ὁ τῶν ὅλων ∆ημιουργὸς ἑτέροις θεοῖς ἐνεχείρισε τὸ χρῆναι πονεῖν περὶ τὴν τῶν τριῶν γενῶν δημιουργίαν; Ὀκνήσας ἄρα, φαῖεν ἄν, ἢ λόγου τὰ καθ' ἡμᾶς ἀξιώσας οὐδενός· εἶεν δ' ἄν, ὥς γε οἶμαι, ταυτὶ τῆς ἀνωτάτω πασῶν οὐσίας ἀλλότρια παντελῶς. 2.37 Εἰ γάρ ἐστιν ἀγαθὸς ὁ ∆ημιουργός, πῶς ἂν αὐτῷ καὶ ὄκνος ἐγγένοιτό τις περί τινος ὅλως; οὕτω γάρ αὐτός πού φησιν ὁ Πλάτων ἀγαθὸς ἦν, ἀγαθῷ δὲ φθόνος οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται. Τό γε μὴν ἀπαξιῶσαι λέγειν αὐτὸν εἴη ἂν ἕτερον οὐδὲν ἢ τῦφον αὐτῷ προσνέμειν καὶ ὑπεροψίας καθο ρίσαι γραφήν. Πῶς δ' ἂν ἕλοιτο κρατεῖν ὧν ἀτιμάζει τὴν γένεσιν; Ἢ τίνα δὴ τρόπον ταῖς παρ' ἡμῶν λατρείαις ἐπιγάννυται, εἰ μηδὲ κτίζειν ὅλως ἠξίωσε τὴν ἀρχήν; Ὅτι δὲ καὶ τιμᾶσθαι βούλεται πρὸς ἡμῶν, καὶ τὸ εὐήνιον ἀπαιτεῖ, καὶ διὰ πάσης ἀρετῆς ἀφομοιοῦσθαι δεῖν ἑαυτῷ τὴν ἀνθρώπου φύσιν ἐθέλει, παραθείην μὲν ἄν, καὶ μάλα ῥᾳδίως, πλείστας τε ὅσας καὶ ἀληθεῖς μαρτυρίας τῆς θεοπνεύστου Γραφῆς. Ἐπειδὴ δὲ μᾶλλόν εἰσιν Ἰουλιανῷ πιστὰ τὰ αὐτοῦ, γεγραφέναι φημὶ Πορφύριον ἐν βιβλίῳ δευτέρῳ Περὶ ἀποχῆς ἐμψύχων ὡδί· Θύσωμεν τοίνυν καὶ ἡμεῖς, ἀλλὰ θύσωμεν ὡς προσήκει, Θεῷ μὲν τῷ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν αἰσθητὸν μήτε θυμιῶντες μήτε ἐπονομάζοντες. Οὐδὲν γάρ ἐστιν ἔνυλον ὃ μὴ τῷ ἀνύλῳ εὐθὺς ἀκάθαρτον· διὸ οὐδὲ λόγος τούτῳ ὁ κατὰ φωνὴν οἰκεῖος, οὐδὲ ὁ ἔνδον, ὅταν πάθει ψυχῆς ᾖ μεμιασμένος, διὰ δὲ σιγῆς καθαρᾶς καὶ τῶν περὶ αὐτοῦ καθαρῶν ἐννοιῶν θρησκεύωμεν αὐτόν. ∆εῖ δὲ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ τὴν ἑαυτῶν ἀγωγὴν θυσίαν ἱερὰν προσάγειν τῷ Θεῷ, τὴν αὐτὴν δὲ καὶ ὑμνοῦσαν καὶ ἡμῶν σωτηρίαν. Ἐν ἀπαθείᾳ ἄρα, τοῦ δὲ Θεοῦ θεωρίᾳ, ἡ θυσία αὕτη τελεῖται. 