ἓν μέν, ὅτι κειμήλια χωνεύσας ἀργύριον εἰς ὄνομα τοῦ υἱοῦ κατεσκεύασεν· δεύτερον δέ, ὅτι μάρμαρα τῆς εἰσόδου τοῦ βαπτιστῆρος λαβὼν ἐν τῷ βαλανείῳ τῷ ἰδίῳ προσέθηκεν· ἔπειτα κίονας ἐκκλησιαστικοὺς ἀπὸ πλειόνων ἐτῶν κειμένους ἔνδον εἰς τὸν ἑαυτοῦ τρίκλινον ἔστησεν· τέταρτον, ὅτι ὁ παῖς αὐτοῦ φόνον πεποίηκεν, καὶ ἔχει αὐτὸν ἐν τῇ ὑπηρεσίᾳ ἀνέγ κλητον· πέμπτον, ὅτι χωρία ὑπὸ Βασιλίνης, τῆς μητρὸς Ἰου 84 λιανοῦ τοῦ βασιλέως, καταλειφθέντα τῇ ἐκκλησίᾳ, πωλήσας ἐσφετερίσατο· ἕκτον, ὅτι ἀποταξάμενος τῆς οἰκείας γαμετῆς πάλιν αὐτῇ συνῆλθεν καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς· ἕβδομον, ὅτι ὡς νόμον καὶ δόγμα ἔχει πωλεῖν τὰς τῶν ἐπισκόπων χειρο τονίας κατὰ τὴν τῶν προσόδων ἀναλογίαν. "Καὶ πάρεισιν οἱ δόντες καὶ χειροτονηθέντες, καὶ ὁ λαβών· καὶ ἐπὶ τούτοις ἔχω τὰς ἀποδείξεις." <ΚΕΦΑΛΑΙΟΝ Ι∆ʹ> {Ο ∆ΙΑΚ.} Παρακαλῶ, πάτερ, σύστειλον τὸ διήγημα τοῦτο· βλάπτονται γὰρ οἱ παρόντες, ἐπισκόπων ταῦτα διηγουμένων, μή τί γε καὶ πραττόντων. {Ο ΕΠΙΣΚ.} Οἴμοι τάλας ἐγὼ τηρηθεὶς ταῖς ἡμέραις ταύταις, ἐν αἷς ἀργυρίῳ ἱερωσύνη πιπράσκεται, εἴ γε καὶ ἱερωσύνη. "γέγονα δὲ καὶ ἄφρων" διηγούμενος τῶν Ἰωάννην συκοφαν τούντων εἰς ταῦτα ἡμᾶς περιστησάντων. πλὴν μακροθύμως ἀνάσχου μου, ἵνα καὶ ἐκ τούτων θαυμάσῃς τὴν Ἰωάννου ἐπιεί κειαν, κοιμήσαντος τέως τὸν ζῆλον, εἰπόντος δὲ τῷ Εὐσεβίῳ· " ̓Αδελφὲ Εὐσέβιε, ἐπειδὴ πολλάκις αἱ κατὰ λύπην κατηγορίαι οὐκ εὐχερεῖς ἔχουσι τὰς ἀποδείξεις, παρακέκλησο παύσασθαι τοῦ ἐγγράφως κατειπεῖν τοῦ ἀδελφοῦ Ἀντωνίνου, ἡμῶν τὰ αἴτια τῆς λύπης διορθουμένων." πρὸς τούτοις διαθερμανθεὶς τραχέσιν ἐκέχρητο λόγοις, σφαδάζων ὅλος κατὰ τοῦ Ἀντωνίνου, ἐπιμένων τῇ κατηγορίᾳ. παρακαλεῖ ὁ Ἰωάννης Παῦλον τὸν Ἡρακλείας (ἐδόκει γὰρ σπουδάζειν τῷ Ἀντωνίνῳ), ἵν' εἰς φιλίαν αὐτοὺς συνελάσῃ. καὶ ἀναστὰς εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν σὺν τοῖς ἐπισκόποις (ἦν γὰρ καιρὸς τῆς ἱερατείας), δοὺς δὲ τῷ λαῷ τὴν συνήθη τῆς εἰρήνης προσηγορίαν, ἐκάθισεν