ἐξηγγελμένην καὶ σμικρὸν οἴεται τῇ ἀνθρώπου φύσει δεδόσθαι παρὰ Θεοῦ τὸ κατ' εἰκόνα τὴν πρὸς αὐτὸν καὶ ὁμοίωσιν γενέσθαι παρ' αὐτοῦ. Καίτοι πῶς οὐχ ἁπαστισοῦν τῶν εὖ φρονεῖν εἰωθότων συμφήσειεν ἂν ὡς τῶν ὅ τι μάλιστα κατακαλλύνειν εἰδότων τὸ χρῆμά ἐστι; Τί γὰρ ἄμεινον, εἰπέ μοι, τοῦ τὴν θείαν ἡμῖν ὁμοίωσιν ἐνσεσημάνθαι λέγειν; Ἦ γὰρ οὐχὶ τὸ πάντων ἀκρότατόν τε καὶ ἀνωτάτω τὴν θείαν εἶναί φαμεν οὐσίαν, ἀφράστῳ δόξῃ περιαστράπτουσαν, καὶ αὐτόχρημα πᾶν εἶδός τε καὶ κάλλος ὑπάρχον ἀρετῆς; Εἶτα πῶς οὐχ ἅπασιν ἐναργὲς ὅπερ ἔφην; Τί τοίνυν διαγελᾷ τὰ οὕτως ἐξαίρετα, κατασκώπτει δὲ ἀνθ' ὅτου καὶ τό γε δὴ δεῖν ἀρχῇ τετιμῆσθαι τῇ κατὰ πάντων τὸ ἔννουν τε καὶ λογικὸν καὶ θεοειδέστατον τῶν ἐπὶ γῆς ζῴων, φημὶ δὴ τὸν ἄνθρωπον; Καὶ μὴν τοῖς διὰ Μωσέως λόγοις ἡ φύσις αὐτὴ τῶν πραγμάτων ὁμολογεῖ· ἀλλ' οὐδένα μὲν τοῦ εἰκότος ποιεῖται λόγον, ἀπονένευκε δὲ καὶ τοῦτο ἀσχέτως ἐπὶ τὸ χρῆναι μόναις ταῖς τοῦ Πλάτωνος προσκεῖσθαι φωναῖς. Καὶ δὴ καὶ θαυμάσας ἔχει, καὶ τοῦτο ἀκατασκέπτως, τὴν οὐκ οἶδ' ὅπως αὐτῷ πεπλασμένην δημηγορίαν, ἣν δὴ πεποιῆσθαί φησι τὸν τῶν ὅλων Θεὸν πρὸς γενητούς τινας καὶ ψευδωνύμους θεούς. 2.35 Οἶμαι δὲ δεῖν καὶ ἡμᾶς αὐτῷ πρὸς τοῦτο εἰπεῖν. Εἰ μὲν γὰρ ἐν τούτοις ἠθοποιεῖ Πλάτων καὶ κατὰ νόμον τῶν ποιητῶν τῷ προσώπῳ τοῦ Θεοῦ περιτίθησι λόγους οὕσπερ ἂν οἴηται πρέπειν αὐτῷ, διημάρτηκεν οὐ μετρίως τοῦ σκοποῦ, καὶ καταμωμήσαιτ' ἄν τις αὐτὸν προσωποποιεῖν οὐκ εἰδότα καθ' ὃν ἔδει τρόπον. Εἰ δὲ σκήπτεται τὸ θεοκλυτεῖν, χαιρέτω ληρῶν· οὐ γάρ τοι θέμις εἰπεῖν θεοῖς οὐκ ἀληθέσι τῆς ἰδικῶς αὐτῷ τε καὶ μόνῳ πρεπούσης εὐκλείας ἐφεῖναι μεταλαχεῖν τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεόν. Ἔφη γὰρ ὅτι· Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. Καὶ φέρε διὰ βραχέων τοῖς Πλάτωνος λόγοις ἀντεξάγοντες τὴν ἀλήθειαν ἐκεῖνο λέγωμεν. Συγκεχωρήσθω