«0σήμερον20» ἀλλὰ καί πως τοῦ «0καθ' ἡμέραν20» ὁ «0σήμερον20» εὐχόμενος, ἀπὸ τοῦ δυνατοῦ δωρήσασθαι «ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν» λαβεῖν οἷός τε ἔσται, ἵν' οὕτως ὑπερβολικῶς εἴπω, καὶ τὰ ὑπὲρ «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ» τὰ ὑπὲρ ἃ «οὖς οὐκ ἤκουσε καὶ» τὰ ὑπὲρ ἃ «ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη.» 27.17 καὶ ταῦτα δέ μοι δοκεῖ ἀναγκαιότατα ἐξητάσθαι, ἵνα τό τε «0σήμερον20» νοηθῇ καὶ τὸ «0καθ' ἡμέραν20,» ὅτε «0τὸν ἐπιούσιον» «ἄρτον20» δοθῆναι «ἡμῖν» ἀπὸ τοῦ πατρὸς αὐτοῦ εὐχόμεθα. εἰ κατὰ τελευταῖον δὲ βιβλίον πρότερον ἐξετάζομεν τὸ «0ἡμῶν20,» ἐπεὶ λέγεται οὐχί· «0τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον20» ἀλλὰ «0τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν καθ' ἡμέραν20,» ὅμως γε ἐξεταστέον, πῶς «0ἡμῶν20» ἐστιν ὁ 20ἄρτος20 οὗτος. διδάσκει δὴ ὁ ἀπόστολος ὅτι «εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλ λοντα, πάντα» τῶν ἁγίων ἐστί· <περὶ οὗ> οὐκ ἀναγκαῖον ἐπὶ τοῦ παρόντος λέγειν. 28.1 «0Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν20,» ἢ ὡς ὁ Λουκᾶς· «0καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφήκαμεν παντὶ ὀφείλοντι ἡμῖν20.» περὶ τῶν 20ὀφειλημάτων20 καὶ ὁ ἀπόστολος λέγει· «ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὴν τιμὴν τὴν τιμήν· μηδενὶ μηδὲν 20ὀφείλετε20 εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν.» 20ὀφείλο μεν20 τοιγαροῦν ἔχοντές τινα καθήκοντα οὐ μόνον ἐν τῇ δόσει ἀλλὰ καὶ λόγῳ προσηνεῖ καὶ τοῖσδέ τισι τοῖς ἔργοις, ἀλλὰ καὶ διάθεσίν τινα τοιάνδε 20ὀφείλομεν20 ἔχειν πρὸς αὐτούς. ταῦτα δὴ 20ὀφείλοντες20 ἤτοι ἀποδίδομεν διὰ τοῦ ἐπιτελεῖν τὰ προστασσόμενα ὑπὸ τοῦ θείου νό μου, ἢ τῷ καταφρονεῖν τοῦ ὑγιοῦς λόγου μὴ ἀποδιδόντες μένομεν ἐν τῷ 20ὀφείλειν20. 28.2 τὸ παραπλήσιον δὲ νοητέον ἐν τοῖς πρὸς τοὺς ἀδελφοὺς 20ὀφει 28.2 λήμασι20, τούς τε κατὰ τὸν τῆς θεοσεβείας λόγον ἐν Χριστῷ ἡμῖν συναναγεγεννημένους καὶ τοὺς ὁμομητρίους ἢ ὁμοπατρίους ἡμῖν. ἔστι τις καὶ πρὸς πολίτας ὀφειλὴ καὶ ἄλλη κοινὴ πρὸς πάντας ἀν θρώπους, ἰδίᾳ μὲν ξένους ἰδίᾳ δὲ καὶ ἡλικίαν πατέρων ἔχοντας, καὶ ἄλλη πρός τινας, οὓς εὔλογον ὡς υἱοὺς ἢ ὡς ἀδελφοὺς τιμᾶν. ὁ οὖν τὰ 20ὀφειλόμενα20 ἀδελφοῖς ἐπιτελεῖσθαι μὴ ποιῶν μένει 20ὀφειλέ της20 ὧν μὴ πεποίηκεν. οὕτως δὲ, εἰ καὶ ἀνθρώποις ἀπὸ τοῦ φιλανθρώ που τῆς σοφίας πνεύματος ἐπιβαλλόντων τινῶν ἀφ' ἡμῶν ἐλλείποιμεν, πλείων γίνεται ἡ ὀφειλή. ἀλλὰ καὶ ἐν τοῖς εἰς ἡμᾶς αὐτοὺς 20ὀφεί λομεν20 τῷ μὲν σώματι οὑτωσὶ χρῆσθαι, οὐχὶ εἰς τὸ κατατρίβειν σάρ κας σώματος διὰ τῆς φιληδονίας· 20ὀφείλομεν20 δὲ καὶ τῇ ψυχῇ τήνδε τὴν ἐπιμέλειαν προσάγειν καὶ τοῦ νοῦ τῆς ὀξύτητος πρόνοιαν ποι εῖσθαι τοῦ τε λόγου, ἵν' ἄκεντρος καὶ ὠφέλιμος ᾖ καὶ μηδαμῶς ἀρ γός. ἐπὰν δὴ καὶ τὰ εἰς ἡμᾶς ὑφ' ἡμῶν αὐτῶν 20ὀφειλόμενα20 μὴ πράττωμεν, βαρύτερον ἡμῖν τὸ ὄφλημα γίνεται. 28.3 καὶ ἐπὶ τούτοις πᾶσι τὸ ὑπὲρ πάντα «ποίημα» καὶ πλάσμα ὄντες τοῦ θεοῦ 20ὀφείλομέν20 τινα διάθεσιν σῴζειν πρὸς αὐτὸν καὶ ἀγάπην τὴν «ἐξ ὅλης καρδίας» «καὶ ἐξ ὅλης ἰσχύος» «καὶ ἐξ ὅλης διανοίας»· ἅτινα ἐὰν μὴ κατορθώσωμεν, 20ὀφειλέται20 μένομεν θεοῦ, ἁμαρτάνοντες εἰς κύριον. καὶ τίς ἐπὶ τούτοις εὔξεται περὶ ἡμῶν; «ἐὰν» γὰρ «ἁμαρ τάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ· ἐὰν <δὲ> εἰς κύριον ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ;» ὥς φησιν ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ὁ Ἠλεί. ἀλλὰ καὶ Χριστοῦ ὠνησαμένου ἡμᾶς τῷ ἰδίῳ αἵματι 20ὀφειλέται20 ἐσμὲν, ὥσπερ καὶ πᾶς οἰκέτης τοῦ ὠνησαμένου ἐστὶν 20ὀφειλέτης20 τοῦ τοσοῦδε δοθέντος ὑπὲρ αὐτοῦ χρή ματος. ἔστι τις ἡμῖν καὶ πρὸς «τὸ ἅγιον πνεῦμα» ὀφειλὴ, ἀποδι δομένη, ὅτε οὐ λυποῦμεν αὐτὸ, «ἐν ᾧ» ἐσφραγίσθημεν «εἰς ἡμέραν ἀπολυτρώσεως,» καὶ μὴ λυποῦντες αὐτὸ φέρομεν τοὺς καρποὺς, οὓς ἀπαιτούμεθα, συνόντος αὐτοῦ ἡμῖν καὶ ζῳοποιοῦντος ἡμῶν τὴν ψυχήν. εἰ καὶ μὴ ἴσμεν δὲ ἐπιμελῶς, τίς ὁ ἑκάστου ἡμῶν ἄγγελος βλέπων «τοῦ ἐν οὐρανοῖς» «πατρὸς» «τὸ πρόσωπον,» ἀλλὰ φανερόν γε ἐπισκοπήσαντι ἑκάστῳ ἡμῶν γίνεται ὅτι κἀκείνῳ 20ὀφειλέται20 τινῶν ἐσμεν. εἰ δὲ