διετίθουν καὶ τὸ Φράγγων ἔθνος κατακυριεῦσαν τῆς Ἰταλίας καὶ Σικελίας δεινὰ κατὰ Ῥωμαίων ἐμελέτων, ἐβουλεύετο τοῦτον ὁ Μιχαὴλ ἐκ τῆς Βουλγαρίας ἐπὶ τὸ ∆υρράχιον μεταβαίνειν, ὃ μητρόπολίς ἐστι τοῦ Ἰλλυρικοῦ. Εὐθὺς οὖν γράμματα πρὸς ἐκεῖνον ἐπέμπετο οὐ κελεύοντα μᾶλλον ἢ ἀξιοῦντα αὐτὸν εἰς τὸ Ἰλλυρικὸν μεταβῆναι. Ἀφίκετο οὖν καὶ πάντες ἀσμένως αὐτὸν ὑπεδέχοντο οἱ ἐγχώριοι· ἦν γὰρ ὁ ἀνὴρ χαριέστατος καὶ ἐλευ θεριώτατος. Βραχὺν δέ τινα χρόνον ἐκεῖσε ἐνδιατρίψας ὥστε τὰ πρὸς τὸν πόλεμον ἐξαρτῦσαι, ἐστράτευσε κατὰ ∆ιοκλέων καὶ Χωροβάτων. Ἐν ὀχυρωτάτοις δὲ τούτων χωρίοις στρατοπεδευομένων, τὰς δυσχωρίας αὐτὸς καθαίρειν ἔσπευδεν. Ὁπλίσας γὰρ πρότερον τοὺς στρατιώτας διέβαινε τοὺς στενωπούς· δεδιότος δὲ τοῦ στρατεύματος ἐν τῷ ὑποστρέφειν τὰ δυσδιόδευτα, ἐκέλευε τοὺς ἐγχωρίους συχνὰς ἀξίνας ἐπιφερομένους ὄπισθεν ἕπεσθαι καὶ καθαίρειν τὰ δύσβατα καὶ τὰς ὁδοὺς εὐρύνειν· οὗ γενομένου, προθύμως οἱ στρατιῶται κατὰ τῶν πολεμίων ἐχώρουν καὶ οὕτω κατὰ τὸν τόπον γενόμενος ἔνθα τὸ τῶν ἐναντίων στράτευμα ἦν, προσέβαλε τούτῳ καὶ μάχης ἰσχυρᾶς γενομένης κατὰ κράτος ἐνίκησε. Τὰς γοῦν πόλεις ἁπάσας ὑποσπόνδους Ῥωμαίους ποιησάμενος καθάπερ τὸ πρότερον καὶ ὁμήρους λαβὼν καὶ φρουρὰν ἀποχρῶσαν ἐφ' ἑκάστην χώραν καταλιπὼν ἐπανῆκεν εἰς τὸ ∆υρράχιον. Ἐπεὶ δ' ἐξ Ἰταλίας πεμπόμεναι νῆες τὰς φορτηγοὺςναῦς καταιρούσας κακῶς διετίθουν, σκοπὸν ἔθετο καὶ τούτων τὴν ὁρμὴν ἀναστεῖλαι καὶ μέντοι καὶ ἀνέστειλε ταύτην ταχέως τριήρεις κατ' αὐτῶν ἐξοπλίσας καὶ πολλὰς μὲν τῶν λῃστρικῶν καταποντίσας νηῶν, οὐκ ὀλίγας δὲ κατασχών, ὡς ὑποπτῆξαι πάντα τὸν ἐν Ἰταλίᾳ στόλον καὶ συσταλῆναι. 3.4 Ταῦτα μὲν οὕτω πέπρακτο ἄξια ὄντα τιμῆς καὶ γερῶν, ἀλλ' ὁ φθόνος οὐκ ἤνεγκεν ἔργα τοιαῦτα ἀνδρὸς ἀρίστου, ἀλλὰ τὰς συκοφαντῶν ἠρέθισε γλώσσας τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, ὅι φησιν ὁ θεῖος ∆αυίδ, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν. Ὑπεισελθόντες οὖν τὴν τοῦ βασιλέως κουφότητα κατελάλουν λάθρᾳ τοῦ ἀνδρὸς ὡς τυραννεῖν μελετῶντος· ὧν κινηθεὶς τοῖς λόγοις ἐκεῖνος τῶν αὐτῷ πιστοτάτων ἕναὁ Καππαδόκης οὗτος Εὐστάθιος ἦνπρὸς τὴν Ἰλλυρίδα ἐκπέπομφε, παραγγείλας αὐτῷ λάθρα τὰ περὶ τῶν μηνυθέντων ἐξακριβώσασθαι. Ἀπελθόντα δὲ τοῦτον μάλα ἀσμένως ὁ Βρυέννιος ὑποδέχεται καὶ τοσοῦτον αὐτὸν ᾠκειώσατο ὡς καὶ τὰ τοῦ δράματος αὐτῷ ἀπαγγεῖλαι καὶ ὅτου χάριν πρὸς βασιλέως ἐπέμφθη. Τούτων δ' ἀκούσας ἐκεῖνος ἐδάκνετο τὴν ψυχὴν καὶ εἰς δέος ἐνέπιπτεν· οὐ μέντοι καὶ πρὸς ὀργὴν ἐκινεῖτο, ἀλλ' ἐπεῖχε τέως καὶ ἐσκόπει τί ποτ' ἂν δράσειεν. Ἔτι δ' ἐν τούτοις ὄντος, ὁ ἐκείνου αὐτάδελφος ἐφοίτα πρὸς τὸ Βυζάντιον προσεχῶς ἀριστεύσας κατὰ Σκυθῶν· ᾔτει οὖν ἐκ βασιλέως τῆς ἀριστείας τὰς ἀμοιβάς, τῷ λογοθέτῃ δι' ὄχλου γινόμενος· ὡς δὲ παρωρᾶτο καὶ κενὸς ἀπεπέμπετο, ἐδυσφόρει μάλα καὶ ἠνιᾶτο. Ἐπεὶ δὲ καὶ ὁ τοῦ Φλώρου υἱός, Βασιλάκης, ἐκ Παφλαγόνων ἀφίκετο, οἰόμενος καὶ αὐτὸς ἐκ βασιλέως δωρεάς τινας σχεῖν, καὶ γὰρ ἦν ἀνὴρ ἀγαθὸς τὰ πολεμικά, ἀπετύγχανε δὲ καὶ οὗτος τῶν κατὰ σκοπὸν καὶ διὰ τοῦτο ἠνιᾶτο καὶ ἤσχαλλεν, ἐντυχόντες ἀλλήλοιν εἰς λόγους ἠλθέτην ἄμφω καὶ πολλὰ κατεβόων τῆς τοῦ βασιλέως ἀνελευθερίας καὶ τῆς τοῦ λογοθέτου σκληρότητος. Εἰς τοσοῦτον οὖν αὐτοῖν τὰ τῆς ἐντυχίας προῆλθον ὡς καὶ ὅρκια δοῦναι καὶ λαβεῖν ἐπὶ τῷ σκέψασθαί τι σφωὶν συνοῖσον καὶ τῇ Ῥωμαίων ἀρχῇ καὶ μέντοι καὶ ἀνέκφορα τηρῆσαι τὰ βουλευθέντα. Τὰ δὲ ἦσαν ἀποσκευάσασθαι μὲν τὸν οὕτως ἀνελεύθερον καὶ ἀνοικονόμητον, καταστῆσαι δὲ εἰς τὴν Ῥωμαίων ἀρχὴν ἄνδρα πολλοῖς κομῶντα πλεονεκτήμασι καὶ μὴ ὑπ' ἀνδρὸς ἐκτομίου οὕτω τοὺς στρατηγοὺς Ῥωμαίων ἐμπαίζεσθαι. Ἐδόκει οὖν αὐτοῖν ὡς τάχιστα τὸν Βρυέννιον ἐξ Ἰλλυρίδος μεταπέμπεσθαι κἀκεῖνον ἀρχηγὸν τοῦ σκέμματος καθιστᾶν. 3.5 Τούτων τοίνυν βεβουλευμένων, ὁ μὲν Βρυέννιος Ἰωάννης οἴκαδε ἀπῄει, ὁ δὲ Βασιλάκης εἰς τὸ Βυζάντιον ἔμεινεν. Οὔπω βραχὺς διῆλθε καιρὸς καὶ τῶν βαρβάρων τις τῶν πελεκηφόρων, οἷς ἡ τῶν βασιλείων