ἐπιδείξει τῶν ἀγγέλων καὶ ἑτοιμοτέρων γινομένων πρὸς τὸ παντὶ τρόπῳ συν εργῆσαι καὶ πρὸς τὸ ἑξῆς συμπνεῦσαι τῇ πλειόνων καὶ μειζόνων καταλήψει τοῦ ἐπὶ προτέροις παρεσκευασμένου τροφίμοις μαθήμασιν, εὐφράναντος καὶ, ἵν' οὕτως εἴπω, ἀναθρέψαντος αὐτούς. οὐ θαυ μαστὸν δὲ εἰ ἀγγέλους τρέφει ἄνθρωπος, ὅπου γε καὶ Χριστὸς ὁμο λογεῖ ἑστὼς παρὰ «τὴν θύραν» κρούειν, ἵν' εἰσελθὼν παρὰ τὸν ἀνοίξαντα αὐτῷ δειπνήσῃ «μετ' αὐτοῦ» ἐκ τῶν ἐκείνου, μετὰ ταῦτα καὶ αὐτὸς μεταδώσων τῶν ἰδίων τῷ πρότερον ἑστιάσαντι κατὰ τὴν ἰδίαν δύναμιν τὸν υἱὸν τοῦ θεοῦ. 27.12 20τοῦ20 μὲν οὖν 20ἐπιουσίου20 ὁ μεταλαμβάνων 20ἄρτου20 στηριζό μενος τὴν «καρδίαν» υἱὸς θεοῦ γίνεται· «τοῦ» δὲ «δράκοντος» ὁ μετέχων οὐκ ἄλλος ἐστὶ τοῦ νοητοῦ Αἰθίοπος, διὰ τὰς τοῦ «δράκοντος» ἄρκυς μεταβάλλων καὶ αὐτὸς εἰς ὄφιν, ὥστε ὑπὸ τοῦ λόγου ὀνειδιζόμενον αὐτὸν, κἂν λέγῃ βαπτίζεσθαι θέλειν, ἀκούειν· «ὄφεις, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;» λέγει δὲ περὶ τοῦ δρακοντείου σώματος ὑπὸ τῶν Αἰθιόπων ἑστιωμένου ὁ ∆αυῒδ ταῦτα· «συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, <σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος,> ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν.» εἰ δὲ μὴ ἀπεμφαίνει, οὐσιωδῶς ὑφεσ τῶτος τοῦ υἱοῦ τοῦ θεοῦ ὑφεστῶτος δὲ καὶ τοῦ ἀντικειμένου, ἑκά τερον αὐτῶν τροφὴν γίνεσθαι τοῦδε ἢ τοῦδε, τί ὀκνοῦμεν παρα δέξασθαι ἐπί γε πασῶν τῶν δυνάμεων κρειττόνων καὶ χειρόνων· καὶ ἐπὶ τῶν ἀνθρώπων τὸ δύνασθαι τρέφεσθαι ἀπὸ πάντων τού των ἕνα ἕκαστον ἡμῶν; κοινωνεῖν γοῦν τῷ ἑκατοντάρχῳ Κορνηλίῳ καὶ τοῖς ἅμα συναχθεῖσιν ἐν τῇ Καισαρείᾳ ὁ Πέτρος μέλλων μετὰ δὲ ταῦτα καὶ τοῖς ἔθνεσι μεταδώσειν τῶν λόγων τοῦ θεοῦ, ὁρᾷ τὸ «τέτταρσιν ἀρχαῖς καθιέμενον» οὐρανόθεν «σκεῦος,» «ἐν ᾧ» «πάντα τὰ τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς»· ὅτε καὶ κελεύεται «ἀναστὰς» θῦσαι καὶ φαγεῖν, προστασσόμενος μετὰ τὸ παραιτού μενον αὐτὸν εἰρηκέναι· σὺ οἶδας «ὅτι οὐδέ ποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου» «μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον» τῷ τὰ καθαρθέντα ὑπὸ θεοῦ μὴ δεῖν ὑπὸ Πέτρου κοι νοῦσθαι· φησὶ γὰρ ἡ λέξις· «ἃ ὁ θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου.» οὐκοῦν τὸ καθαρὸν βρῶμα καὶ τὸ ἀκάθαρτον κατὰ τὸν Μωϋσέως νόμον ἐν ὀνομασίαις διακρινόμενον πλειόνων ζῴων, τὴν ἀναφορὰν ἔχον ἐπὶ τὰ διάφορα ἤθη τῶν λογικῶν, διδάσκει τούσδε μὲν τροφί μους ἡμῖν τυγχάνειν τούσδε δὲ ἐναντίως ἔχειν, ἕως καθαρίσας πάν τας ποιήσῃ τροφίμους ὁ θεὸς ἢ τοὺς ἀπὸ «παντὸς γένους.» 27.13 τούτων δὴ οὕτως ἐχόντων καὶ τοσαύτης διαφορᾶς βρωμά των οὔσης, εἷς παρὰ πάντας τοὺς εἰρημένους ἐστὶν ὁ 20ἐπιούσιος ἄρτος20, περὶ οὗ εὔχεσθαι δεῖ, ἵνα ἐκείνου ἀξιωθῶμεν καὶ τρεφόμενοι τῷ «ἐν ἀρχῇ» «πρὸς θεὸν» θεῷ λόγῳ θεοποιηθῶμεν. ἐρεῖ δέ τις τὸ «0ἐπιούσιον20» παρὰ τὸ ἐπιέναι κατεσχηματίσθαι, ὥστε αἰτεῖν ἡμᾶς κελεύεσθαι 20τὸν ἄρτον20 τὸν οἰκεῖον τοῦ μέλλοντος αἰῶνος, ἵνα προ λαβὼν αὐτὸν ὁ θεὸς ἤδη ἡμῖν δωρήσηται, ὥστε τὸ οἱονεὶ αὔριον δοθησόμενον «0σήμερον20» ἡμῖν δοθῆναι, «0σήμερον20» μὲν τοῦ ἐνεσ τῶτος αἰῶνος λαμβανομένου αὔριον δὲ τοῦ μέλλοντος. ἀλλὰ βελ τίονος οὔσης τῆς προτέρας ἐκδοχῆς ὅσον ἐπ' ἐμοὶ κριτῇ, τὸ περὶ τῆς «0σήμερον20» παρὰ τῷ Ματθαίῳ τούτοις προσκείμενον ἢ 20τὸ «καθ' ἡμέραν20» παρὰ τῷ Λουκᾷ γεγραμμένον ἐξετάσωμεν. ἔθος δὴ πολλαχοῦ τῶν γραφῶν τὸν πάντα αἰῶνα «0σήμερον20» καλεῖσθαι, ὥσπερ ἐν τῷ «οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς 20σήμερον20 ἡμέρας» καὶ «οὗτος πατὴρ Ἀμμανιτῶν ἕως τῆς 20σήμερον20 ἡμέρας» καὶ «ἐφη μίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις ἕως τῆς 20σήμερον20,» καὶ ἐν τοῖς ψαλμοῖς· «0σήμερον20 ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν.» ἐν δὲ τῷ Ἰησοῦ σαφέστατα οὕτω τοῦτο εἴρη ται· «μὴ ἀπόστητε ἀπὸ κυρίου ἐν ταῖς 20σήμερον20 ἡμέραις.» εἰ δὲ «0σήμερον20» ὁ πᾶς οὗτος αἰὼν, μή ποτε «ἐχθὲς» ὁ παρεληλυθώς ἐστιν αἰών. τοῦτο δὲ ἐν ψαλμοῖς καὶ παρὰ τῷ Παύλῳ ἐν τῇ πρὸς Ἑβραίους λέγειν ὑπειλήφαμεν, ἐν