παντὸς φύσεως· Εἰ τοίνυν δύο ὡμολόγηται τὰ ὄντα, τό τε γινόμενον καὶ τὸ ποιοῦν, ἕν ἐστι τῇ ἑνώσει, τὸ μὲν προηγούμενον, τὸ δὲ ἑπόμενον· προηγούμενον μὲν ὁ ποιῶν Θεός, ἑπόμενον δὲ τὸ γινόμενον, ὅ τι ἂν ᾖ. Καὶ μὴ διὰ τὴν ποικιλίαν τῶν γινομένων φυλάξῃ, φοβούμενος ταπεινότητα καὶ ἀδοξίαν Θεῷ περιάψαι· μία γὰρ αὐτῷ ἐστι δόξα τὸ ποιεῖν πάντα, καὶ τοῦτό ἐστι τὸ τοῦ Θεοῦ ὥσπερ τὸ σῶμα ἡ ποίησις. Αὐτῷ δὲ τῷ ποιοῦντι οὐδὲν κακὸν οὐδὲ αἰσχρὸν νομιζόμενον. Ταῦτα γάρ ἐστι τὰ πάθη τὰ τῇ γενέσει παρεπόμενα, ὥσπερ ὁ ἰὸς τῷ χαλκῷ καὶ ὁ ῥύπος τῷ σώματι· ἀλλ' οὔτε ὁ χαλκουργὸς τὸν ἰὸν ἐποίησεν οὔτε τὸν ῥύπον οἱ γεννήσαντες. Καὶ μεθ' ἕτερα πάλιν διὰ θερμοτέρων ἔρχεται λόγων, ἐναργὲς παράδειγμα τιθείς, καί φησιν· Εἶτα τῷ μὲν αὐτῷ ζωγράφῳ ἔξεστι καὶ οὐρανὸν ποιῆσαι καὶ γῆν καὶ θάλασσαν καὶ θεοὺς καὶ ἀνθρώπους καὶ πάντα τὰ ἄλογα καὶ ἄψυχα, τῷ δὲ Θεῷ οὐ δυνατὸν πάντα ποιεῖν; Ὦ πολλῆς ἀνοίας καὶ ἀγνωσίας τῆς περὶ τὸν Θεόν. Τὸ γὰρ πάντων δεινότατον πάσχουσιν οἱ τοιοῦτοι· τὸν γὰρ Θεὸν φάσκοντες εὐσεβεῖν τε καὶ εὐλογεῖν, τῷ μὴ τὴν πάντων ποίησιν ἀνατιθέναι αὐτῷ οὐδὲ τὸν Θεὸν ἴσασι· πρὸς δὲ τῷ μὴ εἰδέναι, καὶ τὰ μέγιστα εἰς αὐτὸν ἀσεβοῦσι, πάθος αὐτῷ περιτιθέντες ὑπεροψίαν ἢ ἀδυναμίαν. Εἰ γὰρ μὴ πάντα ποιεῖ, ὑπερηφανῶν οὐ ποιεῖ ἢ μὴ δυνάμενος, ὅπερ ἐστὶν ἀσεβές· ὁ γὰρ Θεὸς ἓν μόνον ἔχει πάθος, τὸ ἀγαθόν, ὁ δὲ ἀγαθὸς οὔτε ὑπερήφανος οὔτε ἀδύνατος. Τοῦτο γάρ ἐστιν ὁ Θεός, τὸ ἀγαθόν, ἡ πᾶσα δύναμις ποιεῖν πάντα. Τὸ δὲ γενητὸν ὑπὸ τοῦ ἀγαθοῦ καὶ τοῦ πάντα δυναμένου ποιεῖν γίνεται. Εἰ δὲ πῶς μὲν αὐτὸς ποιεῖ, πῶς δὲ τὰ γινόμενα γίνεται βούλει μαθεῖν, ἔξεστί σοι· ἴδε εἰκόνα καλλίστην καὶ ὁμοιοτάτην, γεωργὸν σπέρμα καταβάλλοντα εἰς τὴν γῆν, ὅπου μὲν πυρόν, ὅπου δὲ κριθήν, ὅπου δὲ ἄλλο τι τῶν σπερμάτων· ἴδε τὸν αὐτὸν ἄμπελον φυτεύοντα καὶ μηλέαν καὶ τἄλλα τῶν δένδρων· οὕτω καὶ ὁ Θεὸς ἐν μὲν οὐρανῷ ἀθανασίαν σπείρει, ἐν δὲ γῇ μεταβολήν, ἐν δὲ τῷ παντὶ ζωὴν καὶ κίνησιν. 