ἐτελεύτα ἐπ' ἀγαθαῖς ταῖς ἐλπίσι τὴν φιλτάτην παῖδα καταλιπών, ἀλλ' αὖθις νικᾶν ἐδόκουν οἱ πονηροὶ καὶ ὁ γάμος οὐ παρετίθετο, τῶν ἀρχῆθεν κακῶν ἐπεισερχομένων τὴν τοῦ βασιλέως ἁπλότητα, οὕτω γὰρ ἐγὼ καλῶ τὴν ἐκείνου κουφότητα, ἀλλ' ὑπερενίκα πάλιν τὰ τῆς προνοίας καὶ τὰ τοῦ φθόνου ὡς σμῆνος ἐκ καπνοῦ ὑπεχώρει καὶ διελύετο καὶ οἱ καλῶς μνηστευθέντες μετ' οὐ πολὺ καὶ νυμφίοι ἀπεδείχθησαν κάλλιστοι· τὸν δὲ τρόπον ἐροῦμεν ἐπὶ τὴν ἀρχῆθεν ἀκολουθίαν ἀναδραμόντες τοῦ λόγου. 3.7 Ὁ Βρυέννιος Ἰωάννης, οὗ πρὸ βραχέος ὁ λόγος ἐμνήσθη, ὁρῶν τὸν ἀδελφὸν ἔτι μέλλοντα καὶ ἀναδυόμενον καὶ διαδρᾶναι ὡς οἷόν τε σπεύδοντα ἢ εἰς ἀποστασίαν χωρῆσαι, δεῖν ᾠήθη παρασκευάσαι τοῦτον καὶ ἄκοντα τοῦ ἔργου ἅψασθαι. Τοὺς προὔχοντας τοίνυν πάντας τῆς πόλεως κοινωνῆσαι αὐτῷ τοῦ σκέμματος πείσας καὶ τὴν Ἀδριανούπολιν ἅπασαν ὑπὲρ αὐτοῦ ποιησάμενος, συχνῶς μετεκαλεῖτο τὸν ἀδελφόν. Ἐπεὶ δ' ἀνθίστατο ταῖς τούτου πράξεσιν ὁ Ταρχανειώτης, ἀνὴρ νέος μὲν ἔτι, συνετώτατος δ' εἴπερ τις ἄλλος καὶ φρονιμώτατος, καὶ πρὸς τὸν βασιλέα καὶ τὸν λογοθέτην ἐπέστελλε, ζητῶν ἐπικουρῆσαι διὰ στρατεύματος ὡς δυνηθῆναι τὴν ἀνάψασαν ἤδη ἀποστασίαν καθελεῖν. Οὗτοι δὲ εἴτ' ἀποροῦντες στρατιωτῶν εἴτ' ἀμελῶς πρὸς τὸ ἔργον διατιθέμενοι, οὐδεμίαν αὐτῷ βοήθειαν ἀπεπόμφασιν. Ἐφ' ἱκανὰς ἡμέρας οὖν ἀντισχών, ὡς ἑώρα ὁμοφρονήσαντας ἅπαντας καὶ ἑαυτὸν εἰς κίνδυνον προῦπτον καταστάντα, μικρὸν ἐνεδίδου τῆς πολλῆς ἐνστάσεως καί, τῆς Βρυεννίων μητρὸς τῆς κουροπαλατίσσης Ἄννης διὰ κήδους συνάψαι τοῦτον τοῖς παισὶ μηνυσάσης, ξυγκατετίθετο καὶ τὴν τούτου ἀδελφὴν Ἑλένην κάλλει τε διαλάμπουσαν καὶ κοσμιότητι τῶν ἡλίκων πασῶν ὑπερφέρουσαν κατεγγυᾶται τῷ τοῦ ἀδελφοῦ Νικηφόρου υἱῷ καὶ οὕτω τούτοις συνάπτεται. 