ἀποτεταγμένον ἔχουσα, πάσῃ δὲ ἔγκειται ποιότητι καθάπερ ἕτοιμόν τι χωρίον. ποιότητας δὲ διατακτικῶς λέγουσι τὰς ἐνεργείας καὶ τὰς ποιήσεις κοινῶς, ἐν αἷς εἶναι τὰς κινήσεις καὶ σχέσεις συμβέβηκεν· οὐδέ τινος γὰρ τούτων κατὰ τὸν ἴδιον λόγον μετέχειν φασὶ τὴν οὐσίαν, ἀεὶ δέ τινος αὐτῶν ἀχώριστον εἶναι πάθει τήνδε, οὐδὲν ἧττον καὶ ἐπι δεκτὴν πασῶν τῶν τοῦ ποιοῦντος ἐνεργειῶν, ὡς ἂν ἐκεῖνο ποιῇ καὶ μεταβάλλῃ· ὁ γὰρ συνὼν αὐτῇ τόνος καὶ δι' ὅλων κεχωρηκὼς πάσης τε ποιότητος καὶ τῶν περὶ αὐτὴν αἴτιος ἂν οἰκονομιῶν· δι' ὅλων τε μεταβλητὴν καὶ δι' ὅλων διαιρετὴν λέγουσιν εἶναι, καὶ πᾶσαν οὐσίαν πάσῃ συγχεῖσθαι δύνασθαι, ἡνωμένην μέντοι. 27.9 ἐπεὶ δὲ περὶ τῆς οὐσίας ζητοῦντες διὰ «0τὸν ἐπιούσιον» «ἄρτον20» καὶ τὸν περιούσιον λαὸν εἰς τὸ τὰ σημαίνοντα διακριθῆναι τῆς οὐσίας ταῦτ' εἰρήκαμεν, 20ἄρτος20 δὲ ἐν τοῖς πρὸ τούτων νοητὸς ἦν, ὃν αἰτεῖν ἡμᾶς ἐχρῆν, ἀναγκαῖον συγγενῆ 20τῷ ἄρτῳ20 τὴν οὐσίαν εἶναι νοεῖν· ἵν' ὥσπερ ὁ σωματικὸς 20ἄρτος20 ἀναδιδόμενος εἰς τὸ τοῦ τρεφομένου σῶμα χωρεῖ αὐτοῦ εἰς τὴν οὐσίαν, οὕτως «ὁ ζῶν» καὶ «ἐξ οὐρανοῦ» καταβεβηκὼς «0ἄρτος20» ἀναδιδόμενος εἰς τὸν νοῦν καὶ τὴν ψυχὴν μεταδῷ τῆς ἰδίας δυνάμεως τῷ ἐμπαρεσχηκότι ἑαυτὸν τῇ ἀπ' αὐτοῦ τροφῇ· καὶ οὕτως ἔσται ὃν αἰτοῦμεν «0ἄρτον» «ἐπιούσιον20.» καὶ πάλιν ὃν τρόπον κατὰ τὴν ποιότητα τῆς «τρο φῆς,» «στερεᾶς» οὔσης καὶ ἀθληταῖς ἁρμοζούσης ἢ γαλακτώδους τινὸς καὶ λαχανώδους, ἐν διαφόρῳ δυνάμει ὁ τρεφόμενος γίνεται, οὕτως ἀκόλουθόν ἐστι, τοῦ λόγου τοῦ θεοῦ ἤτοι ὡς γάλακτος παιδίοις ἁρμοζόντως διδομένου ἢ ὡς λαχάνου ἀσθενοῦσιν ἐπιτηδείως ἢ ὡς σαρκὸς ἀγωνιζομένοις προσ<καίρως>, ἕκαστον τῶν τρεφομένων κατὰ τὴν ἀναλογίαν, ᾧ ἐμπαρέσχεν ἑαυτὸν λόγῳ, τόδε τι ἢ τόδε δύνασθαι καὶ τοιόνδε ἢ τοιόνδε γίνεσθαι. ἔστι μέντοι γε τὶς νομιζομένη τροφὴ, οὖσα δηλητήριος, καὶ ἑτέρα νοσοποιὸς καὶ ἄλλη μηδὲ ἀναδοθῆναι δυναμένη· ἅπερ πάντα κατ' ἀναλογίαν μετενεκτέον ἐστὶ καὶ ἐπὶ τὰς διαφορὰς τῶν νομιζομένων τροφίμων μαθημάτων. 