3.τ Βιβλίον γʹ 3.1 Ὅσα μὲν οὖν ξυνέβη κατὰ τὴν ἕω μετὰ τὴν τοῦ ∆ιογένους τοῦ βασιλέως καθαίρεσιν καὶ ὅσαι ταραχαὶ καὶ ἀποστασίαι καὶ στάσεις ἀνήφθησάν τε καὶ αὖθις ἐσβέσθησαν καὶ ὡς ἡ μεγίστη πασῶν τυραννίς, φημὶ δὴ ἡ τοῦ Οὐρσελίου, εἰς μέγα ἀρθεῖσα καὶ μεγίστων κακῶν αἰτία τῇ Ῥωμαίων γενομένη παρὰ τοῦ Κομνηνοῦ Ἀλεξίου καθῄρητο ἔτι κομιδῇ νέου ὄντος καὶ στρατοπεδάρχου τῆς ἕω ἀποδειχθέντος, ὁ πρὸ τοῦδε λόγος δηλοῖ. Νυνὶ δὲ ἀπὸ τῶν κατὰ τὴν ἑῴαν πραγμάτων ἀναγκαῖον μεταβῆναι πρὸς τὴν ἑσπέραν καί τινα τῶν ἐν αὐτῇ πραχθέντων ἀφηγήσασθαι, ἵν' εἱρμῷ τινι καὶ τάξει βαδίζων ὁ λόγος ἐπὶ τὰς πράξεις αὖθις ἔλθῃ τοῦ Κομνηνοῦ Ἀλεξίου. Ἐπειδὴ τῶν παίδων τοῦ θειοτάτου καίσαρος ὁ μὲν νεώτερος Κωνσταντῖνος ἀνὴρ ἀγαθὸς γενόμενος ἐξαίφνης ἀπεβίω, ὁ δὲ πρεσβύτερος Ἀνδρόνικος τὸ γενναῖον αὐτοῦ τῆς ψυχῆς παραστήσας κἀν τῷ κατὰ τοῦ Οὐρσελίου πολέμῳ καὶ ἑαυτὸν προέμενος ὑπὲρ τῆς τοῦ πατρὸς σωτηρίας δεινῶς τετραυμάτιστο ὡς μικροῦ δεῖν ἔξαιμος γεγονὼς ἐπανῆλθε πρὸς τὸ Βυζάντιον, ἐπανελθὼν δὲ καὶ ἐπιμελείας τυχὼν ὅτι πλείστης τῶν μὲν ἐκ τῶν τραυμάτων ἀλγηδόνων ἀπήλλακτο, καχεξίᾳ δὲ σπλάγχνων συσχεθεὶς καὶ ὑδέρῳ ληφθεὶς ἀπηγόρευτο πρὸς τῶν ἰατρῶν, ἀτονησάσης τῆς τέχνης ἐπικουρῆσαι τῷ κάμνοντι, ἐπεὶ γοῦν οὕτω ταῦτα συνέβη καὶ ὁ καῖσαρ τὸν εὐκλεῆ βίον εἰς τὸν μοναδικὸν μετήμειψεν, ὁ βασιλεὺς Μιχαὴλ φροντίσι μυρίαις ἐπάλαιε, τῶν τε Σκυθῶν Θρᾴκην τε καὶ Μακεδονίαν κατατρεχόντων, τοῦ τε Σθλαβίνων ἔθνους τῆς δουλείας Ῥωμαίων ἀφηνιάσαντος καὶ τὴν Βουλγάρων δῃοῦντός τε καὶ ληϊζομένου· Σκοῦποί τε καὶ Ναϊσὸς ἐπορθοῦντο καὶ αὐτὸ δὴ τὸ Σίρμιον καὶ τὰ περὶ τὸν Σαβίαν ποταμὸν χωρία καὶ αἱ Παρίστριοι πόλεις αἱ μέχρι Βυδίνης κακῶς διετίθεντο· ἐκεῖθεν δ' αὖθις Χωροβάτοι καὶ ∆ιοκλεῖς ἀποστάντες ἅπαν τὸ Ἰλλυρικὸν κακῶς διετίθουν. 