ἔπειθεν, προσέφυγεν εἰς τὸ Σιριχᾶ εἰς τὸν τίμιον σταυρόν, προφασισάμενος ὡς διὰ πίστιν τοῦ σταυροῦ ἐληλύθει. καταλαβὼν οὖν Κωνσταντῖνος ὁ τοῦ ∆ουκός, καὶ τοῦτον ἀναλαβόμενος, ὑπέστρεψεν ἐν τῇ πόλει. προσέταξε δὲ ὁ βασιλεὺς αὐτὸν μὲν φυλάττεσθαι ἐν τῇ οἰκίᾳ Βάρ δα τοῦ Καίσαρος, ἠρώτησε δὲ Κωνσταντῖνον τοῦ ∆ουκὸς περὶ αὐτοῦ, καὶ μαθὼν ὡς ἀληθῶς ἐν Συρίᾳ ἔφυγε, παρεγγύησε τῷ ∆ουκὶ μὴ εἰπεῖν τοῦτο ἐνώπιον τῆς συγκλήτου, ὅτε παρ' αὐτοῦ ἐρωτηθῇ, ἀλλ' ὅτι δι' εὐχὴν ἀπῆλθεν ἐν τῷ Σιριχᾶ· ἤθελε γὰρ ὁ βασιλεὺς συνοψισθῆναι αὐτῷ. προσκαλεσάμενος οὖν Κωνσταν τῖνον τοῦ ∆ουκὸς ἔμπροσθεν τῶν ἐν τέλει ἔφη "οὕτως ἔχεις θεὸν καὶ τὴν κεφαλήν μου, ἔφυγεν ὁ Σαμωνᾶς ἢ οὔ;" ὁ δὲ ὡς εἰπὼν πρότερον τῷ βασιλεῖ μὴ ὁρκισθῆναι καὶ τὸ κελευόμενον εἰπεῖν, ἀκούσας τοὺς ὅρκους ἐξεῖπεν ἐνώπιον πάντων ὅτι εἰς Συρίαν ἔφευ γεν. μετ' ὀργῆς δὲ τοῦ βασιλέως τοῦτον ἀποπεμψαμένου, ἐποίησε Σαμωνᾶς μῆνας τέσσαρας ἐν τῷ οἴκῳ τοῦ Βάρδα. ἀπεσυνόψισε δὲ ἐν τῇ αὐτοκρατορίᾳ τοῦ βασιλέως. 32. Ἐφάνη δὲ τότε καὶ κομήτης ἀστήρ, τὰς ἀκτῖνας ἐπὶ ἀνατολῆς πέμπων, φαινόμενος ἐν ἡμέραις καὶ νυξὶ τεσσαράκοντα. 865 γέγονε δὲ Σαμωνᾶς πατρίκιος ἀπὸ τῆς αὐτοῦ φυγῆς. ἐγέννησε δὲ υἱὸν ἀπὸ Ζωῆς τῆς τετάρτης αὐτοῦ γυναικός. ἐβαπτίσθη δὲ τὰ ἅγια φῶτα ὑπὸ Νικολάου πατριάρχου ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, δε ξαμένων αὐτὸν Ἀλεξάνδρου βασιλέως καὶ Σαμωνᾶ πατρικίου καὶ τῶν ἐν τέλει πάντων. 33. Γέγονε δὲ καὶ ἡ Κύφη τότε γηροκομεῖον, διω χθεισῶν τῶν ἑταιρίδων. 34. Εὐλογήθη δὲ ὁ Λέων βασιλεὺς μετὰ Ζωῆς μετὰ τὴν ἑορτὴν παρὰ Θωμᾶ πρεσβυτέρῳ, ὃς καθῃρέθη. ἀνηγόρευσε δὲ τὴν αὐτὴν Ζωὴν Αὐγοῦσταν, καὶ διὰ τοῦτο τὸν βασιλέα ὁ πατρι άρχης ἐκώλυσεν εἰς τὴν ἐκκλησίαν εἰσέρχεσθαι. ὅθεν διήρχετο ἀπὸ τοῦ δεξιοῦ μέρους μέχρι τοῦ μιτατωρίου, μηδ' ὅλως εἰς τὰ κατὰ συνήθειαν διερχόμενος. 