33
ἐξουσίαν λαβών, ὃν κτήσεων αὐτοῦ, ὡς λέγεται, προνοούμενον ἀπῄτησε Καίσαρα στέψαι θάτερον τῶν υἱῶν αὐτοῦ. καὶ τοῦτο ἐπαγγειλάμενον εἰς τὴν τῆς βασιλείας περιωπὴν ἀνεκόμισεν. ἔνιοι δὲ τριβοῦνον εἶναι αὐτόν φασι καὶ τῶν ἐν Σηλυ122 βρίᾳ τελῶν ἄρχοντα. καὶ οἱ μὲν ἐκ Θρᾳκῶν τὸ γένος ἕλκειν αὐτὸν λέγουσιν, ἄλλοι δὲ ἐκ ∆ακῶν τῶν ἐν Ἰλλυριοῖς. λιβερ θῃαρτῃς δεξιμῃς. Ἄρτι δὲ καταστάντος τοῦ Λέοντος αὐτοκράτορος ὁ Ἄσπαρ ἐπέκειτο βιάζων αὐτὸν Καίσαρα ποιῆσαι θάτερον τῶν υἱῶν αὐτοῦ κατὰ τὴν ὑπόσχεσιν. ἀναβαλλομένου δ' αὐτοῦ ὁ Ἄσπαρ τῆς βασιλικῆς ἁλουργίδος ἁψάμενος ἔφη "βασιλεῦ, τὸν ταύτην ἀμπεχόμενον ψεύδεσθαι οὐ χρεών·" καὶ ὃς ἀνθυπήνεγκεν "ἀλλ' οὐδὲ βιάζεσθαι καὶ ἄγεσθαι ὡς ἀνδράποδον." μέχρι δὲ τέλους ἀντέχειν μὴ οἷός τε ὤν, εἴκων ἀνάγκῃ Καίσαρα ποιεῖ ἀπὸ πατρικίου τὸν τοῦ Ἄσπαρος παῖδα, Ἀρδαβουρίου δὲ ἀδελφόν. τοῦτο καὶ τῇ συγκλήτῳ ἔδοξεν ἀποθύμιον καὶ τὸν δῆμον τῆς πόλεως εἰς στάσιν ἐκίνησεν. ἐδεδίεσαν γὰρ μὴ εἰς τὸ γένος τοῦ Ἄσπαρος περιστάντος τοῦ κράτους παρρησίας αὖθις λαβόμενοι οἱ Ἀρειανοὶ πλείονα κακὰ τῶν προτέρων εἰς τοὺς ὀρθο123 δόξους ἐνδείξωνται. συνελθόντες οὖν οἱ τοῦ κλήρου καὶ οἱ μονάζοντες καὶ τοῦ δήμου τῆς πόλεως ὅσον ὑγιῶς ἐφρόνει περὶ τὴν πίστιν, ἐδέοντο τοῦ βασιλέως ὁμόφρονα σφίσι Καίσαρα προχειρίσασθαι. ὁ δὲ τότε μὲν οἷς τε εἶπε καὶ οἷς ἐποίησε τὴν στάσιν κατηύνασε. μεταξὺ δὲ παραρρυέντος καιροῦ, ἐπιβουλεύοντας αὐτῷ γνοὺς τοὺς περὶ τὸν Ἄσπαρα, κἀκεῖνον καὶ τὸν Ἀρδαβούριον ἔκτεινεν. Ἰσοκάσιον δὲ τὸν κοιαίστωρα λόγιον ἄνδρα, διαβληθέντα ἐπ' ἄλλοις τέ τισι καὶ ἐπὶ ἑλληνισμῷ, τῆς ἀξίας γυμνώσας τῷ ἐπάρχῳ παρέδωκεν εἰς ἐξέτασιν· εἰσαγομένῳ δ' εἰς τὸ δικαστήριον ἐν σχήματι κατακρίτου ἔφη αὐτῷ ὁ ἔπαρχος "ὁρᾷς, Ἰσοκάσιε, ἐν οἵᾳ εἶ καταστάσει;" ὁ δέ "ὁρῶ" εἶπε "καὶ οὐ ξενίζομαι ὅτι ἄνθρωπος ὢν ἀνθρωπίναις περιπέπτωκα συμφοραῖς· σὺ δὲ δίκασον ἐπ' ἐμοί, ὡς ἐδίκαζες σὺν ἐμοί." τούτων ἀκούσας ὁ δῆμος τὸν μὲν βασιλέα εὐφήμησε, τὸν δ' Ἰσοκάσιον ἐξαρπάσαντες εἰς τὴν ἐκκλησίαν ἀπήγαγον· βαπτισθέντα δὲ τοῦτον μαθὼν ὁ κρατῶν ἥσθη. Οὗτος ὁ βασιλεὺς εἶχε γυναῖκα κεκλημένην Βηρῖναν, ἐξ 124 ἧς ἐγένοντο αὐτῷ θυγατέρες δύο, Ἀριάδνη καὶ Λεοντία· ὧν τὴν μὲν τῷ Ζήνωνι κατηγγύησε, τὴν δὲ Λεοντίαν συνέζευξε τῷ πατρικίῳ Μαρκιανῷ, υἱῷ Ἀνθεμίου τοῦ βασιλεύσαντος ἐν τῇ Ῥώμῃ. Ἐπὶ τούτου τοῦ βασιλέως γέγονεν ἐν τῇ νέᾳ Ῥώμῃ φρικωδέστατος ἐμπρησμός, ὃς ἀπὸ θαλάσσης ἕως θαλάσσης, ἀπὸ τοῦ ἀρκτῴου δηλαδὴ μέρους ἕως τοῦ μεσημβρινοῦ, τὴν πόλιν διέζωσεν, εἰς μῆκος δὲ διεξῆλθεν ἀπὸ τοῦ Βοοσπορίου μέχρι τοῦ ναοῦ τοῦ ἁγίου Ἰωάννου τοῦ Καλυβίτου, πρὸς δὲ νότον ἀπὸ τοῦ ναοῦ τοῦ ἁγίου ἀποστόλου Θωμᾶ μέχρι τοῦ ναοῦ τῶν μεγάλων μαρτύρων Σεργίου καὶ Βάκχου· ἐν δὲ τῷ μέσῳ τῆς πόλεως ἀπὸ τῶν Λαύσου ἕως τοῦ Ταύρου τὰ ἐν μέσῳ πάντα κατέκαυσεν. ὅτε λέγεται καὶ ὁ Ἄσπαρ διαθέειν τὰς ἀγυιὰς ἀγγεῖον ὕδατος πλῆρες ἐπὶ τῶν ὤμων φέρων καὶ τὸν δῆμον παρακαλῶν ὁμοίως ποιεῖν, ἵνα τὸ πῦρ κατασβέσωσι, καὶ διδοὺς ἑκάστῳ ὑπὲρ μισθοῦ νόμισμα ἀργυροῦν. διήρκεσε δὲ τὸ πῦρ ἐκεῖνο τὴν πόλιν νεμόμενον ἐφ' ἡμερῶν τετρακτύν, καὶ κατέ125 καυσε πρὸς τοῖς ἄλλοις τόν τε ἐν τῷ Σενάτῳ καλουμένῳ μέγιστον οἶκον, εἰς ὃν ἥ τε γερουσία καὶ οἱ λογάδες συνερχόμενοι ἐβουλεύοντο, καὶ αὐτὸς ὁ βασιλεύων, ὅτε στολὴν ὑπατικὴν ἀνελάμβανεν, ἔργον περιφανὲς καὶ ὑπέρλαμπρον, καὶ τὸ καλούμενον Νυμφαῖον, οἶκον ἕτερον ἀντικρὺ κείμενον τοῦ προρρηθέντος οἴκου, εἰς τὸ τοὺς γάμους γίνεσθαι ἐν αὐτῷ χρηματίζοντα τῶν μὴ κεκτημένων οἴκους χωροῦντας πλῆθος ἐν ἑαυτοῖς· καὶ ἕτερον οἶκον ἐν τῷ Ταύρῳ βασιλικὸν πολυτελῆ τε καὶ μέγιστον· καὶ ἐπὶ τούτοις ναοὺς περιφανεστάτους καὶ ἰδιωτικὰς οἰκίας τῶν λαμπροτέρων πολλάς. Τούτου κρατοῦντος λέγεται καὶ σεισμὸν γενέσθαι σφοδρότατον ἐν Ἀντιοχείᾳ, ὡς μικροῦ τὴν πόλιν ἐκείνην πᾶσαν καταπεσεῖν. ὑσθῆναι δὲ καὶ σποδὸν ἐν τῇ Βυζαντίδι πολλήν, ὥστε καὶ εἰς παλαιστὴν αὐτὴν ὑψωθῆναι. ἐκ τούτου δὲ δεδειλιακότα τὸν βασιλέα