πολυτέλειαν ἐπεζήτουν. ἄτοπον ἦν τὰς τῶν νοσούντων ἢ πτωχευόντων τροφὰς τῇ τῶν ὑγιαινόντων ἀκρασίᾳ προσαναλῶσαι. ποῖος δὲ καὶ νόμος οὗτος, νομοθετεῖν τὸν παιδευτὴν τοὺς παιδευομένους, ἢ τοὺς ἀῤῥώστους τὸν ἰατρόν, ἢ τοὺς ἐπιβάτας τὸν κυβερνήτην, ἀεὶ τοῦ ἰατροῦ τοὺς νοσοῦντας ὑγιάζοντος, καὶ τοῦ διδάσκοντος τοὺς παιδευομένους ἐπανορ θοῦντος, καὶ τοῦ κυβερνήτου τοῖς ἐμπλέουσι τὸ συμφέρον μνηστευομένου; καὶ ἰατρῷ μὲν καὶ κυβερνήτῃ πειθόμενοι οἱ ὑπ' αὐτοὺς διὰ φιλοζωΐαν πᾶσαν ὀδύνην καὶ ἐπάχθειαν φέρουσι, παρ' οἷς καὶ τὸ ἐπιτυχεῖν ἄδηλον· διδασκάλῳ δὲ τῶν κρειτ τόνων, νόσους καὶ μαλακίας ἀπελαύνειν ἐμπεπιστευμένῳ καὶ τρικυμίας ἡδονῶν ὑπερβαίνειν ἐξησκημένῳ, ἀχαλινώτοις στό μασιν ἐπανατείνονται ἀνίπτοις ποσὶ πάντα φύροντες. εἰ δὲ καὶ ἐδεδώκει ἑαυτὸν ἔκδοτον ταῖς τραπέζαις, πόσοις ἐξήρκει ἀξιώ μασι τὴν τηλικαύτην πόλιν οἰκῶν, ἑκάστου ἢ δι' εὐλογίαν, ἢ διὰ πενίαν, ἢ διὰ γαστριμαργίαν τὸ φαγεῖν ἐπιζητοῦντος; ποῦ δὲ 80 καὶ σχολὴν ἦγεν ἡ τοῦ Θεοῦ θεωρία, ἡ τοῦ λαοῦ θεραπεία, ἡ τῶν Γραφῶν ἱστορία, ἡ τῶν χηρῶν κηδεμονία, ἡ τῶν παρθένων παραμυθία, ἡ τῶν ἀῤῥωστούντων νοσοκομία, ἡ τῶν καταπονου μένων ἐπικουρία, ἡ τῶν πλανωμένων ἐπιστροφή, ἡ τῶν συν τετριμμένων φροντίς, ἡ τῶν ἐν φυλακαῖς ἐπίσκεψις; πῶς δὲ ἔφυγεν τὸν ὀνειδιστικὸν ταλανισμὸν τοῦ Θεοῦ, ὃν ὀνειδίζει ἐν τῷ Ἰεζεκιήλ; -"Ὦ οἱ ποιμένες οἱ ποιμαίνοντες ἑαυτούς, καὶ οὐ τὰ πρόβατα νέμοντες· τὸ πεπλανημένον οὐκ ἐπεστρέψατε, τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, τὸ ἀσθενὲς οὐκ ἐπεσκέψασθε, τὸ συν τετριμμένον οὐ κατεδήσατε, τὰ λιπαρὰ σφάζοντες ἐσθίετε." - περὶ ὧν γράφει ὁ Παῦλος· "Ἀνέχεσθε γάρ, εἴ τις ὑμᾶς κατα δουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει." - "καὶ τὰ μὲν ἔρια περιεβάλλεσθε, τὰ δὲ πρόβατα οὐ ποιμαίνετε." καὶ ἐν τῷ Ἰερεμίᾳ περὶ ἀργοτρόφων ποιμένων λέγει· "Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου." Λέγει ὁ διάκονος· {Ο ∆ΙΑΚ.} Ἐδύνατο καὶ τούτους διὰ χρόνου θεραπεύειν καὶ τῶν ἐκκλησιαστικῶν φροντίζειν, ἵνα μὴ δόξῃ κακῶς ἀκούειν, ἐν τοῖς ἄλλοις ὢν μέγας. {Ο ΕΠΙΣΚ.