2.43 Καὶ ταυτὶ μὲν οἱ πάλαι τῶν παρ' Ἕλλησι σοφῶν οὐκ ἄσημοι γεγονότες πεφρονήκασί τε αὐτοί, καὶ μὴν καὶ ἑτέρους ἑλέσθαι φρονεῖν ἠξίουν. Ὅ γε μὴν ἐπιεικὴς καὶ ἀτιμάγελος οὑτοσὶ ταῖς τῶν ἄλλων δόξαις ἐρρῶσθαι φράσας μόνων ἡττᾶται τῶν τοῦ Πλάτωνος λόγων, καὶ δὴ διατρανοῦν πειρᾶται, καθάπερ οὖν οἴεται, σοφῶς, ἣν ἐκ προσώπου Θεοῦ πεποιῆσθαί φησι δημηγορίαν αὐτῷ, καί φησιν· {ΙΟΥΛΙΑΝΟΣ} Ἀλλ' ἆρα μὴ τοῦτο ὄναρ ἐστίν, ἐννοήσαντες αὐτὸ μάθετε. Θεοὺς ὀνομάζει Πλάτων τοὺς ἐμφανεῖς ἥλιον καὶ σελήνην, ἄστρα καὶ οὐρανόν, ἀλλ' οὗτοι τῶν ἀφανῶν εἰσιν εἰκόνες· ὁ φαινόμενος τοῖς ὀφθαλμοῖς ἡμῶν ἥλιος τοῦ νοητοῦ καὶ μὴ φαινομένου, καὶ πάλιν ἡ φαινομένη τοῖς ὀφθαλμοῖς ἡμῶν σελήνη καὶ τῶν ἄστρων ἕκαστον εἰκόνες εἰσὶ τῶν νοητῶν. Ἐκείνους οὖν τοὺς ἀφανεῖς θεοὺς ἐνυπάρχοντας καὶ συνυπάρχοντας καὶ ἐξ αὐτοῦ τοῦ ∆ημιουργοῦ γεννηθέντας καὶ προελθόντας ὁ Πλάτων οἶδεν· εἰκότως οὖν φησιν ὁ ∆ημιουργὸς ὁ παρ' αὐτῷ θεοὶ πρὸς τοὺς ἀφανεῖς λέγων, θεῶν τῶν ἐμφανῶν δηλονότι. Κοινὸς δὲ ἀμφοτέρων ∆ημιουργὸς οὗτός ἐστιν ὁ τεχνησάμενος οὐρανὸν καὶ γῆν καὶ θάλασσαν, καὶ ἄστρα, γεννήσας ἐν τοῖς νοητοῖς τὰ τούτων ἀρχέτυπα. Σκόπει οὖν ὅτι καὶ τὰ ἐπὶ τούτοις καλῶς· λείπει γάρ, φησί, τρία θνητὰ γένη, δηλονότι τὸ τῶν ἀνθρώπων, καὶ τὸ τῶν ζῴων, καὶ τὸ τῶν φυτῶν· τούτων γὰρ ἕκαστον ἰδίοις ὥρισται λόγοις· εἰ μὲν οὖν, φησί, καὶ τούτων ἕκαστον ὑπ' ἐμοῦ γένοιτο, παντάπασιν ἀναγκαῖον ἀθάνατον αὐτὸ γενέσθαι. Καὶ γὰρ τοῖς θεοῖς οὐδὲν ἄλλο τῆς ἀθανασίας αἴτιον καὶ τῷ φαινομένῳ κόσμῳ ἢ τὸ ὑπὸ τοῦ ∆ημιουργοῦ γενέσθαι. 2.44 Τί οὖν φησιν· Ὁπόσον ἐστὶν ἀθάνατον, ἀναγκαῖόν ἐστιν ἐν τούτοις εἶναι παρὰ τοῦ ∆ημιουργοῦ δεδόσθαι; τοῦτο δέ ἐστιν ἡ λογικὴ ψυχή· τούτων οὖν τὰ εἴδη καὶ ὑμῶν ἐθελόντων σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω· τὸ δὲ λοιπὸν ὑμεῖς ἀθανάτῳ