σὺν τοῖς λοιποῖς ἐπισκόποις. ἐπεισελθὼν δὲ λεληθότως ὁ κατήγορος Εὐσέβιος 85 ἐπὶ παντὸς τοῦ λαοῦ καὶ τῶν ἐπισκόπων ἐπιδίδωσιν ἕτερον λίβελλον τὰ αὐτὰ περιέχοντα, ὁρκίζων τὸν Ἰωάννην ὅρκους φρικτούς, συμπλέξας αὐτοῖς καὶ "τὴν σωτηρίαν τῶν βασιλέων," μετὰ πολλῆς ταραχῆς· ὡς νομίσαι τοὺς λαοὺς διαπτοηθέντας ἐπὶ τῷ ἰταμῷ, ὅτι θανάτου συγχώρησιν παρακαλεῖ αἰτῆσαι τὸν βασιλέα τὸν Ἰωάννην. ὁ δὲ Ἰωάννης θεασάμενος τὴν ἔνστασιν τοῦ ἀνδρός, τὸ ἀτάραχον μνώμενος τῷ λαῷ, ἐδέξατο τὸ βιβλίον καὶ μετὰ τὰ ἀναγνώσματα τῶν θείων λογίων παρα καλέσας Πανσόφιον τὸν Πισιδίας προσαγαγεῖν τὰ δῶρα, αὐτὸς συνεξῆλθεν τοῖς λοιποῖς ἐπισκόποις· παρῃτεῖτο γὰρ ἐπιθόλως ἱερατεύειν, κατὰ τὸ Εὐαγγέλιον, τό, "Ὅταν προσφέρῃς τὸ δῶρόν σου," καὶ τὰ ἑξῆς. καὶ διασκεψάμενος μετὰ τὴν λαοῦ ἀπόλυσιν, καθεσθεὶς ἐν τῷ φωτιστηρίῳ σὺν τοῖς λοιποῖς ἐπι σκόποις, τὸν κατήγορον προσκαλεῖται, φήσας αὐτῷ ἐπὶ πάντων· "Καὶ πάλιν σοι τὰ αὐτὰ λέγω, ὅτι πολλοὶ ἀπὸ λύπης ἢ ὀργῆς πολλὰ καὶ λέγουσι καὶ γράφουσιν, ἀτονοῦντες περὶ τὰς ἀπο δείξεις. εἰ τοίνυν σαφῶς ἐπίστασαι, περὶ ὧν βούλει κατηγορεῖν (οὔτε γὰρ δυνάμενον ἀπωθούμεθα οὔτε μὴ δυνάμενον ἕλκομεν), πρὶν ἀναγνωσθῆναι τὸν λίβελλον, ἔκλεξαι τὸ συμφέρον· μετὰ γὰρ τὸ ἀναγνωσθῆναι καὶ εἰς ἀκοὰς πάντων ἐλθεῖν, πραττο μένων ὑπομνημάτων, οὐκέτι σοι ἔξεστιν, ἐπισκόπῳ ὄντι, ζητεῖν ἀβολιτίωνα." ἐπὶ τούτοις πάλιν ἐνέμεινεν τῇ ἐνστάσει. πρὸς οἷς κελεύουσιν ἀναγνωσθῆναι τὸ βιβλίον· ἀνεγνώσθη τὰ προει ρημένα κεφάλαια. λέγουσιν οἱ γέροντες τῶν ἐπισκόπων τῷ Ἰωάννῃ, ἀκούσαντες τὴν δύναμιν τοῦ βιβλίου· "Εἰ καὶ τὰ μάλιστα ἓν τοῦ ἑνὸς κεφαλαίου δυσσεβές ἐστι καὶ ἀπηγορευ μένον πανταχόθεν τοῖς ἱεροῖς νόμοις, ἵνα δὲ μὴ δόξωμεν ἐν τοῖς ὑποβεβληκόσι τὴν ἅπασαν σχολὴν ποιεῖσθαι, ἀπὸ τοῦ φρικω δεστέρου ἡ ἐξέτασις γένηται. εἰ γὰρ ἐκεῖνο ἀληθὲς εὑρεθείη, 86 οὐκ ἔστιν ἀντίῤῥησις περὶ τῶν λοιπῶν κεφαλαίων, τῆς ῥίζης ἐκείνου τοῦ κεφαλαίου πᾶν εἶδος κακίας καρποφορούσης, κατὰ τὸν εἰπόντα· "Ῥίζα πάντων