κατηξιώθημεν, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀλλὰ κατὰ φιλανθρωπίαν ἡ δόσις. Οὐ γὰρ κατὰ φύσιν ἐκ τοῦ ἐν οὐρανοῖς πατρὸς γεννηθέντες, πατέρα καλοῦμεν αὐτόν· ἀλλ' ἐκ δουλείας εἰς υἱοθεσίαν πατρικῇ χάριτι, διὰ Υἱοῦ καὶ ἁγίου Πνεύματος μετενεχθέντες, ἀφάτῳ φιλανθρωπίᾳ λέγειν τοῦτο καταξιούμεθα. 7.8 Εἰ δέ τις βούλεται μαθεῖν, ὅπως ἡμεῖς τὸν Θεὸν πατέρα καλοῦμεν, ἀκουέτω τοῦ καλοῦ παιδαγωγοῦ Μωσέως λέγοντος· Οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ σε; καὶ Ἡσαΐου τοῦ προφήτου· Καὶ νῦν Κύριε, πατὴρ ἡμῶν σύ· ἡμεῖς δὲ πηλὸς, ἔργα τῶν χειρῶν σου πάντες. Σαφέστατα γὰρ ἐδήλωσεν ἡ προφητικὴ χάρις, ὅτι μὴ κατὰ φύσιν, ἀλλὰ κατὰ Θεοῦ χάριν καὶ θέσει, πατέρα καλοῦμεν. 7.9 Καὶ ἵνα γνῷς ἀκριβέστερον, ὅτι μὴ πάντως ἐν ταῖς θείαις γραφαῖς ὁ κατὰ φύσιν πατὴρ μόνον καλεῖται πατὴρ, ἄκουε Παύλου λέγοντος· Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Οὐ γὰρ τῷ γεννῆσαι κατὰ σάρκα, ἀλλὰ τῷ διδάξαι καὶ ἀναγεννῆσαι κατὰ πνεῦμα, Παῦλος ἦν Κορινθίων πατήρ. Ἄκουε δὲ καὶ τοῦ Ἰὼβ λέγοντος· Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων. Πατέρα γὰρ ἑαυτὸν, οὐ τῷ γεννῆσαι πάντας, ἀλλὰ τῷ κηδεμονεῖν, ὠνόμασεν. Αὐτός τε ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, τῷ ξύλῳ κατὰ τὸν τοῦ σταυροῦ καιρὸν τὴν σάρκα προσηλωμένος, ἰδὼν τὴν Μαριὰμ τὴν ἑαυτοῦ κατὰ σάρκα μητέρα, καὶ τὸν Ἰωάννην τὸν τῶν μαθητῶν προσφιλέστατόν, φησι πρὸς ἐκεῖνον μὲν, Ἰδοὺ ἡ μήτηρ σου· πρὸς δὲ τὴν Μαριὰμ, Ἰδοὺ ὁ υἱός σου· τὴν ὀφειλομένην φιλοστοργίαν ἐκδιδάσκων· καὶ τὸ παρὰ τῷ Λουκᾷ εἰρημένον πλαγίως ἐπιλύων, τὸ, Καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες· ὅπερ ἁρπάζουσιν αἱρεσιωτῶν παῖδες, ἐξ ἀνδρὸς αὐτὸν καὶ γυναικὸς γεγεννῆσθαι λέγοντες. Ὅνπερ γὰρ τρόπον ἡ Μαρία μήτηρ Ἰωάννου διὰ τὴν φιλοστοργίαν, οὐ διὰ τὸ γεννῆσαι· οὕτω καὶ Ἰωσὴφ πατὴρ ἐκαλεῖτο τοῦ Χριστοῦ, οὐ διὰ τὸ γεννῆσαι· (οὐ γὰρ ἔγνω αὐτὴν, κατὰ τὸ εὐαγγέλιον, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον) ἀλλὰ διὰ τὴν περὶ τὴν ἀνατροφὴν κηδεμονίαν γεγενημένην. 