ψαλμοῖς οὕτως· «χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡσεὶ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθεν» (ἥτις ποτέ ἐστιν ἡ διαβόητος χιλιονταετηρὶς, <ἣ> ὁμοιοῦται τῇ «ἐχθὲς» ἡμέρᾳ, δια φερούσῃ τῆς «0σήμερον20»), παρὰ δὲ τῷ ἀποστόλῳ γέγραπται· «Ἰησοῦς Χριστὸς χθὲς καὶ 20σήμερον20 ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» καὶ οὐ δὲν θαυμαστὸν τῷ θεῷ τὸν ὅλον αἰῶνα τῆς παρ' ἡμῖν μιᾶς ἡμέρας διαστήματος λόγον ἔχειν, ἐγὼ δ' οἶμαι ὅτι καὶ ἐλάττονος. 27.14 καὶ ἐξεταστέον εἰ ἐπὶ αἰῶνας ἀναφέρονται οἱ λόγοι τῶν κατὰ τὰς «ἡμέρας» ἢ «μῆνας» ἢ «καιροὺς» ἢ «ἐνιαυτοὺς» ἀναγεγραμμένων ἑορτῶν ἢ πανηγύρεων. εἰ γὰρ «σκιὰν» ἔχει «ὁ νόμος τῶν μελλόν των,» ἀνάγκη τὰ πολλὰ σάββατα πολλῶν τινων ἡμερῶν εἶναι «σκιὰν» καὶ τὰς νουμηνίας διὰ χρονικῶν διαστημάτων ἐνίστασθαι, οὐκ οἶδα ὑπὸ ποίας σελήνης συνοδευούσης τινὶ ἡλίῳ ἐπιτελουμένας. εἰ δὲ καὶ «πρῶτος» «μὴν» καὶ δεκάτη ἡμέρα «ἕως τεσσαρεσκαιδεκά της» καὶ τῶν ἀζύμων ἑορτὴ ἀπὸ τεσσαρεσκαιδεκάτης «ἕως μιᾶς καὶ εἰκάδος» «σκιὰν» περιέχει «μελλόντων,» «τίς σοφὸς καὶ» ἐπὶ τοσοῦ τον θεῷ «φίλος,» ὡς πλειόνων μηνῶν τὸν πρῶτον ἰδεῖν καὶ τὴν δε κάτην αὐτοῦ ἡμέραν καὶ τὰ ἑξῆς; τί δέ με δεῖ λέγειν περὶ τῆς ἑορ τῆς τῶν ἑπτὰ ἑβδομάδων ἡμερῶν καὶ περὶ τοῦ ἑβδόμου μηνὸς (οὗ ἡ νεομηνία ἡμέρα «σαλπίγγων» ἐστὶ, «τῇ» δὲ «δεκάτῃ» «ἡμέρα ἱλασ μοῦ»), τῷ μόνῳ νομοθετήσαντι αὐτὰ θεῷ ἐγνωσμένων; τίς δὲ ἐπὶ τοσοῦτον τὸν Χριστοῦ κεχώρηκε νοῦν, ὡς τοὺς ἑβδόμους ἐνιαυτοὺς τῆς ἐλευθερίας τῶν Ἑβραίων οἰκετῶν καὶ «τῆς ἀφέσεως» τῶν χρεῶν ἀνέσεώς τε ἀπὸ γεωργίας τῆς ἁγίας γῆς ἐκλαβεῖν; ἔστι δέ τις καὶ ἀνωτέρω τῆς διὰ ἑπτὰ ἐτῶν ἑορτῆς ὁ καλούμενος Ἰωβηλαῖος, ὅν τινα κἂν ἐπὶ ποσὸν φαντασθῆναι εἶναί τι τρανῶς ἢ τοὺς ἐν αὐτῷ νόμους πληρωθησομένους ἀληθινοὺς οὐδενός ἐστι <πλὴν> τοῦ τὴν πατρικὴν βουλὴν περὶ τῆς ἐν ἅπασι τοῖς αἰῶσι διατάξεως κατὰ «τὰ» «ἀνεξερεύνητα» «αὐτοῦ» «κρίματα» καὶ τὰς ἀνεξιχνιάστους αὐτοῦ ὁδοὺς τεθεωρηκότος. 