μὴ ἀναχώρει. Μίσει καὶ τούς ποτε εἰς τὰ τοιαῦτα ὑποπτευθέντας· καὶ ἐὰν μὴ χρόνῳ καταλάβῃς αὐτῶν τὴν μετάνοιαν, μὴ προπετῶς σεαυτὸν ἐμπιστεύσῃς. Παρεδόθη σοι τῆς μοναρχίας ἡ ἀλήθεια. Γνώριζε τὰς βοτάνας τῶν μαθημάτων· γίνου δόκιμος τραπεζίτης, τὸ καλὸν κατέχων, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπεχόμενος. Εἰ δὲ καί ποτε τοιοῦτος γέγονας, μίσησον ἐπιγνοὺς τὴν πλάνην. Ἔστι γὰρ ὁδὸς σωτηρίας, ἐὰν ἀπεμέσῃς τὸν ἔμετον· ἐὰν ἀπὸ καρδίας μισήσῃς· ἐὰν ἀποστῇς αὐτῶν, μὴ χείλεσι μόνον, ἀλλὰ καὶ τῇ ψυχῇ· ἐὰν προσκυνήσῃς τὸν Πατέρα τοῦ Χριστοῦ, τὸν Θεὸν νόμου καὶ προφητῶν· ἐὰν γινώσκῃς τὸν ἀγαθὸν καὶ δίκαιον, ἕνα καὶ τὸν αὐτὸν ὄντα Θεόν. Ὃς πάντας ὑμᾶς συντηρήσειε, διαφυλάττων ὑμᾶς ἀπτώτους, ἀσκανδαλίστους, ἑδραίους ἐν τῇ πίστει, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 7.τ ΚΑΤΗΧΗΣΙΣ Ζʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, εἰς τὸν ΠΑΤΕΡΑ. Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Ἐφεσίους· Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατρία ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, καὶ τὰ ἑξῆς. 7.1 Περὶ μὲν τῆς τοῦ Θεοῦ μοναρχίας, αὐτάρκως ἡμῖν ἐν τῇ χθὲς ἡμέρᾳ πρὸς ὑμᾶς εἴρηται. Αὐτάρκως δὲ λέγω, οὐ τὸ πρὸς ἀξίαν· (τούτου γὰρ ἐφικέσθαι θνητῇ φύσει παντελῶς ἀδύνατον), ἀλλ' ὅσον ἧκεν εἰς τὴν ἡμετέραν ἀσθένειαν. Καὶ τῆς τῶν ἀθέων αἱρεσιωτῶν πολυσχιδοῦς πλάνης τὰς ἐκτροπὰς διῆλθον. Ὧν τὸ βορβορῶδες καὶ τὸ τῶν ψυχῶν ἰοβόλον ἀποσεισάμενοι, καὶ τὰ κατ' ἐκείνους μνημονεύσαντες, οὐχ ἵνα βλαβῶμεν, ἀλλ' ἵνα μειζόνως αὐτοὺς μισήσωμεν, πρὸς ἑαυτοὺς λοιπὸν ἐπανέλθωμεν· καὶ τὰ σωτηριώδη τῆς ἀληθοῦς Πίστεως καταδεξώμεθα, τῷ τῆς μοναρχίας ἀξιώματι τὸ πατρικὸν συνάπτοντες, καὶ πιστεύοντες ΕΙΣ ἙΝΑ ΘΕΟΝ ΠΑΤΕΡΑ. Οὐ γὰρ μόνον ΕΙΣ ἙΝΑ ΘΕΟΝ δεῖ πιστεύειν· ἀλλὰ καὶ [τὸ] ΠΑΤΕΡΑ τοῦτον εἶναι τοῦ μονογενοῦς, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, μετ' εὐσεβείας καταδεχώμεθα. 7.2 Ταύτῃ γὰρ ἂν τῶν Ἰουδαίων ἀνώτερα φρονοίημεν, οἳ τὸ μὲν εἶναι ἙΝΑ ΘΕΟΝ καταδέχονται τοῖς δόγμασι· (τί γὰρ, εἰ καὶ τοῦτο διὰ τῆς εἰδωλολατρείας πολλάκις ἠρνήσαντο;) τὸ δὲ καὶ ΠΑΤΕΡΑ εἶναι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦτον, οὐ παραδέχονται· τοῖς οἰκείοις προφήταις ἐναντία φρονοῦντες, οἵ φασιν ἐν ταῖς θείαις γραφαῖς· Κύριος εἶπε πρός με, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Καὶ μέχρι σήμερον φρυαττόμενοι καὶ συναγόμενοι κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ· νομίζοντες ὅτι δυνατόν ἐστι Πατρὶ φιλιωθῆναι, χωρὶς τῆς εἰς τὸν Υἱὸν εὐσεβείας· ἀγνοοῦντες ὅτι οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ διὰ τοῦ Υἱοῦ, τοῦ λέγοντος, Ἐγώ εἰμι ἡ θύρα· καὶ, Ἐγώ εἰμι ἡ ὁδός. Ὁ τοίνυν τὴνὁδὸν παραιτούμενος τὴν ἀπάγουσαν πρὸς τὸν Πατέρα, καὶ ὁ τὴν θύραν ἀρνούμενος, πῶς τῆς πρὸς τὸν Θεὸν εἰσόδου καταξιωθήσεται; ἀντιλέγοντες δὲ καὶ τοῖς ἐν ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ γεγραμμένοις, τὸ, Αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. Κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Εἰ γὰρ ταῦτα πρὸς τὸν ∆αβὶδ ἢ Σολομῶντα, ἢ καί τινα τῶν καθεξῆς εἰρῆσθαι βιάζοιντο, δειξάτωσαν, πῶς ὁ θρόνος τούτου τοῦ προφητευομένου παρ' αὐτοῖς, ἔστιν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ, καὶ ὡς ὁ ἥλιος ἐναντίον τοῦ Θεοῦ, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα. Πῶς δὲ καὶ οὐ δυσωποῦνται τὸ γεγραμμένον, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε; καὶ τὸ, Συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης, γενεὰς γενεῶν; ἅπερ ἐπ' ἄνθρωπον ἀναφέρειν, πάσης ἀγνωμοσύνης ἀνάπλεων καὶ μεστόν. 7.3 Ἀλλ' Ἰουδαῖοι μὲν τὰ συνήθη τῆς ἀπιστίας, ἔν τε τοῖς ῥητοῖς τούτοις καὶ ἐν τοῖς παραπλησίοις, ἐπειδὴ βούλονται, νοσείτωσαν. Ἡμεῖς δὲ τὸ τῆς Πίστεως εὐσεβὲς ἀναλαμβάνομεν, Θεὸν ἕνα τὸν Πατέρα τοῦ Χριστοῦ προσκυνοῦντες· [τὸν γὰρ τοῖς πᾶσι τὸ γεννᾷν χαριζόμενον, τοῦτον τῆς τοιαύτης ἀξίας ἀποστε ρεῖν ἀνόσιον·] καὶ πιστεύομεν ΕΙΣ ἙΝΑ ΘΕΟΝ ΠΑΤΕΡΑ, ἵνα καὶ πρὸ τῶν περὶ Χριστοῦ κινηθησομένων ἡμῖν διδασκαλικῶν λόγων, ἡ περὶ τοῦ μονογενοῦς πίστις ἐγκαταβάλληται τῇ ψυχῇ τῶν ἀκουόντων, ἐκ τῶν