ἐστό λισεν καὶ τοῖς ζῴδοις φωταγωγίαν γὰρ ἐποίησεν. διὰ τοῦτο ᾔρθη ἀπ' αὐτοῦ ἡ τοῦ θεοῦ χεὶρ ὡς τὴν τοῦ θεοῦ τιμὴν τοῖς εἰδώλοις προσάψαντος. 5. Ἱμερίου δὲ λογοθέτου ἐκ τῆς τῶν Ἀγαρηνῶν ἥττης ὑποστρέψαντος, ἀποστείλας Ἀλέξανδρος περιώρισεν ἐν τῇ μονῇ τοῦ παλατίου τῇ λεγομένῃ Καλυπτᾷ, ἐπαπειλήσας ὡς ἐχθρὸν αὐ τοῦ ἐπὶ τοῦ ἀδελφοῦ αὐτοῦ Λέοντος. ὁ δὲ ἐκ θλίψεως πολλῆς ἀρρωστήσας, περιωρισμένος ὢν ἐπὶ μῆνας ἕξ, ἐτελεύτησεν. 6. Ἀπέστειλε δὲ Συμεὼν ὁ ἄρχων Βουλγαρίας μηνύων Ἀλεξάνδρῳ τὰ πρὸς εἰρήνην, καὶ τοῦ φιλοφρονεῖσθαι αὐτὸν καὶ τιμᾶσθαι καθώσπερ ἐπὶ τοῦ Λέοντος. ὁ δὲ ἀνοίᾳ καὶ ἀφροσύνῃ κρατηθεὶς τοὺς πρέσβεις ἀτίμως ἐξέπεμψεν, ἀπειλαῖς τὸν Συμεὼν καταπλήξας. λυθείσης οὖν ἔκτοτε τῆς εἰρήνης Συμεὼν παρεσκευά ζετο κινῆσαι κατὰ τῶν Χριστιανῶν ὅπλα. 7. Ἀλέξανδρος δὲ ἀριστήσας καὶ ῥομφαίᾳ θεηλάτῳ πλη γεὶς ἀνελθών, αἵματος πολλοῦ ἐκ τῶν ῥινῶν καὶ τῶν αἰδοίων ἐκ φερομένου μετὰ δύο ἡμέρας ἐτελεύτησε, καταλιπὼν ἐπιτρόπους Νικόλαον πατριάρχην, Στέφανον μάγιστρον καὶ Ἰωάννην Ἐλαδᾶ 874 καὶ Ἰωάννην ῥαίκτορα καὶ Εὐθύμιον καὶ τὸν Βασιλίτζην καὶ τὸν Γαβριηλόπουλον, ἐάσας τὴν βασιλείαν Κωνσταντίνῳ ἀνεψιῷ αὐ τοῦ, υἱῷ Λέοντος τοῦ βασιλέως. ἀπέθεντο δὲ Ἀλέξανδρον ἐν τοῖς τάφοις μετὰ τοῦ πατρὸς αὐτοῦ.
{ΒΑΣΙΛΕΙΑ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΥΙΟΥ ΛΕΟΝΤΟΣ.} Κωνσταντῖνος δὲ τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος παῖς ἔτι τυγχά νων ἕβδομον γὰρ εἶχε τῆς ἡλικίας ἔτος ὑπ' Ἀλεξάνδρου τοῦ θείου αὐτοῦ ἐν τῇ βασιλείᾳ καταλέλειπτο, ὑπὸ ἐπιτρόπων τελῶν. ἐβασί λευσεν οὖν ἐπὶ τῶν αὐτοῦ ἐπιτρόπων σὺν τῇ μητρὶ ἕτερα ἔτη ἑπτά, ἅμα δὲ Ῥωμανῷ πενθερῷ αὐτοῦ ἐν ὑποταγῇ ὢν ἕτερα ἔτη εἴκοσι ἕξ, μονοκράτωρ δὲ ἔτη δεκαπέντε, ὡς εἶναι τὸν πάντα χρόνον τῆς βα σιλείας αὐτοῦ ἔτη νεʹ. λαβόμενος οὖν τῆς τοῦ παλατίου ἐξουσίας ὁ πατριάρχης Νικόλαος, ἅτε ἐπίτροπος καὶ αὐτὸς ὢν σὺν τῷ μα γίστρῳ Στεφάνῳ καὶ τῷ Ἐλαδᾷ Ἰωάννῃ, καὶ αὐτῷ μαγίστρῳ, τὴν τοῦ κοινοῦ πρόνοιαν ἐποιεῖτο καὶ τὴν φροντίδα εἶχεν τῶν τῇ βασι λείᾳ ἀνηκόντων πραγμάτων ὁσημέραι. 