35. Προεβλήθη δὲ Σαμωνᾶς παρακοιμώμενος διὰ τὸ εἶναι τῷ βασιλεῖ συνεργὸς πρὸς πᾶσαν παρανομίαν καὶ κακίαν. καὶ κατὰ τῆς ἐκκλησίας ἤρξαντο μελετᾶν. προσκαλεσάμενοι γὰρ Νικόλαον πατριάρχην Φεβρουαρίῳ μηνὶ πρώτῃ, καὶ πολλὰ λιπαρήσαντες δεχθῆναι τὴν πολυγαμίαν, ἐπεὶ πεῖσαι οὐκ ἠδυνήθησαν, ἀπὸ τοῦ κλητορίου διὰ τοῦ Βουκολέοντος ἐν πλοίῳ μικρῷ τοῦτον ἐμβιβά σαντες διεπέρασαν ἐν τῇ Ἠρίᾳ, ἀφ' ἧς πεζῇ μέχρι Γαλακρηνῶν μόλις ἀπῄει, χιόνος ἐπικειμένης πολλῆς. χειροτονεῖται δὲ ἀντ' αὐτοῦ Εὐθύμιος σύγκελλος εἰς πατριάρχην, ἀνὴρ ἱεροπρεπής, 866 ἐγκρατής τε καὶ εὐλαβὴς πάνυ· ὅν φασιν καταδέξασθαι τοῦτο ἐξ ἀποκαλύψεως θείας, ὡς τοῦ βασιλέως βουλευομένου αἵρεσιν καὶ νόμον ἐκθεῖναι τοῦ ἔχειν ἄνδρα γυναῖκας τρεῖς ἢ καὶ τέσσαρας, πολλῶν εἰς τοῦτο λογιωτάτων ἀνδρῶν συνεργούντων αὐτῷ. 36. Ἰουνίῳ δὲ μηνὶ προσεκλήθη Λέων ὁ βασιλεὺς παρὰ Κωνσταντίνου τοῦ Λιβὸς ἐν τῇ μονῇ τῇ οὔσῃ ἐν τῷ Μαρδοσαγ γάρη τοῦ ποιῆσαι τὰ ἐγκαίνια καὶ ἀριστῆσαι. καὶ γέγονεν ἄνεμος ὁ λεγόμενος λὶψ ἕως τρίτου σφοδρῶς φυσήσας, συσσείσας τε καὶ δονήσας οἰκήματα καὶ ἐκκλησίας, ὥστε πάντας φεύγειν ἐν ὑπαί θροις τόποις, λέγοντας συντέλειαν κοσμικὴν εἶναι, εἰ μὴ ἡ θεοῦ φιλανθρωπία δι' ὄμβρων ἔπαυσε τὴν τοιαύτην θραῦσιν. 37. Προεβάλετο δὲ ὁ βασιλεὺς Ἱμέριον λογοθέτην τοῦ δρό μου κεφαλὴν πάντων τῶν πλωΐμων, ἐξελθόντος τοῦ στόλου τῶν Ἀγαρηνῶν κατὰ Ῥωμαίων. ἐδέξατο δὲ καὶ Ἀνδρόνικος ὁ ∆οὺξδιὰ κελεύσεως συνελθεῖν Ἱμερίῳ λογοθέτῃ ἐν τοῖς πλοίοις καὶ καταπολεμῆσαι τοὺς Ἀγαρηνούς. ὁ δὲ Σαμωνᾶς ἦν ἀδιάλλακτος ἐχθρὸς Ἀνδρονίκῳ, καὶ πολλὰ κατ' αὐτοῦ διηνεκῶς συνεσκεύασε καὶ ἐμηχανᾶτο, κακῶσαι τὸν Ἀνδρόνικον παντὶ τρόπῳ καὶ πάσῃ σπουδῇ διαμηχανώμενος ἀπὸ τῆς αὐτοῦ φυγῆς. ὑπέβαλε δέ τινι γράψαι τῷ Ἀνδρονίκῳ κρύφα, μὴ εἰσέλθοι εἰς τὰ καράβια καὶ κρατηθῇ παρὰ Ἱμερίου· ὁ γὰρ Σαμωνᾶς ὑπέθηκε τῷ βασιλεῖ τοῦ κρατηθῆναί σε καὶ τυφλωθῆναι παρ' αὐτοῦ. πολλὰ δὲ προτρεπο 867 μένου Ἱμερίου Ἀνδρόνικον εἰσελθεῖν ἐν τοῖς πλοίοις κατὰ τῶν Ἀγαρηνῶν ἀπεσκίρτησε. τῶν Ἀγαρηνῶν δὲ ἐπικειμένων Ἱμέριος μόνος ἐν ἡμέρᾳ τοῦ ἁγίου Θωμᾶ συμβαλὼν πόλεμον μετὰ τῶν Ἀγαρη νῶν μεγάλην νίκην εἰργάσατο.