36
βαθὺ καὶ λαχάνου μετὰ ἡλίου δυσμὰς μετελάμβανεν. 8.4 Φασὶ δὲ Ἀνθέμιον ὃς καὶ ὕπαρχος ἐς ὕστερον ἐγεγόνει καὶ ὕπατος, ἡνίκα πρεσβευτὴς χειροτονηθεὶς τὴν εἰς Πέρσας ἀποδημίαν ἐστείλατο, χιτῶνα αὐτῷ κομίσαι παρὰ Πέρσαις ὑφασμένον καὶ εἰπεῖν ὅτι· "Ὦ πάτερ, εἰδὼς ἑκάστῳ τῶν ἀνθρώπων τὴν οἰκείαν πατρίδα γλυκεῖαν καὶ τοὺς ἐκεῖ φυομένους ἡδίστους καρποὺς, ἐκ τῆς πατρίδος σοι τοῦτον κεκόμικα τὸν χιτῶνα, καὶ ἱκετεύω σε μὲν τοῦτον λαβεῖν, ἐμὲ δὲ τὴν σὴν εὐλογίαν ἀντιλαβεῖν". Ὁ δὲ πρῶτον μὲν τοῦτον ἐν τῷ βάθρῳ θεῖναι προσέταξεν· εἶτα λόγων ἑτέρων μεταξὺ γενομένων, ἀθυμεῖν ἔλεγε διχῇ μεριζομένου τοῦ λογισμοῦ. Ἐκείνου δὲ τὴν αἰτίαν πυθομένου· "Ἕνα, ἔφη, σύνοικον ἔχειν εἱλόμην ἀεὶ καὶ νόμον ἐμαυτῷ τέθηκα τῶν δύο πάμπαν ἀρνηθῆναι τὸ συνοικέσιον· ἑκκαίδεκα τοίνυν ἔτη μοί τινος συνοικήσαντος καὶ θυμήρους ὄντος ἀφίκετό τις φυλέτης ἐμοὶ συνοικεῖν ἐθέλων καὶ τούτου τυχεῖν ἀξιῶν. Τοῦτό μοι μερίζει τὸν νοῦν· δύο μὲν γὰρ ἔχειν κατὰ ταὐτὸν οὐκ ἀνέξομαι. Τὸν γὰρ φυλέτην ὡς φυλέτην ἀσπάζομαι· τὸν δὲ πρότερον ὡς καταθύμιόν μοι γεγενημένον ἐκβαλεῖν καὶ ἀνιαρὸν ἡγοῦμαι καὶ ἄδικον". Ὁ δὲ· "Εἰκότως, ἔφη, ὦ πάτερ, οὐδὲ γὰρ ὅσιον τὸν μὲν ἐπὶ πλεῖστον τεθεραπευκότα χρόνον ὡς οὐκ ἐπιτήδειον ἀποπέμψασθαι, τὸν δὲ οὐδέπω πεῖραν τῶν οἰκείων δεδωκότα τρόπων διὰ μόνην εἰσδέξασθαι τὴν πατρίδα." Πρὸς ταῦτα ὁ θεῖος Ἀφραάτης· "Οὐκοῦν, ἔφη, ὦ θαυμάσιε, τὸν χιτῶνα τοῦτον οὐ λήψομαι· δύο μὲν γὰρ ἔχειν οὐκ ἀνέξομαι. Ἡδίων δὲ κατὰ τὴν ἐμὴν καὶ κρείττων κατὰ τὴν σὴν ψῆφον ὁ τοσοῦτόν μοι διακονήσας χρόνον." Οὕτω κατασοφισάμενος τὸν Ἀνθέμιον καὶ θαῦμα τῆς ἀγχινοίας παρεσχηκὼς ἔπεισε μηδένα λοιπὸν αὑτῷ περὶ τοῦ χιτῶνος ἐκείνου λόγον προσενεγκεῖν. Ἐγὼ δὲ ταῦτα διεξῆλθον, δύο κατὰ ταὐτὸν ἐπιδεῖξαι βουλόμενος, καὶ ὅτι παρ' ἑνὸς ἐδέχετο μόνου τὴν ἀποχρῶσαν τῷ σώματι θεραπείαν καὶ ὅτι τοσαύτης ἦν σοφίας ἀνάπλεως ὡς παρασκευάσαι τὸν ἱκετεύοντα δέξασθαι ψηφίσασθαι τὸ μὴ δέξασθαι. 