μεταξὺ λόγων τῶν περὶ τοῦ Πατρὸς κατὰ μηδοτιοῦν ἀποσχοινιζομένη. 7.4 Τὸ γὰρ τοῦ Πατρὸς ὄνομα ἅμα τῷ τῆς ὀνομασίας προσρήματι, νοεῖν παρέχει καὶ τὸν Υἱόν· ὥσπερ ὁμοίως Υἱόν τις ὀνομάσας, εὐθὺς ἐνόησε καὶ τὸν Πατέρα. Εἰ γὰρ πατὴρ, πάντως ὅτι πατὴρ υἱοῦ· καὶ εἰ υἱὸς, πάντως ὅτι πατρὸς υἱός. Ἵν' οὖν μὴ ἐκ τοῦ λέγειν οὕτως, ΕΙΣ ἙΝΑ ΘΕΟΝ, ΠΑΤΕΡΑ ΠΑΝΤΟΚΡΑΤΟΡΑ, ΠΟΙΗΤΗΝ ΟΥΡΑΝΟΥ ΚΑΙ ΓΗΣ, ὉΡΑΤΩΝ ΤΕ ΠΑΝΤΩΝ ΚΑΙ ΑΟΡΑΤΩΝ· εἶτα ἐπαγόντων ἡμῶν καὶ τὸ, ΕΙΣ ἙΝΑ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ· ὑπολάβοι τις οὐχ ὁσίως, οὐρανοῦ καὶ γῆς δευτερεύειν τῇ τάξει τὸν μονογενῆ· διὰ τοῦτο, πρὸ τῆς ἐκείνων ὀνομασίας, Πατέρα τὸν Θεὸν ὠνομάσαμεν, ἵνα ἅμα τῷ νοεῖν Πατέρα, νοήσωμεν καὶ τὸν Υἱόν· υἱοῦ γὰρ καὶ πατρὸς οὐδέν ἐστι μεταξὺ τῶν ὄντων. 7.5 Ἔστι τοίνυν ὁ Θεὸς, πολλῶν μὲν καταχρηστικῶς πατήρ· ἑνὸς δὲ μόνου φύσει καὶ ἀληθείᾳ τοῦ μονογενοῦς Υἱοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, Πατήρ· οὐ χρόνοις τὸ πατὴρ εἶναι κτησάμενος, ἀλλ' ἀεὶ Πατὴρ τοῦ μονογενοῦς τυγχάνων. Οὐ γὰρ ἄπαις ὢν πρὸ τούτου, πατὴρ γέγονεν, ὕστερον μεταβουλευσάμενος· ἀλλὰ πρὸ πάσης ὑποστάσεως καὶ πρὸ πάσης αἰσθήσεως, πρὸ χρόνων τε καὶ πρὸ πάντων τῶν αἰώνων, τὸ πατρικὸν ἀξίωμα ἔχει ὁ Θεός· τούτῳ μᾶλλον ἢ τοῖς λοιποῖς ἀξιώμασι σεμνυνόμενος. Καὶ οὐ πάθει πατὴρ γενόμενος, οὐκ ἐκ συμπλοκῆς, οὐ κατ' ἄγνοιαν, οὐκ ἀποῤῥεύσας, οὐ μειωθεὶς, οὐκ ἀλλοιωθείς· (πᾶν γὰρ δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ' ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα). Πατὴρ τέλειος, τέλειον Υἱὸν γεννήσας· πάντα παραδοὺς τῷ γεγεννημένῳ· πάντα γάρ μοι παρεδόθη, φησὶν, ὑπὸ τοῦ Πατρός μου. Καὶ τιμώμενος ὑπὸ τοῦ μονογενοῦς· Ἐγὼ γὰρ τιμῶ τὸν Πατέρα, φησὶν ὁ Υἱός· καὶ πάλιν· Καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. Λέγομεν τοίνυν καὶ ἡμεῖς παραπλησίως τῷ Ἀποστόλῳ· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως· καὶ, Κάμπτομεν τὰ γόνατα πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται· δοξάζοντες αὐτὸν σὺν τῷ μονογενεῖ· ὁ γὰρ ἀρνούμενος τὸν Πατέρα, καὶ τὸν Υἱὸν ἀρνεῖται· καὶ πάλιν· Ὁ ὁμολογῶν τὸν Υἱὸν, καὶ τὸν Πατέρα ἔχει· γινώσκοντες, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. 7.6 Προσκυνοῦμεν τοίνυν τὸν Πατέρα τοῦ Χριστοῦ, τὸν οὐρανοῦ καὶ γῆς ποιητὴν, τὸν Θεὸν Ἀβραὰμ, Ἰσαὰκ καὶ Ἰακώβ· οὗ πρὸς τιμὴν καὶ ὁ πρότερος ἀντικρὺς ἡμῶν ἐνταῦθα ναὸς ᾠκοδόμητο. Οὐ γὰρ ἀνεξόμεθα τῶν αἱρετικῶν τῶν τὴν παλαιὰν τῆς καινῆς διαθήκης ἀποσχιζόντων· ἀλλὰ τῷ Χριστῷ πεισθησόμεθα, τῷ λέγοντι περὶ τοῦ ἱεροῦ· Οὐκ ᾔδειτε, ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ με εἶναι; καὶ πάλιν· Ἄρατε ταῦτα ἐντεῦθεν, καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου. ∆ι' ὧν σαφέστατα τὸν ἐν Ἱεροσολύμοις πρότερον ναὸν, οἶκον εἶναι τοῦ ἑαυτοῦ Πατρὸς ὡμολόγει. Εἰ δέ τις ἐξ ἀπιστίας ἀποδείξεις ἔτι πλείονας λαβεῖν βούλεται, περὶ τοῦ, τὸν Πατέρα τοῦ Χριστοῦ τὸν αὐτὸν εἶναι καὶ κόσμου ποιητήν· ἀκουσάτω πάλιν αὐτοῦ λέγοντος· Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Καὶ τὸ, Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας· καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Καὶ τὸ, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. 7.7 Ἀλλ' ἵνα μή τις ἐξ ἀφελείας ἢ κακεντρεχείας, ἀνθρώποις δικαίοις ἰσότιμον εἶναι τὸν Χριστὸν ὑπολάβῃ, ἐκ τοῦ λέγειν αὐτὸν, Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ πατέρα ὑμῶν· καλὸν ἐκεῖνο προδιαστείλασθαι, ὅτι τὸ μὲν τοῦ πατρὸς ἕν ἐστιν ὄνομα, ποικίλη δὲ τῆς ἐνεργείας ἡ δύναμις. Καὶ τοῦτο αὐτὸ γινώσκων εἴρηκεν ἀσφαλῶς· Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ πατέρα ὑμῶν. Οὐκ εἰπὼν, πρὸς τὸν Πατέρα ἡμῶν· ἀλλὰ διελὼν, καὶ εἰπὼν πρῶτον τὸ οἰκεῖον, πρὸς τὸν Πατέρα μου, ὅπερ ἦν κατὰ φύσιν· εἶτ' ἐπαγαγὼν, καὶ πατέρα ὑμῶν, ὅπερ ἦν κατὰ θέσιν. Εἰ γὰρ καὶ μάλιστα λέγειν ἐν προσευχαῖς