πεπίστευτο φυλακή, ἐν Ὀδρυσοῖς ἐφοίτα πρὸς τὴν πάλαι μὲν Ὀρεστιάδα καλουμένην, νυνὶ δὲ Ἀδριανούπολιν, ὃς καταλύσας ἔν τινι πανδοχείῳ, ἐπειδὴ ἱκανῶς οἴνου ἐνεφορεῖτο, ἀπεφοίβαζε τὰ ἐντὸς ὡς πεμφθείη πρὸς τοῦ λογοθέτου δόλῳ μετελθεῖν καὶ ἀνελεῖν τὸν Βρυέννιον. Μηνυθέντων δὲ τούτων τῷ Βρυεννίῳ, ὁ βάρβαρος εὐθὺς ξυλλαμβάνεται καὶ πρὸς ἐξέτασιν ἤγετο καὶ εἴθ' ἑκὼν εἴτε ἄκων ξυνετίθετο ταῦθ' οὕτως ἔχειν. Τὴν ῥῖνα οὖν αὐτοῦ προστάξας τμηθῆναι ὁ Βρυέννιος Ἰωάννης πρὸς τὸν ἀδελφὸν εὐθὺς ἐξέπεμψε γράμματα πρὸς ἀποστασίαν αὐτὸν ἐρεθίζοντα. ∆ιακομισθέντων οὖν πρὸς αὐτὸν τῶν γραμμάτων κατὰ τὸ ∆υρράχιον, πλήρης ἦν ὁ ἀνὴρ φροντίδος, οὐκ ἔχων ὅ τι καὶ δράσειε· τό τε γὰρ πρὸς ἀποστασίαν χωρῆσαι δεινὸν ᾤετο καὶ μεγίστων κακῶν αἴτιον, τό τε ἑαυτὸν εἰς προῦπτον κίνδυνον παραδοῦναι πάντων καταφρονήσαντα οὐκ ἀνδρὸς ἔκρινεν ἀγαθοῦ εἶναι καὶ συνετοῦ καὶ γενναίου· τούτοις παλαίων τοῖς λογισμοῖς διέμεινε μέχρι πολλοῦ, καίτοι συχνῶς ὑπὸ ἐπιστολῶν ἐρεθιζόμενος ὑπὸ τοῦ ἀδελφοῦ. 3.6 Ἀλλὰ τὰ μὲν κατὰ τοῦτον ἐν τούτοις ἦν. Ὁ δὲ καῖσαρ τὴν πρὸς θάνατον φερόμενον ὁρῶν τὸν υἱὸν καὶ τοὺς παῖδας αὐτοῦ κομιδῇ νέους, ἔσπευδεν ὡς ἔοικεν ἐπίκουρον τῇ οἰκίᾳ ἐκείνου εἰσαγαγεῖν, ἐκείνου τε πρὸς τοῦτο αὐτὸν παραθήγοντος καὶ τῆς καλλίστης πασῶν γυναικῶν αὐτοῦ ὁμευνέτιδος, ἧς τῷ ἔξωθεν κάλλει τὸ ἐντὸς ξυνεξέλαμπε κάλλος καὶ τῇ περιφανείᾳ τοῦ γένους αἱ τῶν ἀρετῶν ἀγλαΐαι καὶ ἡ τῶν ἠθῶν κοσμιότης συνήστραπτε. Πατρόθεν γὰρ εἰς τὸν βασιλέα Βουλγάρων τὸν Σαμουὴλ ἀνεῖλκε τὸ γένος, Τρωϊάννου θυγάτηρ οὖσα τοῦ ἐκείνου υἱέος, μητρόθεν δὲ ἐς τοὺς Κοντοστεφάνους καὶ τοὺς Ἀβαλλάντας καὶ τοὺς Φωκάδας τοὺς πάλαι περιφανεστάτους καὶ πλούτῳ πολλῷ κομῶντας. Αὕτη γοῦν ἡ συνέσει πασῶν γυναικῶν διαφέρουσα οὐκ ἀνῆκε τὸν ἄνδρα παραθήγουσα ἀρωγὸν τῶν ἐκείνου παίδων εἰσαγαγεῖν τινα καὶ μέντοι καὶ γνώμην εἰσήνεγκεν ὡς μὲν συνετωτάτην, ὡς δὲ λυσιτελεστάτην· ἡ δὲ ἦν τὸ τὸν Κομνηνὸν Ἀλέξιον συνάψαι τῇ πρωτοτόκῳ τῶν θυγατέρων. Τριῶν γὰρ θυγατέρων ἀποδειχθέντες γεννήτορες, τὴν μὲν νεωτέραν Θεοδώραν ἐκ βρέφους αὐτὴν τῷ Θεῷ προσανέθεντο καὶ τῷ καθαρῷ δι' ἀπαθείας νυμφίῳ προσήρμοσαν· ἀμφοῖν δὲ ταῖς ἄλλαις ἐφρόντιζον, καὶ μᾶλλον τῆς ἤδη ῥηθείσης Εἰρήνης, καὶ γὰρ ἦν χαρίτων ἡ νεᾶνις ἀνάπλεως, ὥρᾳ τε σώματος διαλάμπουσα καὶ ἠθῶν ἀγλαΐαις. Ὡς γοῦν ἡ ταύτης μήτηρ τὴν γνώμην εἰσήνεγκεν, ὅ τε καῖσαρ ἐπῄνει καὶ ὁ πρωτοβεστιάριος, ὁ κλεινός φημι Ἀνδρόνικος, ἥσθη καὶ μονονοὺ καὶ τῆς νόσου ἐπελανθάνετο, καὶ φοιτήσαντά ποτε πρὸς αὐτὸν τὸν Κομνηνὸν Ἀλέξιον ἰδίᾳ παραλαβὼν ἐπυνθάνετο εἰ βούλοιτο γυναικὶ συναφθῆναι, καὶ γὰρ ἔφθη ἀποβιοῦσα ἡ πρώην τούτῳ συναρμοσθεῖσα θυγάτηρ τοῦ Ἀργυροῦ ἐκείνου ἀνδρὸς εὐγενοῦς καὶ πλούτῳ κομῶντος καὶ κτήσεως ὅτι πλείστης ὄντος δεσπότου· ὡς δὲ συντιθέμενον τοῦτον εὗρεν, εὐθὺς περὶ τοῦ κήδους ἀπήγγελλεν. Ὁ δὲ ξυνετώτατος ὢν εἴπερ τις ἄλλος τῶν νέων ἥσθη μὲν τῷ ἀκούσματι, ἀνήρτα δ' ὅμως τὰ περὶ τούτου τῷ θελήματι τῆς μητρός. Ἐν ἀγῶσιν οὖν εὐθὺς ἅπας ὁ οἶκος τοῦ καίσαρος, τῆς καλλίστης πασῶν γυναικῶν διεγειράσης ἅπαν τὸ θεραπευτικὸν καὶ οἰκίδιον. Οὔτε γὰρ τῷ βασιλεῖ πρόθυμον ἦν τὸ διὰ κήδους συναφθῆναι τῷ τούτου γένει τὸν Κομνηνόν, οὔθ' ἡ μήτηρ τούτου πρόθυμος ἦν, ἀρχαίαν ἔχουσα τὴν δυσμένειαν πρὸς καίσαρά τε καὶ τὴν οἰκίαν τοῦ καίσαρος· ὅ τε μὴν τοῦ κρατοῦντος αὐτάδελφος, ὁ πορφυρογέννητος Κωνστάντιος, σφόδρα φιλῶν τὸν γενναῖον Ἀλέξιον, οὐ συνεχώρει τούτῳ τὸν γάμον ἀσπάσασθαι τὸν τῆς ἐκείνου ἀνεψιᾶς· ἦν γὰρ αὐτῷ ἀδελφὴ πρεσβυτέρα, Ζωὴ τὸ ὄνομα, ἣν ἐβούλετο τούτῳ συζεῦξαι. Τοσούτων τοίνυν ὄντων τῶν ἐμποδίων, οὐκ ἀνῆκεν ἡ συνετωτάτη πασῶν γυναικῶν, οὐδ' ἔδωκεν ὕπνον τοῖς ὀφθαλμοῖς οὐδὲ νυσταγμὸν τοῖς βλεφάροις, οὐδὲ χρημάτων ἐφείσατο, ἔστ' ἂν τῷ καλλίστῳ τῶν νεανιῶν τὴν καλλίστην ἐμνηστεύσατο. Ὁ μὲν οὖν πατὴρ μετὰ τὴν μνηστείαν βραχύν τινα χρόνον ἐπιβιοὺς