8.5 Ἀλλὰ ταῦτα καὶ τὰ τοιαῦτα καταλιπὼν τὰ μείζονα διηγήσομαι. Ἰουλιανοῦ τοῦ θεομισοῦς δίκας τῆς ἀσεβείας ἐν τῇ βαρ βάρῳ δεδωκότος, ὀλίγης μὲν γαλήνης ἀπέλαυσαν τῆς εὐσεβείας οἱ τρόφιμοι, Ἰοβιανοῦ τῆς Ῥωμαίων ἡγεμονίας δεξαμένου τοὺς οἴακας. Ἐπειδὴ δὲ καὶ οὗτος βραχὺν κομιδῇ βασιλεύσας χρόνον τοῦ βίου τὸ πέρας ἐδέξατο, Οὐάλης δὲ τῆς ἕω τὴν ἡγεμονίαν διεδέξατο, καταιγῖδες πάλιν καὶ θύελλαι τὸ καθ' ἡμᾶς ἀνερρίπιζον πέλαγος καὶ κλύδων ἐγήγερτο χαλεπὸς καὶ τρικυμίαι πάντοθεν τῷ σκάφει προσέβαλλον· χαλεπώτερον δὲ τὸν χειμῶνα ἡ τῶν κυβερνη τῶν ἐρημία ἐποίει· τούτους γὰρ ὁ κατὰ μόνης τῆς εὐσεβείας θρασὺς βασιλεὺς τὴν ὑπερορίαν οἰκεῖν κατηνάγκασεν. Καὶ τοσαύτῃ παρανομίᾳ χρησάμενος κόρον τῆς δυσσεβείας οὐκ ἔλαβεν· ἀλλὰ πάντα τῶν εὐσεβῶν ἐσκεδάννυ τὸν σύλλογον, θηρὸς δίκην ἀγρίου τὸ ποίμνιον διασπᾶσαι φιλονεικῶν. Τούτου εἵνεκα οὐ μόνον αὐτοὺς ἁπάσης ἐκκλησίας ἐξήλασεν, ἀλλὰ καὶ ἐκ τῆς ὑπωρείας καὶ ἐκ τῆς ὄχθης τοῦ ποταμοῦ καὶ ἐκ τοῦ πολεμικοῦ γυμνασίου. Ταῦτα γὰρ ἅπαντα ἀμείβοντες διετέλεσαν τὰ χωρία, τῆς ὁπλιτικῆς χειρὸς γενόμενοι πάρεργον. Καὶ Σκύθαι μὲν καὶ οἱ ἄλλοι βάρβαροι τὴν Θρᾴκην ἅπασαν ἀπὸ τοῦ Ἴστρου μέχρι τῆς Προποντίδος ἀδεῶς ἐληΐζοντο· ὁ δὲ τούτων μὲν οὐδὲ τὴν ἀκοὴν ἑστῶσι τοῖς ὠσί, τὸ δὴ λεγόμενον, ἠδύνατο δέχεσθαι, κατὰ δὲ τῶν ὁμοφύλων καὶ ὑπηκόων καὶ εὐσεβείᾳ λαμπρυ νομένων τοῖς ὅπλοις ἐκέχρητο. 8.6 Ὁ δὲ θεῖος λεὼς τὴν τῶν κακῶν ἐκείνων ἀωρίαν ὀλοφυρόμενος τὴν ∆αυϊτικὴν ἐκείνην ἔψαλλεν ᾠδὴν· "Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών". Τὰ δὲ λοιπὰ τῆς ᾠδῆς οὐκέτι αὐτοῖς ἁρμόδια ἦν· οὐ γὰρ εἴασεν Ἀφραάτης καὶ Φλαβιανὸς καὶ ∆ιόδωρος ἐπὶ ταῖς ἰτέαις