρωτοβεστια ρίου αὐτοῦ, ἦλθεν ἀγγελία ὡς ὅτι ὁ στόλος τῶν Ἀγαρηνῶν ἅμα τῷ Τριπολίτῃ ἀνέρχεται κατὰ Κωνσταντινουπόλεως. ἀποστέλλει οὖν ὁ βασιλεὺς Εὐστάθιον δρουγγάριον τοῦ πλωΐμου μετὰ παντὸς στόλου καὶ τῶν στρατηγῶν κατὰ τοῦ Τριπολίτου· οἳ μὴ δυνηθέν τες ἀντιπαρατάξασθαι ἀπεστράφησαν κενοί. 30 ἦλθεν οὖν ὁ Τριπολίτης, καὶ εἰσῆλθεν ἔνδοθεν τῆς Ἀβύδου μέχρι Παρίου. 863 τοῦτο μαθὼν ὁ βασιλεὺς ἐν μεγάλῃ ἀθυμίᾳ καὶ περιστάσει γέγο νεν, καὶ ἀποστέλλει Ἱμέριον πρωτασηκρῆτιν κεφαλὴν τοῦ στόλου κατὰ τοῦ Τριπολίτου, μὴ τολμώντων κἂν ὅλως πλησιάσαι τῷ στό λῳ τῶν Ἀγαρηνῶν. τοῖς δὲ τοῦ θεοῦ κρίμασιν ἀντεστράφη ὁ αὐτὸς Λέων ὁ Τριπολίτης καὶ ἀπῆλθεν ἐν Θεσσαλονίκῃ καὶ ταύ την ἐπολιόρκησε καὶ παρέλαβεν ἅμα τῷ στρατηγῷ αὐτῶν Λέοντι τῷ Χατζιλακίῳ, ποιήσας πολλὴν σφαγὴν καὶ αἰχμαλωσίαν. Ῥοδό φυλλος δέ τις κουβικουλάριος ἦν ἀποσταλεὶς ἐν Σικελίᾳ διὰ χρείαν τινά, ἔχων μεθ' ἑαυτοῦ χρυσίου λίτρας ἑκατόν. νοσήσας δὲ κατὰ τύχην ἐν τῇ ὁδῷ εἰσῆλθεν ἐν θεσσαλονίκῃ πρὸς τὸ λούσασθαι καὶ ἀνακτήσασθαι ἑαυτόν, ἐκρατήθη παρὰ Λέοντος. διερχομένου δὲ Συμεὼν ἀσηκρῆτις, ὁ μετὰ ταῦτα γεγονὼς πατρίκιος καὶ πρωτα σηκρῆτις, ἀνελάβετο τό τε χρυσίον καὶ τὸ δῶρα, ἅπερ εἴασεν ὁ Ῥοδόφυλλος ἐν τῇ ὁδῷ καὶ πολλὰ βασανισθεὶς ἐτελεύτησε. τοῦ δὲ Τριπολίτου βουλομένου τὴν πόλιν καταστρέψαι, μαθὼν ὁ Συ μεὼν δηλοῖ αὐτῷ χρυσίον λαβεῖν καὶ ταύτην ἐᾶσαι· ὃ δὴ καὶ γέγονεν. 31. Σαμωνᾶς δὲ προφασισάμενος ἐπὶ τὴν μονὴν αὐτοῦ τὰ Σπεῖρα ἐξελθεῖν, τὴν ἐν τῷ ∆αματρὶ οὖσαν, φυγῇ ἐχρήσατο ἅμα χρήμασι καὶ ἵπποις αὐτοῦ, τοὺς ἵππους τοὺς δημοσίους κατὰ ἀπαλλαγὴν ἀγκυλοκοπήσας. τοῦτο μαθὼν ὁ βασιλεὺς ἀποστέλλει ὄπισθεν αὐτοῦ Βασίλειον ἑταιρειάρχην τὸν Καματηρὸν καὶ Γεώρ 864 γιον τὸν Κρηνήτην τοῦ καταλαβεῖν αὐτόν. τοῦ δὲ Σαμωνᾶ τὸν Ἅλυν βουλομένου διαπερᾶσαι, κατέλαβεν αὐτὸν Νικηφόρος δρουγγάριος ὁ λεγόμενος Καμινᾶς, οὐκ ἐῶν αὐτὸν διαπερᾶσαι. ἐπεὶ δὲ πολλὰ ὁ Σαμωνᾶς ὑπισχνεῖτο καὶ οὐκ