τοῦ μὴ ὁρᾶν πονηρά." πολλοὶ γὰρ τῶν λεγομένων ἐπισκόπων τὸ εὔλογον αὐτῶν μῖσος, ὃ μεμίσηνται διὰ τοὺς οἰκείους αὐτῶν τρόπους καὶ τὴν τῶν νοητῶν ἀζηλίαν, περικόψαι βουλόμενοι, πάθει πάθος ἀντικαταλλάττουσι πλεονεξίαν κενοδοξίᾳ· τῇ μὲν χειρὶ ἀφειδῶς ἀδικοῦντες εἰς κέρδος αἰσχρόν, τῇ δ' ἑτέρᾳ τὰς τραπέζας ἐπιτεχνώμενοι καὶ στήλας ὑψηλῶν οἰκοδομημάτων ἐγείραντες, ἵνα ἐκ τούτων δόξαντες χρηστοὶ καὶ φιλόπονοι φαίνεσθαι, τιμὴν ἀντὶ ἀτιμίας καρπώσωνται, οὐ μνημονεύοντες τοῦ ἐκκλησιαστοῦ τοῦ καὶ κτίσαντος καὶ μισήσαντος, καὶ τὰ τοιαῦτα σαφῶς ἀπαγορεύσαντος ἐν τῷ γράψαι· "Ἐποίησά μοι οἴκους καὶ παραδείσους," καὶ τὰ ἑξῆς, "καὶ ἰδού, τὰ πάντα ματαιότης· καὶ ἐμίσησα σύμπαντα μόχθον μου, ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον." οὐκ εἶπεν, "ὑπὲρ τὸν ἥλιον," ἵνα μὴ τοὺς νοη τοὺς καθυβρίσῃ πόνους. ταῦτα δὲ λέγω, οὐ συμπεριλαμβάνων 82 τοὺς εὐλόγως καὶ δι' ἀνάγκην κτίζοντας ἢ διορθουμένους τὰ τῆς ἐκκλησίας, ἀλλὰ διὰ τοὺς τὰ τῶν πτωχῶν εἰς κρεμαστοὺς περι βόλους καὶ ἀερίων ὑδάτων δεξαμενὰς ἐν τριωρόφοις καὶ ἀπρεπῆ ἀνδρογύνων λουτρὰ ἐν ἀποκρύφοις καταναλίσκοντας εἰς συλλο γὴν ἢ πλείονος ἀργυρίου ἢ τοὔμπαλιν παρὰ τῶν ἀθυρμάτων ἀγαπηθῆναι, ἐν αὐτῷ τούτῳ τῆς σπουδῆς τὴν χάριν ἀντιπλη ρούντων, τῷ πάντα πρὸς ἡδονὴν ἐνδιδόναι τοῖς ἁμαρτάνουσιν. ἐμοὶ δὲ μὴ γένοιτο, Θεόδωρε μεγαλώνυμε, φαύλοις ἀρέσαι ποτέ· οὐ γὰρ ἄλλοθεν αὐτοῖς ἀρέσω, ἢ ἐκ τῶν Χριστῷ μὴ ἀρεσκόντων. Ὁ διάκονος ἐπὶ τούτοις θαυμάσας ἤρετο λέγων· {Ο ∆ΙΑΚ.} Τούτων οὕτως φυσικῶς εἰρημένων καὶ μὴ ἐχόντων ἀντίῤῥησιν, εἴ τίς σοι γνῶσις περὶ τῶν κατὰ τὴν Ἀσίαν ὑπὸ τοῦ ἁγίου Ἰωάννου, περὶ οὗ νῦν ἡμῖν ὁ λόγος, τετυπωμένων, μετάδος. {Ο ΕΠΙΣΚ.} Καὶ πάνυ γε. {Ο ∆ΙΑΚ.} Αὐτὸς παρὼν ἔγνως, ἢ παρ' ἑτέρου μαθών; {Ο ΕΠΙΣΚ.} Ἀλλ' οὔτε εἰς τὸ τυχὸν μέρος ἤμην ἀπολειφθεὶς τῆς δίκης. {Ο ∆ΙΑΚ.