3.8 Ὁ δὲ βασιλεὺς Μιχαὴλ ἀγνοήσας, οἶμαι, τὰς μεταξὺ τοῦ Βρυεννίου καὶ τοῦ Βασιλάκη συμβιβάσεις καὶ τὰ ὅρκια δοῦκα τὸν Βασιλάκην τῶν Ἰλλυριῶν ἐξαπέστειλε, παραγγείλας αὐτῷ, εἰ οἷόν τε, κατασχεῖν τὸν Βρυέννιον καὶ δεσμώτην τοῦτον ἐκπέμπειν πρὸς τὴν Κωνσταντινούπολιν· ἀπαγγελθέντος δὲ τούτου τῷ Βρυεννίῳ, δεῖν ᾠήθη μηκέτι μένειν, ἀλλ' ἐξορμᾶν καὶ οἴκαδε ἀπιέναι. Ἐξῄει οὖν ὀλίγην τινὰ μεθ' ἑαυτοῦ ἐπιφερόμενος δύναμιν. Ἐπεὶ δὲ καὶ ὁ Βασιλάκης πρὸς τὸ ∆υρράχιον ἐπειγόμενος ἐκεῖ καταλαβεῖν τὸν Βρυέννιον ἔσπευδε, συνέβη τούτους ἀπαντῆσαι περὶ Θεσσαλονίκην, τοῦ Βασιλάκη προκατειληφότος τὸ ἄστυ· ὃς ἰδὼν τὸν Βρυέννιον βραχεῖαν ἐπιφερόμενον δύναμιν καὶ κατὰ πολὺ τῆς ἐκείνου ἐλάττονα, τῶν ὁρκίων ὥσπερ ἐπιλαθόμενος καὶ τῶν πρὸς τὸν ἐκείνου αὐτάδελφον συνθηκῶν ἐξώρμησε κατ' αὐτοῦ. Γενναίως δὲ τὴν τούτου ὁρμὴν ὑποστάντος τοῦ Βρυεννίου καὶ πολλοὺς τῶν αὐτοῦ καταβαλόντος, εἰς φυγὴν τέτραπτο καὶ τῆς πόλεως ἐντὸς συνεκλείετο. Ἐκεῖθεν οὖν πρέσβεις ἐκπέμψας, ᾔτει ἀνανεωθῆναι σφίσι τὰς τοῦ ἀδελφοῦ συνθήκας τε καὶ τὰ ὅρκια, κἀκεῖνος αὐτὸν ὑποδέχεται μάλα ἀσμένως καὶ τὰς ξυμβάσεις ἐκύρου. Ἀλλ' ὁ μὲν ἥπτετο τῆς πρὸς Ἀδριανούπολιν, ὁ ἀδελφὸς δὲ ἀπήντα μετὰ πλείστης ὅτι δυνάμεως· Μακεδόνων τε γὰρ καὶ Θρᾳκῶν τὰς τάξεις ἁπάσας εἶχε μεθ' ἑαυτοῦ ἅμα λοχαγοῖς καὶ φαλαγγάρχαις καὶ αὐτοῖς δὴ τοῖς στρατηγοῖς, καὶ οἱ ἄρχοντες δὲ τῶν πόλεων ξυνῆσαν αὐτῷ ἅπαντες κἀκεῖνος ἅπαντας χαριέντως ὑπεδέχετο, καὶ γὰρ ἦν προσηνὴς ὁ ἀνὴρ καὶ εὐόμιλος εἴπερ τις ἄλλος. Τότε μὲν οὖν στρατοπεδευσάμενοι ἀριστεῦσαι παρεσκευάζοντο, ἀλλὰ τῷ Βρυεννίῳ Ἰωάννῃ ἠρεμεῖν οὔτι δέον ἐδόκει οὐδ' ἀναβαλέσθαι τὸν καιρόν. Ἐπιφερόμενος οὖν μεθ' ἑαυτοῦ τὰ τῆς βασιλείας παράσημα, ἠνάγκαζε τὸν ἀδελφὸν ταῦτα περιβαλέσθαι· ἐκείνου δὲ ἀναδυομένου καὶ σκέψασθαι περὶ τούτου ζητοῦντος, αὐτὸς ἀνέπειθε πάντας, εἰ οἷόν τε, τὸν ἄνδρα βιάσασθαι. Ἐνίκα δ' ὅμως ἐκείνου τὸ σταθηρὸν τῆς γνώμης· ἀπεφαίνετο γὰρ ἐς νέωτα συναθροίζειν ἄρχοντάς τε καὶ στρατηγοὺς ἅμα καὶ λοχαγοὺς καὶ βουλὴν προθεῖναι καὶ ζητῆσαι κοινῇ τὸ πᾶσι συμφέρον. Κατὰ μὲν αὐτὴν ἡμέραν ἐκείνην οὕτω κατεύνασε τὴν τοῦ ἀδελφοῦ τε καὶ τῶν ἀρχόντων