γάρ, εἰ δοκεῖ, τὰς ἄνω τε καὶ νοερὰς δυνάμεις παρὰ Θεοῦ γενομένας τῇ τοῦ θεοῦ τετιμῆσθαι κλήσει· φαμὲν γὰρ εἶναί τινας ἐν οὐρανῷ καὶ θεοὺς καὶ κυρίους ὠνομασμένους. Ἀλλὰ καὶ ἡμεῖς αὐτοὶ τῇ τοιᾷδε κλήσει κατεστέμμεθα, Θεοῦ λέγοντος πρὸς ἡμᾶς· Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Ἀλλ'ἔστι τις ἐν τούτοις ἀναγκαιοτάτη τοῦ πράγματος αἰτία, καὶ τῆς παρὰ Θεοῦ φιλοτιμίας ὁ εἰς ἡμᾶς λόγος ἔχοι ἂν ὀρθῶς ὅ τι μάλιστά γε· ὁ γάρ τοι τῶν ὅλων ∆ημιουργός, ἐπεί τοι κατ' εἰκόνα καὶ ὁμοίωσιν ἑαυτοῦ τὴν νοεράν τε καὶ λογικὴν εἰργάσατο κτίσιν, ἅτε δὴ καὶ ἀγαθὸς ὑπάρχων, καὶ τῇ τοῦ θεοῦ τετίμηκε κλήσει, καὶ τὸ ἀπεικὸς οὐδέν. Εἰθίσμεθα γὰρ καὶ ἡμεῖς αὐτοὶ τὴν ἀνθρώπου φέρε εἰπεῖν εἰκόνα ὁμωνύμως ἄνθρωπον ὀνομάζειν. 2.36 Οὐκοῦν ἡ μὲν νοερὰ καὶ λογικὴ κτίσις, ἅτε δὴ καὶ ἐν λόγῳ μείζονι κειμένη παρὰ Θεῷ τῆς οὐκ οὔσης λογικῆς τε καὶ νοερᾶς, τὴν ἀμείνω δόξαν λαχοῦσα φαίνεται, τῇ τοῦ θεοῦ κλήσει κεχρυσωμένη. Τῶν γε μὴν ἑτέρων κτισμάτων οὐδὲν τὸ παράπαν ὠνόμασται θεός. Ὅτι γὰρ οὔτε ζῷόν ἐστιν ὁ οὐρανὸς ἤγουν ὁ κόσμος ἁπλῶς, οὔτε μὴν ἔμψυχος ὅλως, κἂν εἰ μή τις ἕλοιτο λέγειν τῶν τελούντων ἐν ἡμῖν, ἀποχρὴ πρὸς ἔλεγχον καὶ δίχα τῶν ἄλλων οὕς φασιν εἶναι σοφοὺς ὁ αὐτοῦ τοῦ Πλάτωνος φοιτητὴς Ἀριστοτέλης. Ἔφη γάρ, ὡς ἤδη φθάσαντες διϊσχυρισάμεθα, οὔτε ἔμψυχον ὅλον δι' ὅλου τὸν κόσμον οὔτε λογικὸν οὔτε νοερόν. Ὅτι μὲν τοίνυν ὅλον δι' ὅλου τὸν κόσμον, ἢ ὅ τί ποτέ ἐστι τόδε τὸ πᾶν (ἔφη γὰρ οὕτως αὐτός) οὔτε ἔμψυχον οὔτε μὴν νοερὸν εἶναι λέγειν ἐφίησιν αὐτῷ τῆς ἀληθείας ἡ δύναμις, οἴκοθεν, ὡς ἔφην, καὶ παρά γε τῶν οἰκειοτάτων ὅ τι μάλιστα αὐτῷ, διαρκεστάτην ἔχει τὴν ἀντίστασιν. Τοῖς γε μὴν οὐκ οὖσιν ὅλως θεοῖς ἐμψύχοις ἢ νοεροῖς ὡς οὐκ ἂν ἔφη Θεὸς τὸ χρῆναι δημιουργεῖν, ἐκδείξειεν ἂν ἡμῖν ἡ αὐτοῦ τοῦ πράγματος φύσις, διὰ βασάνων ἰοῦσα συμμέτρων. Τί γὰρ ὅλως καθ' ἑαυτὸν ἐννενοηκὼς