} Τίνα οὖν ἐστι τὰ παρακολουθήσαντα, καὶ ποῖον εἴληφε τέλος, καὶ πόθεν τὴν ἀρχὴν ἐσχηκότα, λεπτομερῶς μοι παράστησον· ἐπειδὴ μάλιστα ὁ Θεόφιλος ἐν οἰκείῳ συγγράμ ματι τὴν ἰδίαν προπέτειαν σεμνῦναι ἢ περιστεῖλαι σπουδάσας ἔφησεν τὸν μακάριον Ἰωάννην φιλαρχίας πάθει κινούμενον δέκα ἓξ ἐπισκόπους καθῃρηκέναι ἐν ἡμέρᾳ μιᾷ καὶ ἰδίους ἀντ' αὐτῶν κεχειροτονηκέναι. {Ο ΕΠΙΣΚ.} Οὐδὲν ἀπεικὸς τῶν ἰδίων τρόπων πεποίηκεν ὁ θαυμάσιος, καὶ γράψας κατὰ Ἰωάννου καὶ ψευδῆ γράψας. ἐξ ὧν γὰρ νομίζει καλύπτειν τὴν ἰδίαν ἀσχημοσύνην, ἐκ τούτων αὐτὴν μᾶλλον παραδειγματίζει, καὶ ἄκων σεμνύνων τὸ ἀθῷον Ἰωάννου κατὰ τὸ Βαλαὰμ ἐκεῖνον. εἰ γὰρ ἦν αὐτὸν καθελών, οὐ χρεία συγγράμματος ἢ ἐξορίας, ἱκανῆς οὔσης τῆς καθαιρέσεως αἰσχῦναι τοὺς καθαιρουμένους· ἐπειδὴ δὲ ἀκαθαίρετος ἕστηκεν ὁ ἐνάρετος, τῇ ἥττῃ τὴν νίκην κατέχων, μένει ὁ φθόνος τὴν 83 ἧτταν τῆς ἀλόγου νίκης ἀποφερόμενος, πομφόλυγος δίκην ἀνα φυσώμενος, καὶ εἰς ἑαυτὸν συντριβόμενος, γράφων καὶ κατα γράφων, τὸ τοῦ προφήτου Ἠσαίου· "οὐαί" ὁ ἐπισπώμενος τὸ πάντα ψευδῆ καὶ ποιεῖν καὶ λέγειν καὶ γράφειν· "Οὐαί," γάρ φησιν, "οἱ γράφοντες· πονηρίαν γὰρ γράφουσιν." περὶ δὲ τῶν κατὰ Ἀσίαν καθαιρεθέντων οὐ δέκα ἕξ, ἀλλὰ ἓξ ἐπισκόπων, ὡς ἐπὶ τῆς θείας δίκης ἐρῶ, καὶ οὔτε τῆς ποσότητος τοῦ ἀριθμοῦ ὑφελῶ οὔτε τῇ ποιότητι τῶν πραγμάτων προσθήσω, ἀλλ' ὡς ἔχει φύσεως, οὕτως σοι ἀπαγγείλω. ἐπὶ τῆς τρισκαιδεκάτης ἐπινεμήσεως ἐν τῇ Κωνσταντινουπόλει ἐλθόντες οἱ ἀπὸ τῆς Ἀσίας τινῶν ἕνεκα ἀναγκαίων διέτριβον σὺν ἡμῖν, παρόντων καὶ ἑτέρων ἐπισκόπων, τῶν τε ἀπὸ Σκυθίας, Θεοτίμου λέγω, καὶ ἀπὸ Θρᾴκης Ἄμμωνος τοῦ Αἰγυπτίου καὶ ἀπὸ Γαλατίας Ἀραβιανοῦ, πάντων μητροπολιτῶν γεγηρακότων, συντεινόντων εἰς εἴκοσι δύο ἐπισκόπους. πάντων δὲ συναγομένων καὶ κοινω νούντων ἐπιτηρήσας Εὐσέβιός τις ἀπὸ τῶν Κελβιανῶν λεγο μένων τόπων ἐπίσκοπος Οὐαλεντινουπόλεως, τὴν συνηγμένην σύνοδον ἐπιστὰς τῇ μιᾷ τοῦ σαββάτου, λιβέλλους ἐπέδωκεν τῇ συνόδῳ, δηλαδὴ ἀκολούθως προτάξας τὸ ὄνομα Ἰωάννου, κατὰ Ἀντωνίνου τοῦ Ἐφεσίων ἐπισκόπου, ἑπτὰ κεφάλαια ἐντάξας·