3.2 Τούτων οὕτως γινομένων ὁ βασιλεὺς Μιχαὴλ εἰς δέος ἐκπέπτωκε μέγα καὶ ἐσκέπτετο κοινωνόν τινα προσλαβέσθαι καὶ τὴν δευτέραν αὐτῷ ἀπονεῖμαι τιμήν, φημὶ δὴ τὴν τοῦ καίσαρος. Ἐπεὶ δὲ τὸ συγγενὲς αὐτοῦ ἅπαν καθῄρητο, πρὸς τῶν ἐν τέλει τοὺς στρατηγικωτάτους ἀπέβλεψε καὶ ἐζήτει καθ' ἑαυτὸν μετὰ τῶν περιοικιδίων τὸν πείρᾳ πραγμάτων καὶ φρονήσει καὶ ἀρετῇ τῶν ἄλλων πλεονεκτοῦντα. Ὡς δὲ πᾶσιν ἐδόκει τοῖς περὶ αὐτὸν καὶ αὐτῷ τῷ λογοθέτῃ τοιοῦτος εἶναι ὁ Βρυέννιος Νικηφόρος, οὗ πρόσθεν ἡ ἱστορία ἐμνήσθη, τὰ πρὸς τὸν Θεὸν πιστός, τὰ πρὸς φιλίαν βέβαιος δεινός τε ὑπαισθέσθαι τὸ μέλλον καὶ προφυλάξασθαι στρατηγῆσαί τε κατ' ἐχθρῶν δοκιμώτατος, εὐθὺς γράμμασι βασιλικοῖς ἐξ Ὀδρυσῶν μετεπέμπετο. Πρὸ τοῦ δὲ τοῦτον τὸν ἄνδρα εἰς τὴν βασιλίδα ἐπανελθεῖν κοινοῦται ὁ βασιλεὺς τὸν λόγον τινὶ τῶν τῆς συγκλήτου βουλῆς, καθ' αἷμα τούτῳ μητρόθεν προσήκοντι· ὁ δρουγγάριος οὗτος ἦν Κωνσταντῖνος, ὁ τοῦ τῆς πα τριαρχίας τὸν θρόνον ἰθύναντος πάλαι Μιχαὴλ ἀδελφιδοῦς, ὃς ἐπεκέκλητο Κηρουλλάριος. Ὁ δ' ἀκούσας βαρέως ἔφερε τὰ λεχθέντα· πάλαι γὰρ ἦν ὀνειροπολῶν τὴν βασιλείαν. Ἀπαιτούμενος οὖν γνώμην εἰσαγαγεῖν ἔφησε τὸν μὲν ἄνδρα γινώσκειν καὶ ἐπαινεῖν, τὴν δὲ περὶ αὐτοῦ σκέψιν τε καὶ βουλὴν οὐ πάνυ τι ἐπαινεῖν, "ἀλλ' ἤτοι, φησί, καὶ τῆς βασιλικῆς ἀρχῆς ὑπεκστῆναί σε ἑκουσίως τούτῳ χρή, ἀνδρὶ ὄντι γενναίῳ καὶ δραστηρίῳ καὶ ῥέκτῃ, ἢ εἰ μὴ ἄκων βούλοιο τοῦτο παθεῖν, τοῦ τὸ κοινωνὸν αὐτὸν λαβέσθαι σκέμματος ἀποστῆναι". Ταῦτ' εἴρηκε καὶ εἰς δέος μέγα τὸν βασιλέα ἐνέβαλε καὶ ἄλλως δειλόν τε ὄντα καὶ τὴν ἑαυτοῦ σκιὰν ὑποπτήσσοντα, ὅ φασιν. 3.3 Ἀφικομένου τοίνυν τοῦ Βρυεννίου, ὁ βασιλεὺς Μιχαὴλ τὸν σκοπὸν μεταθέμενος ἐβούλετο τοῦτον δοῦκα τῆς τῶν Βουλγάρων ἀποδείξασθαι πάσης χώρας, ὥστε δι' αὐτοῦ καὶ τὸ Σθλαβίνων ἔθνος κατακυριεῦσαν ἀνασταλῆναι· καὶ δὴ ἐν Βουλγαρίᾳ γενόμενος, ἐν βραχεῖ καιρῷ ἐς τοσοῦτον τὸ Σθλαβίνων ἐταπείνωσεν ἔθνος ὡς ὑπὸ ζυγὸν Ῥωμαίων αὖθις τοῦτο ποιῆσαι καὶ ἀγαπᾶν ὑπ' ἐκείνου τὰ τῶν ἐν Βουλγαρίᾳ πραγμάτων κυριεύεσθαι. Ἐπεὶ δὲ Χωροβάτοι καὶ ∆ιοκλεῖς τὴν Ἰλλυρίδα κακῶς