τοῦτο μαθὼν Ἀνδρόνικος, ἀπο γνούς, ἅμα συγγενέσιν αὐτοῦ καὶ τέκνοις αὐτοῦ καὶ ἀνθρώποις αὐτοῦ ἀπελθὼν ἐκράτησε κάστρον τὴν Καβάλαν, εἰς τελείαν ἀπο στασίαν ἐλθών, ὡς εἰπεῖν καὶ Σαμωνᾶν πρὸς τὸν βασιλέα "οὐκ ἔλεγόν σοι, ὦ δέσποτα, ἀντάρτην εἶναι τὸν ∆οῦκα;" 38 παρ ευθὺ δὲ ἀποστέλλει ὁ βασιλεὺς Γρηγορᾶν δομέστικον τῶν σχολῶν τὸν Ἰβηρίτζην, συμπένθερον ὄντα τοῦ Ἀνδρονίκου, καταπολεμῆσαι αὐτόν. μαθὼν δὲ τοῦτο Ἀνδρόνικος, καὶ ὡς ὁ πατριάρχης Νικόλαος ἐξεώσθη, προσέφυγε τοῖς Ἀγαρηνοῖς ἅμα τοῖς συγγενέσι καὶ φίλοις αὐτοῦ καὶ τέκνοις, ἐξεληλυθόσι τότε κατὰ Ῥωμαίων, καὶ ἀπεδέχθη παρὰ τῷ ἀμερουμνῆ μεγάλως. 39 ἐλυπεῖτο δὲ Λέων ὁ βασιλεὺς διὰ τὸν Ἀνδρόνικον, καὶ πολλάκις ἐβούλετο ἀποστεῖλαι αὐτῷ λόγον ἐνυπόγραφον, ὃ καὶ Θεόφιλος διὰ τὸν Μα νουὴλ ἐποίησε. συνεβουλεύσαντο δέ τινες τῷ βασιλεῖ φιλοφρονη θῆναί τινα τῶν τοῦ πραιτωρίου Σαρακηνῶν καὶ ἀποσταλῆναι ἐν Συρίᾳ μετὰ λόγου ἐνυπογράφου. τοῦτο δὴ καὶ πεποίηκεν ὁ βα σιλεύς, γράψας διὰ κινναβάρεως καὶ ἀποστείλας μετὰ χρυσοβούλ λου ἔνδοθεν φατλίου βραχέος τράκτου. ἐξελθόντος δὲ τοῦ Ἀγα ρηνοῦ ἀπὸ τοῦ βασιλέως, προσκαλεσάμενος αὐτὸν Σαμωνᾶς εἶπεν αὐτῷ "οἶδας τί κρατεῖς;" τοῦτο εἰπὼν διὰ τὸν κηρόν. "τὴν ἀπώ 868 λειαν τῆς Συρίας βαστάζεις." καὶ δοὺς αὐτῷ παρήγγειλε τοῦτο βαλεῖν εἰς τὰς χεῖρας τοῦ Ἀζήρ. ὁ δὲ ἀπελθὼν τοῦτο πεποίηκεν. ἐκρατήθη δὲ Ἀνδρόνικος καὶ ἐδεσμήθη μετὰ πάντων τῶν συγγενῶν αὐτοῦ. καὶ μαθὼν ὡς διὰ δόλου τοῦ Σαμωνᾶ ταῦτα αὐτῷ γέγο νεν, ἀναγκασθεὶς ἐμαγάρισεν αὐτός τε καὶ οἱ σὺν αὐτῷ. ἔκτοτε δὲ Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ καὶ οἱ λοιποὶ ἰδόντες ὅτι ἀδύνατόν ἐστιν Ἀνδρόνικον ἐξελθεῖν, βουλῇ αὐτοῦ μετ' οὐ πολὺ φυγῇ χρη σάμενοι θαυμαστὸν ὄντως ἐκ μέσης Συρίας πρὸς Ῥωμανίαν ἐξῆλθον, καὶ καταπολεμούμενοι κατὰ χώρας μόλις ὀλίγοι διεσώ θησαν μετὰ Κωνσταντίνου υἱοῦ αὐτοῦ. 