καταστρατεύσεται δόξης τὸ καὶ ἑτέρους οἴεσθαι δημιουργεῖν δύνασθαι καὶ καλεῖν εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ· οὐ γάρ τοι θέμις εἰπεῖν τὰ τῆς θείας καὶ ἀπορρήτου φύσεως ἴδια καὶ ἐξαίρετα φυσικῶς ἐνεῖναι δύνασθαί τισι τῶν παρ' αὐτῆς γεγονότων. Ἁρμόσει δὲ μᾶλλον αὐτῇ τε καὶ μόνῃ καὶ πρὸς εὐκλείας ἔσται τῆς ἀνωτάτω τὸ χρῆμα αὐτῇ· ἀνέμβατα γὰρ τῇ κτίσει, καθάπερ ἔφην ἀρτίως, τὰ μόνης καὶ ἰδικῶς τῆς ἀνωτάτω πασῶν οὐσίας. Ἓν δὲ δὴ τῶν τοιούτων εἶναί φαμεν καὶ τὸ ἐνεργεῖν δύνασθαι δημιουργικῶς καὶ παρακομίζειν εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ. Εἶτα πῶς γενετὴ καὶ πεποιημένη φύσις, ᾗ καὶ τὸ φθείρεσθαι δεῖν πάντη τε καὶ πάντως ἕποιτο ἄν, κατά γέ φημι τοὺς ἐνόντας τῇ φύσει λόγους, ἐνεργήσειε ἂν τὰ τοῦ Θεοῦ; 2.40 Εἰ μὲν γὰρ ὡς ἐπιστήμης νοεῖται τρόπος ἐν Θεῷ τὸ δημιουργεῖν, οὐχὶ πέρα λόγου δοίη τις ἂν τὸ δεδόσθαι παρ' αὐτοῦ τῇ κτίσει τὸ εἰδέναι δημιουργεῖν, ἐπεί τοι καὶ ἡμεῖς αὐτοὶ δημιουργοῦμεν ἔσθ' ὅτε τινά, ὕλην ἔχοντες τὴν ὑποκειμένην καὶ εὐτεχνίᾳ τῇ περὶ ταῦτα χρώμενοι· εἰ δὲ φύσεως, ὡς ἔφην, μεγαλοπρεποῦς ἐνέργειά τε καὶ δύναμις, καὶ τῶν τῆς κτίσεως ἐπέκεινα μέτρων τὸ δημιουργεῖν ἐστι θεοπρεπῶς, τί τὸ τῆς ἀνωτάτω φύσεως ἀξίωμα κατασύρουσι καὶ τοῖς ἐν γενέσει καὶ φθορᾷ δωροῦνται κατὰ τὸ αὐτοῖς δοκοῦν; Εἶτά τι τῶν ἀναγκαίων οἴονται νοεῖν, μᾶλλον δὲ τὰς θείας συκοφαντοῦσι φωνάς· ἐπιτρέψαι γάρ φασι τὸν ἀγένητον τοῖς γενητοῖς τὰ αὐτοῦ καὶ μόνου δύνασθαι πληροῦν. Ἀλλὰ ναί, φασίν, ἦν γὰρ δήπου καὶ ἀναγκαῖον, εἰ παρὰ Θεοῦ γένοιτό τι, τοῦτο δὴ πάντως κρεῖττον εἶναι τοῦ τεθνάναι καὶ φθείρεσθαι. Εἶτα, ὦ βέλτιστοι, διεφθόνησεν ἄρα τισὶν ὁ ∆ημιουργός, καὶ οὐκ ἐφῆκεν αὐτοῖς τοῦ καλλίστου μεταλαχεῖν, ἐνῆκε δὲ ὥσπερ τοῖς χείροσι, διὰ τοῦ μὴ ἀνασχέσθαι δημιουργεῖν αὐτά. ∆έδιεν ἄρα τὴν ἀνάγκην οὐκ ἐφιεῖσαν αὐτῷ τὸ ποιεῖν δύνασθαι θνητά, ἢ τάχα που καὶ ἠγνόησεν ὅλως. Εἰ μὲν οὖν ἠγνοηκέναι φασὶν αὐτόν, οἶδεν αὐτοῦ τι πλέον ἡ κτίσις· κτίζει γάρ, ὡς αὐτοί φασι, τὰ ὑπὸ φθοράν. Εἰ δὲ δὴ τοῦτο παρέντες εἰδέναι διαβεβαιώσονται, πῶς ἀγαθοῦ τὸ μὴ δρᾶν ὅπερ οἶδεν ὑπάρχον ἀγαθόν; ἄμεινον δὲ δήπου τοῦ θνητοῦ τὸ ἀθάνατον. 2.41 Εἶτα πρὸς τούτοις οὐκ ἀμαθὲς οἶμαί που, μᾶλλον δὲ σοφόν, κἀκεῖνο εἰπεῖν. Τοὺς γάρ τοι θεοὺς οἷς ἐπιτρέψαι φασὶ τὸν τῶν ὅλων Βασιλέα καὶ Κύριον τὸ δημιουργεῖν οὐκ ἀθανάτους εἶναί φασιν, ἀλλὰ συνδεθέντας καὶ λυομένους καὶ ἔξω τοῦ φθείρεσθαι μένοντας τέως, ἐν τούτοις αὐτοὺς ἐθέλοντος εἶναι Θεοῦ. Ὅτε τοίνυν κατ' ἰδίαν φύσιν ἄφθαρτον ἢ ἀθάνατον ἢ ἄλυτον οὐδέν, πῶς οὐκ ἂν εἶεν ἀμαθεῖς οὐκ ἀνασχέσθαι λέγοντες τὸν τῶν ὅλων Θεὸν τὰ τρία θνητὰ δημιουργῆσαι γένη, παραδοῦναι δὲ μᾶλλον ἑτέροις τοῦτο δρᾶν; Ἀλλὰ γὰρ τὸν Ἑλλήνων ἀφέντες λῆρόν φαμεν ὅτι τὸ ἐν κτίσει ποικίλον καὶ πολυειδὲς καὶ τὸ ἄλλως ἄλλο καὶ οὐ ταὐτὸν ὡς ἐν γένει τε καὶ εἴδει πεποίηκεν ὁ ∆ημιουργός, ἐξουσίᾳ χρώμενος τῇ θεοπρεπεστάτῃ. Ἀθάνατον μὲν γάρ, ὡς ἔφην, ἢ ἄλυτον οὐδέν· ἡ δὲ ἐφ' ἑκάστῳ τῶν πεποιημένων τοῦ Θεοῦ βούλησις, τοῦτο φύσις αὐτῷ, καθικνεῖται δὲ παντὸς ὄκνου δίχα καὶ μέχρι τῶν καθ' ἡμᾶς· εἷς γάρ ἐστι καὶ μόνος, οὐ παρ' ἑτέρου τοῦτο μαθών· οὐ γὰρ ἐπιστήμης εἶδος τὸ χρῆμά ἐστιν, ἀλλὰ φύσεως τῆς αὐτοῦ πλεονέκτημα θεοπρεπές, αὐτῇ τε καὶ μόνῃ προσπεφυκός, καθάπερ ἀμέλει καὶ τὰ ἕτερα τῶν ἀξιωμάτων, ἃ βάσιμα μὲν ἥκιστά γε τοῖς γενητοῖς ἐστιν, ἐκνενέμηται δέ, ὡς ἔφην, αὐτῇ τε καὶ μόνῃ φυσικῶς. Ὅτι δέ ἐστι τῶν ἄγαν ἐκτοπωτάτων ἑτέροις ἡμᾶς ἀναθεῖναι θεοῖς τῆς δημιουργίας τὴν ἐνέργειαν, ἀφιστῶντας αὐτὴν τοῦ Θεοῦ τοῦ κατὰ φύσιν καὶ ἀληθῶς, κἀκ τῶν αὐτοῦ διδασκάλων κατίδοι τις ἄν. 2.42 Γράφει γὰρ οὕτως Ἀσκληπιῷ ὁ ἐπίκλην Τρισμέγιστος Ἑρμῆς περὶ τῆς τοῦ