27.15 πολλάκις δέ μοι ἐπῆλθεν ἀπορεῖν, συγκρούοντι δύο λέξεις ἀποστολικὰς, πῶς συντέλεια «αἰώνων» ἐστὶν, ἐφ' ᾗ «ἅπαξ» «εἰς ἀθέ τησιν τῶν ἁμαρτιῶν» Ἰησοῦς «πεφανέρωται,» εἰ μέλλουσιν εἶναι αἰῶνες μετὰ τοῦτον ἐπερχόμενοι. ἔχουσι δὲ αἱ λέξεις αὐτοῦ οὕτως, ἐν μὲν τῇ πρὸς Ἑβραίους· «νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῶν ἁμαρτιῶν διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται,» ἐν δὲ τῇ πρὸς Ἐφεσίους· «ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχο μένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ' ἡμᾶς.» καὶ περὶ τηλικούτων στοχαζόμενος νομίζω ὅτι, ὥσπερ συντέλεια τοῦ ἐνιαυτοῦ ὁ τελευταῖός ἐστι μὴν, μεθ' ὃν ἀρχὴ μηνὸς ἑτέρου ἐνίσταται· οὕτω μή ποτε, πλειόνων αἰώνων οἱονεὶ ἐνιαυτὸν αἰώνων συμπληρούντων, συντέλειά ἐστιν ὁ ἐνεστὼς αἰὼν, μεθ' ὃν μέλλοντές τινες αἰῶνες ἐνστήσονται, ὧν ἀρχή ἐστιν ὁ μέλλων, καὶ ἐν ἐκείνοις τοῖς μέλλουσιν ἐνδείξεται ὁ θεὸς τὸν πλοῦτον «τῆς χάρι τος αὐτοῦ ἐν χρηστότητι»· τοῦ ἁμαρτωλοτάτου καὶ εἰς τὸ ἅγιον πνεῦμα δυσφημήσαντος κρατουμένου παρὰ τῆς ἁμαρτίας ἐν ὅλῳ τῷ ἐνεστῶτι αἰῶνι καὶ ἀρχῆθεν μέχρι τέλους τῷ μέλλοντι μετὰ ταῦτα οὐκ οἶδ' ὅπως οἰκονομησομένου. 27.16 ταῦτα τοίνυν ὁ ἰδὼν καὶ τῇ διανοίᾳ αἰώνων ἑβδομάδα, ἵνα σαββατισμόν τινα ἅγιον θεωρήσῃ, ἐννοήσας καὶ αἰώνων μῆνα, ἵνα τὴν ἁγίαν τοῦ θεοῦ ἴδῃ νουμηνίαν, καὶ αἰώνων ἐνιαυτὸν, ἵνα συνί δῃ τὰς τοῦ ἐνιαυτοῦ γε ἑορτὰς, ὅτε δεῖ «πᾶν ἀρσενικὸν» ἐνώπιον φαίνεσθαι «κυρίου θεοῦ,» καὶ τηλικούτων αἰώνων τοὺς ἀνάλογον ἐνιαυτοὺς, ἵνα τὸ ἕβδομον ἅγιον ἔτος καταλαμβάνῃ, καὶ αἰώνων ἑβδοματικοὺς ἑπτὰ, ὅπως ὑμνήσῃ τὸν τηλικαῦτα νομοθετήσαντα, ἐξε τάσας· πῶς δύναται μικρολογῆσαι περὶ τοῦ ἐλαχίστου μορίου ὥρας τῆς τοῦ τηλικούτου αἰῶνος ἡμέρας καὶ οὐχὶ πάντα ποιήσει, ἵνα ἀπὸ τῆς ἐνταῦθα παρασκευῆς ἄξιος γενόμενος τοῦ τυχεῖν 20τοῦ ἐπιουσίου ἄρτου20 ἐν τῇ «0σήμερον20» ἡμέρᾳ λάβῃ αὐτὸν καὶ «0καθ' ἡμέραν20,» ἤδη σαφοῦς ἐκ τῶν προειρημένων γινομένου τοῦ «0καθ' ἡμέραν20»; τῷ γὰρ ἐξ ἀπείρων ἐπ' ἄπειρον ὄντι θεῷ οὐ μόνον περὶ τῆς