2.38 Τιμᾶσθαι δὴ οὖν πρὸς ἡμῶν ἐθέλει Θεός, καὶ δι' εὐαγοῦς πολιτείας ἀποσημήνασθαι πρὸς αὐτὸν νοερῶς, ταῖς ἰδίαις ψυχαῖς τὸ αὐτοῦ κάλλος ἐγγράφοντας. Εἶτα πῶς, εἰπέ μοι, ταυτὶ παρ' ἡμῶν αἰτεῖ, μονονουχὶ παραρρίψας ἡμᾶς ἑτέροις δημιουργοῖς καί, ἵν' οὕτως εἴπω, τῆς τοῖς ἄλλοις ἅπασι κτίσμασι δεδωρημένης αὐτουργίας ἀποστερῶν; Προνοεῖ δὲ ὅλως ἀνθ' ὅτου τῶν ἐπὶ τῆς γῆς, καίτοι, κατά γε τὸ Πλάτωνι δοκοῦν, ἄθυρμα θεοῖς δοθέντων ἑτέροις; Ὅτι γὰρ προνοεῖ, καὶ μέχρι τῶν εὐτελεστάτων διηκούσης τῆς παρ' αὐτοῦ φειδοῦς τε καὶ ἡμερότητος, διδάξει λέγων αὐτὸς ὁ εἰδὼς τὸν ἑαυτοῦ Πατέρα Θεόν· Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς; Ἀλλ' ἴσως αὐτός, ὡς οὐκ οὖσαν ἀληθῆ, παραγράψεται τὴν φωνήν (θεομαχεῖ γὰρ ἐκτόπως), παραδέξεται δὲ τοὺς οἰκείους αὐτῷ γεγονότας, κατά γε τὸ πεπλανῆσθαί φημι. Γράφει τοίνυν Ἀλέξανδρος ὁ Ἀριστοτέλους μαθητὴς ἐν τῷ Περὶ προνοίας οὕτω· Τὸ δὲ λέγειν μὴ βούλεσθαι τὸν Θεὸν τῶν ἐνταῦθα προνοεῖν, παντελῶς ἀλλότριον Θεοῦ· φθόνου γάρ τινος καὶ παντάπασιν ἀτόπου φύσεως τὸ τὰ βελτίω μὴ ποιεῖν δυνάμενον. Ἐπειδὴ δὲ ἑκάτερον τούτων ἀλλότριον Θεοῦ, οὔτ' ἂν ἄμφω εἴη περὶ αὐτὸν οὔτε θἄτερον. Λείπεται τοίνυν τὸ καὶ δύνασθαι καὶ βούλεσθαι προνοεῖν τὸ θεῖον τῶν ἐνταῦθα· εἰ δὲ βούλεταί τε καὶ δύναται, δῆλον ὡς καὶ προνοεῖ· οὐδὲν ἄρα οὐδὲ τῶν τυχόντων εὔλογον χωρὶς τῆς θείας γενέσθαι γνώμης τε καὶ βουλήσεως. 2.39 Ταύτης δὲ τῆς δόξης φασὶ μὲν εἶναί τινες καὶ Πλάτωνα, φανερῶς δὲ Ζήνων τε ὁ Κιτιεὺς καὶ οἱ ἀπὸ τῆς Στοᾶς πρεσβεύουσι τὸ δόγμα τοῦτο. Ὅτι μὲν οὖν καὶ τῶν καθ' ἡμᾶς ποιεῖται πρόνοιαν ὁ ἀνωτάτω καὶ φύσει τε καὶ μόνος τῶν ὅλων Θεός, μεμαρτυρήκασι καὶ αὐτοί. Εἶτα τί τὸ χρῆμα, φαίη τις ἄν; Καίτοι τοῦ προνοεῖν ἀξιοῦντος ἦν, οὐ τοῦ πάντων ἀρίστου τὸ γένος ἀποστερεῖν τὸ ἀνθρώπινον, τοῦτο δέ ἐστι τὸ παρ' αὐτοῦ γενέσθαι μᾶλλον καὶ μὴ γενητούς τινας καὶ θύραθεν ἔχοντας ψιλὴν καὶ μόνην τὴν τοῦ Θεοῦ κλῆσιν λαχεῖν τοὺς δημιουργούς, εἰ καὶ ὅ τι μάλιστα καὶ αὐτῆς τῆς θείας