20ἐπιούσιος20 τοίνυν 20ἄρτος20 ὁ τῇ φύσει τῇ λογικῇ καταλληλότατος καὶ τῇ οὐσίᾳ αὐτῇ συγγενὴς, ὑγείαν ἅμα καὶ εὐεξίαν καὶ ἰσχὺν περιποιῶν τῇ ψυχῇ καὶ τῆς ἰδίας ἀθανασίας (ἀθάνατος γὰρ ὁ λόγος τοῦ θεοῦ) μεταδιδοὺς τῷ ἐσθίοντι αὐτοῦ. 27.10 οὗτος δὴ ὁ 20ἐπιούσιος ἄρτος20 ἄλλῳ ὀνόματι δοκεῖ μοι ἐν τῇ γραφῇ «ξύλον ζωῆς» ὠνομάσθαι, ἐφ' ὅπερ ὁ ἐκτείνας «τὴν χεῖρα» καὶ λαβὼν ἀπ' αὐτοῦ «ζήσεται εἰς τὸν αἰῶνα.» καὶ τρίτῳ ὀνόματι τοῦτο τὸ «ξύλον» «σοφία» τοῦ θεοῦ ὀνομάζεται παρὰ τῷ Σολομῶντι διὰ τούτων· «ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ὡς ἐπὶ κύριον ἀσφαλής.» ἐπεὶ δὲ καὶ οἱ ἄγγελοι σοφίᾳ τρέφονται θεοῦ, ἀπὸ τῆς κατὰ τὴν ἀλήθειαν μετὰ σοφίας θεωρίας δυναμούμενοι πρὸς τὸ τὰ ἴδια ἔργα ἐπιτελεῖν, λέγεται ἐν ψαλμοῖς καὶ τοὺς ἀγγέλους τρέφεσθαι, κοινωνούντων τῶν ἀνθρώπων τοῦ θεοῦ, οἵτινες Ἑβραῖοι προσαγορεύονται, τοῖς ἀγγέλοις καὶ οἱονεὶ καὶ συνεστίων αὐτοῖς γινομένων. τοιοῦτον δέ ἐστι τὸ «0ἄρτον20 ἀγγέ λων ἔφαγεν ἄνθρωπος.» μὴ γὰρ ἐπὶ τοσοῦτον πτωχεύσαι ὁ νοῦς ἡμῶν, ὡς οἰηθῆναι σωματικοῦ τινος 20ἄρτου20, τοῦ ἱστορουμένου οὐρα νόθεν ἐπὶ τοὺς ἐξεληλυθότας τὴν Αἴγυπτον καταβεβηκέναι, τοὺς ἀγγέλους ἀεὶ μεταλαμβάνοντας τρέφεσθαι, τούτου αὐτοῦ κεκοινω νηκότων τῶν Ἑβραίων τοῖς ἀγγέλοις, τοῖς λειτουργικοῖς τοῦ θεοῦ πνεύμασιν. 27.11 οὐκ ἄκαιρον δὲ ζητοῦσιν ἡμῖν «0τὸν ἐπιούσιον» «ἄρτον20» καὶ τὸ «ξύλον τῆς ζωῆς» καὶ τὴν σοφίαν τοῦ θεοῦ τήν τε κοινὴν ἁγίων ἀνθρώπων καὶ ἀγγέλων τροφὴν ἐπιστῆσαι καὶ περὶ τῶν ἐν Γενέσει γεγραμμένων τριῶν ἀνδρῶν, καταχθέντων παρὰ τῷ Ἀβραὰμ καὶ μεταλαβόντων πεφυραμένων τριῶν μέτρων «σεμιδάλεως» εἰς ἐγκρυφιῶν ποίησιν, μή ποτε γυμνῶς τροπικῶς ταῦτα εἴρηται, δυ ναμένων τῶν ἁγίων μεταδοῦναί ποτε τροφῆς νοητῆς καὶ λογικῆς οὐ μόνον ἀνθρώποις ἀλλὰ καὶ θειοτέραις δυνάμεσιν ἤτοι εἰς ὠφέ λειαν αὐτῶν ἢ εἰς ἐπίδειξιν ὧν δεδύνηνται περιποιῆσαι ἑαυτοῖς τρο φιμωτάτων, εὐφραινομένων καὶ τρεφομένων ἐν τῇ τοιαύτῃ