7.10 Τοῦτο μὲν οὖν ὑμῖν ἐν παρεκβάσει νῦν ὡς ἐν ὑπομνήσει λελέχθω. Προσθῶμεν δὲ καὶ μαρτυρίαν ἑτέραν ἀποδεικτικὴν τοῦ, καταχρηστικῶς ἀνθρώπων τὸν Θεὸν καλεῖσθαι πατέρα. Ὅταν γὰρ ἐν Ἡσαΐᾳ λέγηται πρὸς τὸν Θεόν· Σὺ γὰρ εἶ πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ ἡ Σάῤῥα οὐκ ὠδίνησεν ἡμᾶς· ἆρα ἔτι περὶ τούτου ζητεῖν χρή; Κἂν ὁ ψαλμῳδὸς λέγῃ· Ταραχθήτωσαν ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν· ἆρα οὐ πᾶσι πρόδηλον, ὅτι τῶν νεωστὶ τοὺς οἰκείους πατέρας ἀποβεβληκότων ὀρφανῶν πατὴρ ὁ Θεὸς καλούμενος, οὐ διὰ τὸ γεννᾷν ἐξ αὐτοῦ, ἀλλὰ διὰ τὸ κηδεμονεῖν καὶ ὑπερασπίζειν, ὠνόμασται; Ἀλλὰ τῶν μὲν ἀνθρώπων, καθὼς εἴρηται, καταχρηστικῶς ἐστι πατήρ· Χριστοῦ δὲ μόνου κατὰ φύσιν ἐστὶ Πατὴρ ὁ Θεὸς, οὐ κατὰ θέσιν· καὶ τῶν μὲν ἀνθρώπων ἐν χρόνοις, Χριστοῦ δὲ πρὸ χρόνων, καθὼς αὐτός φησι, Καὶ νῦν δόξασόν με σὺ, Πάτερ, [παρὰ σεαυτῷ] τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. 7.11 Πιστεύομεν τοίνυν ΕΙΣ ἙΝΑ ΘΕΟΝ ΠΑΤΕΡΑ, τὸν ἀνεξιχνίαστον καὶ ἀνεκδιήγητον· ὃν ἀνθρώπων μὲν οὐδεὶς ἑώρακεν, ὁ μονογενὴς δὲ μόνος ἐξηγήσατο. Ὁ γὰρ ὢν ἐκ τοῦ Θεοῦ, αὐτὸς ἑώρακε τὸν Θεόν. Οὗ τὸ πρόσωπον οἱ ἄγγελοι διαπαντὸς βλέπουσιν ἐν τοῖς οὐρανοῖς· βλέπουσι δὲ, κατὰ τὸ μέτρον τῆς οἰκείας τάξεως ἕκαστος· τὸ δὲ ἀκραιφνὲς τῆς τοῦ Πατρὸς θεωρίας εἰλικρινῶς Υἱῷ σὺν ἁγίῳ Πνεύματι τετήρηται. 7.12 Ἐνταῦθα τοῦ λόγου γενόμενος, καὶ τῶν πρὸ βραχέως εἰρημένων ὑπομνησθεὶς, ἐν οἷς ὁ Θεὸς πατὴρ ἀνθρώπων ἀνηγορεύετο· μεγάλως πρὸς τὴν τῶν ἀνθρώπων ἀγνωμοσύνην ἐξίσταμαι. Ὁ μὲν γὰρ Θεὸς ἀφάτῳ φιλανθρωπίᾳ πατὴρ ἀνθρώπων καλεῖσθαι κατηξίωσεν· ὁ ἐν οὐρανοῖς, τῶν ἐπὶ γῆς· καὶ ὁ τῶν αἰώνων ποιητὴς, τῶν ἐν χρόνοις· καὶ ὁ τὴν γῆν κατέχων [ἐν] δρακὶ, τῶν ἐπὶ γῆς ὄντων ὡς ἀκρίδων. Ὁ δὲ ἄνθρωπος καταλιπὼν τὸν ἐπουράνιον πατέρα, τῷ ξύλῳ εἶπε, Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με. Καί μοι δοκεῖ