2. Ἐν τούτοις οὖν τῆς βασιλείας οὔσης δηλοῦται Κωνσταν τίνῳ τῷ ∆ουκί, δομεστίκῳ ὑπάρχοντι τῶν σχολῶν, παρά τινων τῶν ἐν τῇ πόλει μεγιστάνων, φιλούντων αὐτὸν ὡς ἀνδρεῖον καὶ νουνεχῆ καὶ καλῶς δυνάμενον τὴν βασιλείαν διακυβερνᾶν, εἰσελ 875 θεῖν καὶ ταύτης ἐγκρατῆ γενέσθαι ἀπονητί. ὁ δὲ ἅτε καὶ πρότερον αὐτὴν ὀνειροπολῶν καὶ τοῦ στέφους ἀεὶ ἐφιέμενος, ὡς εἶχε τάχους, τὴν βασιλεύουσαν κατέλαβεν ἅμα τοῖς σὺν αὐτῷ ἐγκρίτοις ἱκανοῖς οὖσι. καὶ νυκτὸς διὰ παραπυλίδος εἰσελθὼν τοῦ πρωτοβεστιαρίου Μιχαήλ, οὔσης πλησίον ἀκροπόλεως, ἐν τῷ οἴκῳ τοῦ πενθεροῦ αὐτοῦ Γρηγορᾶ ἄϋπνος μετὰ τῶν συνόντων αὐτῷ διετέλεσεν. Νι κήτας δὲ ἀσηκρῆτις, ὁ μετὰ ταῦτα πρωτονοτάριος γεγονώς, τὴν Κωνσταντίνου ἄφιξιν τῷ πατρικίῳ Κωνσταντίνῳ καὶ μοναχῷ τῷ Ἐλαδικῷ κατεμήνυσεν· καὶ ἄμφω τῇ αὐτῇ νυκτὶ πρὸς τὸν ∆οῦκα Κωνσταντῖνον παρεγένοντο· καὶ βουλὴν ποιησάμενοι, οὔπω τῆς ἡμέρας καταλαβούσης ἀλλ' ἔτι σκοτίας οὔσης, μετὰ λαμπάδων καὶ λαοῦ πολλοῦ καὶ ὅπλων τὴν τοῦ ἱπποδρόμου πύλην καταλαμ βάνουσι, Κωνσταντῖνον εὐφημοῦντες ὡς βασιλέα. ἔνθα δὴ ὁ τούτου ἱπποκόμος λογχευθεὶς παρὰ τῶν ἐντὸς τῶν τοῦ ἱπποδρό μου πυλῶν ἀνῃρέθη. 3 μὴ δεχθεὶς οὖν Κωνσταντῖνος ἀλλ' ἀποσοβηθείς, ὥσπερ ὑπό τινος ἐκβακχευόμενος δαίμονος καὶ μὴ ἐφεστηκότα ἔχων τὸν λογισμὸν τῷ τῆς βασιλείας ἔρωτι, ἐν τῷ ἱπποδρόμῳ ὑπεχώρησεν στυγνός τε καὶ κατηφής, κακὸν οἰωνὸν τὴν τοῦ ἱπποκόμου κρίνας σφαγήν. ἐκεῖθεν οὖν εὐφημούμενος ἦλθε μέχρι τῆς λεγομένης Χαλκῆς, καὶ διὰ τῆς Σιδηρᾶς πόρτης τῆς αὐτῆς Χαλκῆς εἰσεληλυθὼς μέχρι τῶν ἐξκουβίτων παρεγένετο. ὁ οὖν μάγιστρος Ἰωάννης ὁ Ἐλαδᾶς ἐκλογὴν τῶν τε τῆς ἑταιρείας 876 καὶ τῶν ἐλατῶν ποιησάμενος μεθ' ὅπλων τούτους ἀπέστειλε κατὰ τοῦ ∆ουκός. ἐλθόντων οὖν μέχρι τῆς Χαλκῆς καὶ πολέμου συστάν τος πολλοὶ ἐξ ἀμφοτέρων