40. Ἐκ δὲ Ταρσοῦ εἰσῆλθον ἐν τῇ πόλει περὶ ἀλλαγίου ὅ τε Ἀβαλβάκης ὁ γέρων καὶ ὁ τοῦ Σαμωνᾶ πατήρ· καὶ τούτους ἐθεάσατο ὁ βασιλεὺς μετὰ κοσμήσεως καὶ τιμῆς καὶ δόξης ἐν τῇ Μαγναύρᾳ. ἐκαλλώπισαν δὲ καὶ τὴν μεγάλην ἐκκλησίαν ἐν κόσμῳ πολυτελεῖ, καὶ ὑπέδειξαν ἅπαντα τὰ τίμια σκεύη τοῖς Ἀγαρηνοῖς, ὅπερ ἀνάξιον ἦν βασιλείας καὶ Χριστιανικῆς καταστάσεως, τοῦ θεαθῆναι παρὰ τῶν ἐθνῶν τὰ ἱερὰ σκεύη τοῦ θεοῦ. ὁ δὲ τοῦ Σαμωνᾶ πατὴρ ἔθελε συνεῖναι τῷ υἱῷ αὐτοῦ καὶ μεῖναι εἰς Ῥωμανίαν. ὁ δὲ Σαμωνᾶς παρῄνεσεν αὐτῷ λέγων "κράτει τὴν πίστιν ἣν ἔχεις· κἀγώ, εἰ δυναθῶ, ἐλεύσομαι πρός σε μᾶλλον." 41. Τῇ δὲ ἡμέρᾳ τῆς πεντηκοστῆς στέφει Λέων ὁ βασι λεὺς τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον δι' Εὐθυμίου πατριάρχου. 869 δέδωκε δὲ Σαμωνᾶς Κωνσταντῖνον ἄνθρωπον αὐτοῦ, τὸν δουλεύ σαντα πρότερον Βασιλείῳ μαγίστρῳ καὶ ἐπὶ τοῦ κανικλείου, δου λεύειν Ζωῇ Αὐγούστῃ· ὃς ἠγαπήθη παρὰ τοῦ βασιλέως Λέοντος καὶ τῆς Αὐγούστης. διὰ τοῦτο πολλὰ ἐφθόνησε Σαμωνᾶς αὐτῷ, καὶ ἐλοιδόρει ὡς συνόντι τῇ Αὐγούστῃ· ἅπερ ὁ βασιλεὺς νοήσας ἀληθῆ εἶναι, ἀπέστειλε καὶ ἀπέκειρεν αὐτὸν μοναχὸν ἐν τῇ μονῇ τοῦ ἁγίου Ταρασίου διὰ τοῦ Σαμωνᾶ. μετ' ὀλίγον δὲ ὥρισε Σα μωνᾶν ἀναλαβέσθαι αὐτὸν ἐν τῇ αὐτοῦ μονῇ Σπεῖρα, βουλόμενος πάλιν ἀναλαβέσθαι αὐτόν. ἀπελθὼν οὖν εἰς πρόκενσον ἐν τῷ ∆αματρῦ, καὶ ἐν τῇ μονῇ τοῦ Σαμωνᾶ ἀριστήσας, εἶδε Κων σταντῖνον, καὶ παρευθὺ ὥρισε Σαμωνᾶν, καὶ ἔνδυσεν αὐτὸν κοσμι κά, καὶ ἐκέρασε τὸν βασιλέα εἰς τὸ κλητόριον, καὶ ὑπέστρεψε μετ' αὐτοῦ ἐν τῷ παλατίῳ. 42 ὁρῶν δὲ Σαμωνᾶς αὐξανομέ νην τὴν ἀγάπην τοῦ βασιλέως ἐπ' αὐτὸν βουλεύεται μετὰ μεγίστου κοιτωνίτου καὶ Μιχαὴλ Τζηρίθωνος, καὶ ποιοῦσι χαρτίον πολυ λοίδορον κατὰ τοῦ βασιλέως, γράψαντος καὶ συντάξαντος αὐτὸν τοῦ Ῥοδίου νοταρίου ὄντος τοῦ Σαμωνᾶ. ἐλθὼν δὲ ὁ βασιλεὺς ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ εὗρεν αὐτὸν ἐν ᾧ ηὔχετο τόπῳ εἰς τὸ μιτα τώριον, καὶ ἦρεν αὐτόν, καὶ ἀναγνοὺς ἐν μεγάλῃ θλίψει ἦν, ζη τῶν τὸν τοῦτο ποιήσαντα. γέγονε δὲ καὶ ἔκλειψις σελήνης, καὶ διωρίσατο ὁ βασιλεὺς τοῖς οὖσι τότε ἀστρονόμοις εἰπεῖν τὸ ἀποτέ λεσμα. εἰσερχομένου δὲ πρὸς τὸν βασιλέα Παντολέοντος μητρο 870 πολίτου, φίλου ὄντος τῷ Σαμωνᾷ, ἠρώτησεν αὐτὸν ὁ