35
δεῖξαι τὴν παρὰ τῷ θεῷ τοῦ ἀνδρὸς παρρησίαν. 7.4 Καὶ Ἀβραάμης δὲ ὁ θαυμάσιος τῆς αὐτῆς ἦν συμμορίας, ὃς τὸν μὲν καλούμενον Παράτομον <τόπον> ᾤκησε, πάντοσε δὲ τῆς ἀρετῆς τὰς μαρμαρυγὰς ἐξέπεμψε. Μαρτυρεῖ δὲ τῇ λαμπρό τητι τῆς ζωῆς τὰ μετὰ τὴν τελευτὴν ἐνεργούμενα θαύματα. Ἀναβλύζει γὰρ ἡ ἐκείνου θήκη μέχρι καὶ τήμερον παντοδαπὰς θεραπείας καὶ μάρτυρες οἱ ταύτας ἐκεῖθεν ἀφθόνως διὰ τῆς πίστεως ἀρυόμενοι. Ἐμοὶ δὲ εἴη καὶ τῆς τούτων ἐπικουρίας μεταλαχεῖν, τῇ τούτων μνήμῃ τὴν γλῶτταν καθαγιάσαντι. 8.t ΑΦΡΑΑΤΗΣ 8.1 Ὅτι μία πάντων ἀνθρώπων ἡ φύσις καὶ ῥᾴδιόν ἐστι τοῖς βουλομένοις φιλοσοφεῖν εἴτε Ἕλληνες εἴτε βάρβαροι εἶεν, πολλαχόθεν μὲν καὶ ἄλλοθέν ἐστι καταμαθεῖν εὐπετές, ἀπόχρη δὲ καὶ μόνος Ἀφραάτης τοῦτο δηλῶσαι σαφῶς. Οὗτος γὰρ ἐν Πέρσαις τοῖς παρανομωτάτοις καὶ τεχθεὶς καὶ τραφεὶς καὶ ἐκ τοιούτων γονέων βλαστήσας καὶ τὰ ἐκείνων νόμιμα παιδευθεὶς εἰς τοσαύτην ἤλασεν ἀρετὴν ὡς ἀποκρύψαι καὶ τοὺς ἐξ εὐσεβῶν φύντας καὶ τροφὴν εὐσεβῆ δεξαμένους παιδόθεν. Πρῶτον μὲν γὰρ τοῦ γένους καταφρονήσας-ἐπίσημον δὲ τοῦτο ἦν καὶ λαμπρόν-, εἰς τὴν τοῦ δεσπότου προσκύνησιν ἔδραμε τοὺς προπάτορας μιμησάμενος μάγους· εἶτα τῶν ὁμοφύλων τὴν ἀσέβειαν βδελυξάμενος τὴν ἀλλοδαπὴν τῆς οἰκείας προείλετο καὶ τὴν Ἔδεσσαν καταλαβών-πόλις δὲ αὕτη μεγίστη καὶ πολυάνθρωπος καὶ τῇ εὐσεβείᾳ διαφερόντως λαμπρυνομένη -, ἔξω τῶν περιβόλων οἰκίδιον εὑρὼν καὶ ἑαυτὸν καθείρξας τῆς οἰκείας ἐπεμελεῖτο ψυχῆς, οἷά τις ἄριστος γεωργὸς προρρίζους τῶν παθῶν τὰς ἀκάνθας ἐκτέμνων καὶ τὸ θεῖον λήϊον ἐκκαθαίρων καὶ τοὺς τῶν εὐαγγελικῶν σπερμάτων καρποὺς ὡρίμους τῷ δεσπότῃ προσφέρων. 8.2 Ἐκεῖθεν δὲ καταλαμβάνει τὴν Ἀντιόχειαν ὑπὸ τῆς αἱρετικῆς ζάλης χαλεπῶς κυκωμένην καὶ πρὸ τοῦ ἄστεως ἔν τινι καταχθεὶς φροντιστηρίῳ φιλοσοφίας καὶ τῆς ἑλλάδος φωνῆς μαθὼν ὀλίγα ἄττα ῥημάτια εἷλκε μὲν ὅτι πλείστους εἰς τὴν τῶν θείων λογίων ἀκρόασιν· τῇ δὲ μιξοβαρβάρῳ κεχρημένος γλώττῃ τὰς τῆς διανοίας ὠδῖνας προέφερεν, ἐκ τῆς τοῦ θείου πνεύματος χάριτος τὰ τοιαῦτα δεχόμενος νάματα. Τίς γὰρ τῶν ἐπ' εὐγλωττίᾳ βρενθυομένων καὶ τὰς ὀφρῦς συναγόντων καὶ σοβαρῶς φθεγγομένων καὶ ἐπὶ ταῖς τῶν συλλογισμῶν πάγαις νεανιευομένων τῆς ἀπαιδεύτου καὶ βαρβάρου φωνῆς ἐκείνης περιεγένετο πώποτε; Λογισμοῖς μὲν γὰρ λογισμούς, θείοις δὲ λόγοις τοὺς τῶν φιλοσόφων κατηγωνίζετο λόγους, μετὰ τοῦ μεγάλου Παύλου βοῶν· "Εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει". Καὶ τοῦτον ἀεὶ διετέλει τὸν τρόπον κατὰ τὴν ἀποστολικὴν φωνήν· "Λογισμοὺς καθαιρῶν καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ". Καὶ ἦν ἰδεῖν συνθέοντας καὶ τοὺς ἐν τέλει καὶ ἀξιώματι καὶ τοὺς ἔν τινι στρατείᾳ τεταγμέ νους καὶ τοὺς ἀποχειροβιώτους καὶ ἁπαξαπλῶς ἰδιώτας τε καὶ στρατιώτας, πεπαιδευμένους καὶ λόγων ἀμυήτους, πενίᾳ συζῶντας καὶ πλούτῳ κομῶντας, καὶ τοὺς μὲν σιγῇ δεχομένους τὰ προσφερομένα, τοὺς δὲ καὶ ἐρομένους καὶ πυνθανομένους καὶ ἀφορμὰς τῷ λόγῳ παρέχοντας. 8.3 Τοσοῦτον δὲ ἀναδεδεγμένος πόνον σύνοικον λαβεῖν οὐκ ἠνέσχετο πώποτε, ἀλλὰ τὴν αὐτουργίαν τῆς παρ' ἑτέρων αὐτῷ προσφερομένης θεραπείας προείλετο· καὶ παρὰ τὴν αὔλειον θύραν τὰς συνουσίας ποιούμενος, αὐτὸς ἀνεῴγνυ τοῖς εἰσιοῦσι καὶ ἀπιόντας προὔπεμπεν. Ἐδέξατο δὲ παρά τινος οὐδὲν πώποτε, οὐκ ἄρτον, οὐκ ὄψον, οὐχ ἱμάτιον, ἀλλ' εἷς αὐτῷ μόνος τῶν γνωρίμων ἐχορήγει τὸν ἄρτον. Εἰς δὲ γῆρας ἐλάσας