} Τοῦτο γάρ ἐστι τὸ ζητούμενον, ἵνα μὴ κακῶς ἀκούῃ, ἵνα πλουσίως παρέχῃ τὸν λόγον, τὴν σπουδήν, τὸν ζῆλον, τὴν ἄλλην ἱερατικὴν εὔνοιαν. ἢ οὐκ οἶδας, ὦ τιμιώτατε Θεόδωρε, ὅτι καὶ ἀλόγου κακηγορίας μακαρισμὸς ὥρισται ὑπὸ τοῦ Κυρίου σὺν τοῖς ἄλλοις μακαρισμοῖς εἰπόντος· "Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν. οὐαὶ δὲ ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι· κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν"; πῶς δὲ καὶ στόμα ἐξησκημένον ἐν θείοις λογίοις καὶ οὖς χρησμῶν ἐπακούειν θείων ἠνείχετο πολυλογίας τραπέζης, τοῦ ∆εσπότου λέγοντος· "Οὐδεὶς δύναται δυσὶ κυρίοις δου λεύειν"· ἔπειτα, "οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ"; 81 ζητήσωμεν ἄρα τίς ὁ μαμωνᾶς, μή ποτε εὑρεθῶμεν οὐχὶ τοῖς δύο κυρίοις δουλεύοντες, ἀλλ' ἢ μόνῳ τῷ μαμωνᾷ. "μαμωνᾶν" γὰρ νῦν οὐ "τὸν διάβολον" λέγει, ἀλλὰ τὴν ματαιοπονίαν τοῦ κόσμου τούτου, οὗ τοὺς ἑαυτοῦ μαθητὰς ὁ λόγος ἀπέστησεν. {Ο ∆ΙΑΚ.} Ἐπανάζευξον, ὦ ἱερώτατε πάτερ, ἐπὶ τὰ λοιπὰ τῶν πραγμάτων, ἱκανῶς ἀποδεδειγμένου τοῦ περὶ τραπέζης λόγου. κἀμοὶ δὲ μὴ χαλεπήνῃς ἐπὶ τοῖς ἀνθυπενεχθεῖσι· πλέον γάρ τι βουλόμενος μαθεῖν, ἐπεξεργαστικώτερον ἠρόμην τὴν σὴν πολυμάθειαν. {Ο ΕΠΙΣΚ.} Τοῦτό σοι παρ' ἐμοῦ σαφέστερον εἰρήσθω, Θεό δωρε φιλομαθέστατε (εἷς γὰρ γέγονα τῶν σπουδασάντων ὄχλοις διὰ τραπέζης ἀρέσαι), ὅτι ἐπίσκοπος, μάλιστα πόλεως μεγάλης, "καταλείψας τὴν τοῦ λόγου διακονίαν," νύκτωρ τε καὶ μεθ' ἡμέραν ἐν ταῖς χερσὶν <οὐκ> ἔχων τὰ τοῦ νόμου πυξία, καὶ τὴν τῶν πτωχῶν ἐπιμέλειαν οὐ δι' ἑαυτοῦ, ἀλλὰ δι' ἑτέρων ποιεῖται, μακρὰν ἔσται τῶν εἰρηκότων· "Ἰδού, ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἡμῖν ἔσται;" συναριθμούμενος τοῖς φήσασι· "Κύριε, οὐχὶ τῷ σῷ ὀνόματι τὰ καὶ τὰ ἐποιή σαμεν;" ἀκουσόμενος μετ' αὐτῶν· "Ὑπάγετε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι· οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ." οὐ γὰρ ἐπιγινώσκει ὁ λόγος ἀλόγους ἐργάτας· "καθαρὸς γὰρ αὐτοῦ ὀφθαλμὸς