διὰ τοῦτο πρὸς τὴν ἀνθρωπότητα λέγειν ὁ ψαλμός· Καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, ὃν εἵλου πατέρα, ὃν ἐπεσπάσω πρὸς τὴν ἀπώλειαν. 7.13 Οὐ μόνον δὲ ξύλα καὶ λίθους, ἔνιοι δὲ καὶ τὸν Σατανᾶν αὐτὸν ἤδη εἵλοντο πατέρα, τὸν ψυχοφθόρον. Πρὸς οὓς ἐλεγκτικῶς ἔλεγεν ὁ Κύριος· Ὑμεῖς τὰ ἔργα τοῦ πατρὸς ὑμῶν ποιεῖτε· [τοῦ διαβόλου] πατρὸς ὄντος ἀνθρώπων, οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ ἀπάτην. Ὃν γὰρ τρόπον, διὰ τῆς εὐσεβοῦς διδασκαλίας, Παῦλος Κορινθίων πατὴρ ἐκαλεῖτο, οὕτω καὶ ὁ διάβολος τῶν ἐκ προαιρέσεως αὐτῷ συντρεχόντων καλεῖται πατήρ. Οὐ γὰρ ἀνεξόμεθα τῶν κακῶς ἐκλαμβανόντων τὸ εἰρημένον ἐκεῖνο, τό, Ἐκ τούτου γινώσκομεν τὰ τέκνα τοῦ Θεοῦ, καὶ τὰ τέκνα τοῦ διαβόλου· ὡς ὄντων φύσει τινῶν, καὶ σωζομένων καὶ ἀπολλυμένων, ἐν ἀνθρώποις. Οὔτε γὰρ ἐπάναγκες, ἀλλ' ἐκ προαιρέσεως εἰς τὴν τοιαύτην ἁγίαν υἱοθεσίαν ἐρχόμεθα. Οὔτε ἐκ φύσεως ὁ προδότης Ἰούδας υἱὸς ἦν διαβόλου καὶ τῆς ἀπωλείας· ἢ γὰρ ἂν οὔθ' ὅλως ἐξ ἀρχῆς ἐν ὀνόματι Χριστοῦ δαίμονας ἀπήλασε, Σατανᾶς γὰρ Σατανᾶν οὐκ ἐκβάλλει· οὐδ' ἂν πάλιν ὁ Παῦλος ἐκ τοῦ διώκειν εἰς τὸ κηρύττειν μετέβαινεν. Ἀλλ' αὐτεξούσιος ἡ υἱοθεσία, καθώς φησιν ὁ Ἰωάννης· Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ. Οὐ γὰρ πρὸ τῆς πίστεως, ἀλλ' ἐκ τῆς πίστεως τέκνα Θεοῦ γενέσθαι κατηξιώθησαν αὐτεξουσίως. 7.14 Τοῦτο τοίνυν γινώσκοντες, πνευματικῶς ἀναστρέψωμεν, ἵνα τῆς υἱοθεσίας τοῦ Θεοῦ καταξιωθῶμεν. Ὅσοι γὰρ πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν. Οὐδὲν γὰρ ὄφελος ἡμῖν τὴν Χριστιανῶν κεκτῆσθαι προσηγορίαν, μὴ καὶ τῶν ἔργων ἐπακολουθούντων· μή ποτε καὶ πρὸς ἡμᾶς ῥηθῇ τὸ, Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε. Εἰ γὰρ πατέρα ἐπικαλούμεθα, τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ἡμῶν χρόνον ἀναστραφῶμεν· μὴ ἀγαπῶντες τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐὰν γάρ τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ. Ὥστε, τέκνα ἀγαπητὰ, δόξαν τῷ ἐν οὐρανοῖς πατρὶ διὰ τῶν ἔργων προσενέγκωμεν· ὅπως ἴδωσιν ἡμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Πᾶσαν τὴν μέριμναν ἡμῶν ἐπ' αὐτὸν ἐπιῤῥίψωμεν· οἶδε γὰρ ὁ πατὴρ ἡμῶν ὧν χρείαν ἔχομεν. 7.15 Τιμῶντες δὲ τὸν ἐπουράνιον πατέρα, καὶ τοὺς τῆς σαρκὸς ἡμῶν πατέρας τιμήσωμεν· ἐπειδὴ σαφῶς ἐν νόμῳ καὶ προφήταις αὐτὸς ὥρισεν ὁ Κύριος, λέγων· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Καὶ τοῦ παραγγέλματος τούτου ἀκουέτωσαν μάλιστα τῶν παρόντων οἱ πατέρας καὶ μητέρας κεκτημένοι. Τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν κατὰ πάντα· τοῦτο γὰρ εὐάρεστόν ἐστι τῷ Κυρίῳ. Οὐ γὰρ εἶπεν ὁ Κύριος· Ὁ φιλῶν πατέρα ἢ μητέρα, οὐκ ἔστι μου ἄξιος, μὴ τὸ καλῶς γεγραμμένον αὐτὸς ἐξ ἀγνοίας ἐκλάβῃς κακῶς· ἀλλὰ τὸ, ὑπὲρ ἐμὲ, προσέθηκεν. Ὅταν γὰρ οἱ ἐπὶ γῆς πατέρες τῷ ἐν οὐρανοῖς πατρὶ φρονῶσιν ἐναντία, τότε δεῖ τῷ ῥήματι ἐπακολουθεῖν. Ὅταν δὲ μηδὲν ἡμῖν εἰς εὐσέβειαν αὐτῶν ἐμποδιζόντων, ἀγνωμοσύνῃ φερόμενοι, καὶ τῶν εἰς ἡμᾶς αὐτῶν εὐεργεσιῶν ἀμνημονοῦντες καταφρονῶμεν· τότε χώραν ἕξει τὸ λόγιον, τὸ λέγον· Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. 7.16 Χριστιανῶν εὐσέβεια ἐνάρετος πρώτη, τὸ τιμᾷν τοὺς γεννήτορας, τὸ τοὺς πόνους ἀμείψασθαι τῶν φύντων, καὶ πάσῃ δυνάμει τὰ πρὸς ἀνάπαυσιν αὐτοῖς ἐπενεγκεῖν· κἂν γὰρ τὰ πλεῖστα τούτοις ἀποδῶμεν, ἀλλ' ἀντιγεννῆσαι τούτους οὐδέποτε δυνησόμεθα. Ἵνα καὶ αὐτοὶ τῆς παρ' ἡμῶν ἀναπαύσεως ἀπολαύσαντες, εὐλογίαις ἡμᾶς στηρίξωσιν, ἃς ὁ πτερνιστὴς Ἰακὼβ ἐμφρόνως ἥρπασε· καὶ τὴν ἀγαθὴν ἡμῶν προαίρεσιν ὁ ἐν οὐρανοῖς πατὴρ ἀποδεξάμενος, καταξιώσειεν ἡμᾶς μετὰ τῶν δικαίων λάμπειν ὡς ὁ ἥλιος, ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς ἡμῶν· ᾧ ἡ δόξα, σὺν τῷ μονογενεῖ καὶ σωτῆρι Ἰησοῦ Χριστῷ, σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 8.τ ΚΑΤΗΧΗΣΙΣ Η ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, εἰς τὸ,